§6.8Ἐπεὶ δὲ πᾶν ἢ κινεῖται ἢ ἠρεμεῖ τὸ πεφυκὸς ὅτε πέφυκε καὶ οὗ καὶ ὥς, ἀνάγκη τὸ ἱστάμενον ὅτε ἵσταται κινεῖσθαι· εἰ γὰρ μὴ κινεῖται, ἠρεμήσει, ἀλλʼ οὐκ ἐνδέχεται ἠρε.
既然一切自然本性上适合运动或静止的事物,在其适合、在其处所并以其适合的方式,不是运动就是静止,那么,趋向静止的事物在其趋向静止时必然处于运动之中;因为如果它不运动,它就会处于静止,但是已经处于静止的事物是不可能正在趋向静止的。
μίζεσθαι τὸ ἠρεμοῦν. τούτου δʼ ἀποδεδειγμένου φανερὸν ὅτι καὶ ἐν χρόνῳ ἵστασθαι ἀνάγκη (τὸ γὰρ κινούμενον ἐν χρόνῳ κινεῖται, τὸ δʼ ἱστάμενον δέδεικται κινούμενον, ὥστε ἀνάγκη ἐν χρόνῳ ἵστασθαι)· ἔτι δʼ εἰ τὸ μὲν θᾶττον καὶ βραδύτερον ἐν χρόνῳ λέγομεν, ἵστασθαι δʼ ἔστιν θᾶττον καὶ βραδύτερον, ἐν ᾧ δὲ χρόνῳ πρώτῳ τὸ ἱστάμενον ἵσταται, ἐν ὁτῳοῦν ἀνάγκη τούτου ἵστασθαι.
这一点既然已经证明,显然它也必然在时间中趋向静止(因为运动着的事物在时间中运动,而趋向静止者已被证明是在运动着的,所以它必然在时间中趋向静止);此外,如果我们说“较快”和“较慢”是在时间中而言的,而趋向静止也可以有较快和较慢,那么在趋向静止者最初在其之中趋向静止的任何时间里,它必然在这一时间的任何一个部分中都处于趋向静止的状态。
διαιρεθέντος γὰρ τοῦ χρόνου εἰ μὲν ἐν μηδετέρῳ τῶν μερῶν ἵσταται, οὐδʼ ἐν τῷ ὅλῳ, ὥστʼ οὐκ ἂν ἵσταιτο τὸ ἱστάμενον· εἰ δ᾿ ἐν θατέρῳ, οὐκ ἂν ἐν πρώτῳ τῷ ὅλῳ ἵσταιτο· καθʼ ἕτερον γὰρ ἐν τούτῳ ἵσταται, καθάπερ ἐλέχθη καὶ ἐπὶ τοῦ κινουμένου πρότερον.
因为在时间被分割之后,如果它在两个部分中都不趋向静止,它在整体中也就不会趋向静止,从而趋向静止者就不会是趋向静止的;但如果是在两者之一中,它就不会是在整个时间中最初趋向静止的;因为它是由于另一个部分而在整体中趋向静止,正如先前对运动着的事物所说的一样。
ὥσπερ δὲ τὸ κινούμενον οὐκ ἔστιν ἐν ᾧ πρώτῳ κινεῖται, οὕτως οὐδʼ ἐν ᾧ ἵσταται τὸ ἱστάμενον· οὔτε γὰρ τοῦ κινεῖσθαι οὔτε τοῦ ἵστασθαί ἐστίν τι πρῶτον.
正如运动着的事物并没有一个最初在其之中运动的时间,趋向静止者也没有一个最初在其之中趋向静止的时间;因为无论对运动还是对趋向静止而言,都不存在任何最初的部分。
ἔστω γὰρ ἐν ᾧ πρώτῳ ἵσταται ἐφʼ τὸ AB. τοῦτο δὴ ἀμερὲς μὲν οὐκ ἐνδέχεται εἶναι (κίνησις γὰρ οὐκ ἔστιν ἐν τῳ ἀμερεῖ. διὰ τὸ κεκινῆσθαί τι ἂν αὐτοῦ, τὸ δʼ ἱστάμενον δέδεικται κινούμενον)· ἀλλὰ μὴν εἰ διαιρετόν ἐστιν, ἐν ὁτῳοῦν αὐτοῦ τῶν μερῶν ἶσταται· τοῦτο γὰρ δέδεικται πρότερον, ὅτι ἐν ᾧ πρώτῳ ἵσταται, ἐν ὁτῳοῦν τῶν ἐκείνου ἵσταται.
因为设最初趋向静止的时间为AB。 这显然不可能是不可分的(因为在不可分的时间中是不存在运动的,因为那样的话就会有它的某一部分已经运动完,而趋向静止者已被证明是在运动着的);然而,如果它是可分的,它就在其任何一部分中都趋向静止;因为这一点在先前已经证明,即无论最初在什么时间趋向静止,它就在那一时间的任何一部分中趋向静止。
ἐπεὶ οὖν χρόνος ἐστὶν ἐν ᾧ πρώτῳ ἵσταται, καὶ οὐκ ἄτομον, ἅπας δὲ χρόνος εἰς ἄπειρα μεριστός, οὐκ ἔσται ἐν ᾧ πρώτῳ ἵσταται.
因此,既然最初在其之中趋向静止的是时间,而不是原子,且所有时间都是可无限分割的,那么就不会有一个最初在其之中趋向静止的时间。
οὐδὲ δὴ τὸ
ἠρεμοῦν ὅτε πρῶτον ἠρέμησεν ἔστιν.
同样,也显然不存在静止者最初开始静止的时间。
ἐν ἀμερεῖ μὲν γὰρ οὐκ ἠρέμησεν διὰ τὸ μὴ εἶναι κίνησιν ἐν ἀτόμῳ, ἐν ᾧ δὲ τὸ ἠρεμεῖν, καὶ τὸ κινεῖσθαι (τότε γὰρ ἔφαμεν ἠρεμεῖν, ὅτε καὶ ἐν ὧ πεφυκὸς κινεῖσθαι μὴ κινεῖται τὸ πεφυκός· ἔτι δὲ καὶ τότε λέγομεν ἠρεμεῖν, ὅταν ὁμοίως ἔχῃ νῦν καὶ πρότερον, ὡς οὐχ ἑνί τινι κρίνοντες ἀλλὰ δυοῖν τοῖν ἐλαχίστοιν· ὥστʼ οὐκ ἔσται ἐν ᾧ ἠρεμεῖ ἀμερές.
因为静止者并不在不可分的时间中静止,因为在原子中没有运动,而凡是存在静止的时间,其中也存在运动(因为我们当时说,当一个自然适合运动的事物,在它自然适合运动的时间和处所不运动时,它就是静止的;此外,当我们说现在和以前处于同样的状态时,我们也是在说静止,这并不是凭单一的“现在”来判断,而是凭借至少两个“现在”;因此,处于静止之中的时间不可能是不可分的)。
εἰ δὲ μεριστόν, χρόνος ἂν εἴη, καὶ ἐν ὁτῳοῦν αὐτοῦ τῶν μερῶν ἠρεμήσει.
但如果它是可分的,它就必然是时间,并且它在其任何一部分中都会处于静止。
τὸν αὐτὸν γὰρ τρόπον δειχθήσεται ὃν καὶ ἐπὶ τῶν πρότερον· ὥστʼ οὐθὲν ἔσται πρῶτον.
因为这可以用与先前相同的方式来证明;所以,没有任何东西是最初的。
τούτου δʼ αἴτιον ὅτι ἠρεμεῖ μὲν καὶ κινεῖται πᾶν ἐν χρόνῳ χρόνος δʼ οὐκ ἔστι πρῶτος οὐδὲ μέγεθος οὐδʼ ὅλως συνεχὲς οὐδέν· ἅπαν γὰρ εἰς ἄπειρα μεριστόν.
而其原因在于,一切静止和运动都在时间中进行,而并没有最初的时间,也没有最初的大小,一般而言没有任何连续的东西;因为一切都是可以无限分割的。
ἐπεὶ δὲ πᾶν τὸ κινούμενον ἐν χρόνῳ κινεῖται καὶ ἔκ τινος εἴς τι μεταβάλλει, ἐν ᾧ χρόνῳ κινεῖται καθʼ αὑτὸν καὶ μὴ τῷ ἐν ἐκείνου τινί, ἀδύνατον τότε κατά τι εἶναι πρῶτον τὸ κινούμενον.
既然一切运动着的事物都在时间中运动,并且从某物向某物变化,那么在它因其自身而非因其某一部分运动的时间里,运动着的事物最初不可能处于某状态之中。
τὸ γὰρ ἠρεμεῖν ἐστιν τὸ ἐν τῷ αὐτῷ εἶναι χρόνον τινὰ καὶ αὐτὸ καὶ τῶν μερῶν ἕκαστον.
因为静止就是其自身及它的每一个部分都在同一状态中保持一段时间。
οὕτως γὰρ λέγομεν ἡρε· μέῖν, ὅταν ἐν ἄλλῳ καὶ ἄλλῳ τῶν νῦν ἀληθὲς ᾖ εἰπεῖν ὅτι ἐν τῷ αὐτῷ καὶ αὐτὸ καὶ τὰ μέρη.
因为我们只有在不同的“现在”里,说它自身和它的各部分都处于同样的状态是真实的时候,我们才在这个意义上说它是静止的。
εἰ δὲ τοῦτʼ ἔστι τὸ ἠρεμεῖν, οὐκ ἐνδέχεται τὸ μεταβάλλον κατά τι εἶναι ὅλον κατὰ τὸν πρῶτον χρόνον· ὁ γὰρ χρόνος διαιρετὸς ἅπας, ὥστε ἐν ἄλλῳ καὶ ἄλλῳ αὐτοῦ μέρει ἀληθὲς ἔσται εἰπεῖν ὅτι ἐν ταὐτῷ ἐστιν καὶ αὐτὸ καὶ τὰ μέρη.
如果这就是静止,那么变化着的事物就不可能在最初的时间里作为一个整体处于某状态中;因为时间都是可分的,以至于在时间的不同部分中,说它自身和它的部分处于同样的状态都将是真实的。
εἰ γὰρ μὴ οὕτως ἀλλʼ ἐν ἑνὶ μόνῳ τῶν νῦν, οὐκ ἔσται χρόνον οὐδένα κατά τι, ἀλλὰ κατὰ τὸ πέρας τοῦ χρόνου.
因为如果不这样,而只是在唯一的一个“现在”中,那么它在任何时间内都不会处于某状态中,而只会在时间的端点上。
ἐν δὲ τῷ νῦν ἔστιν μὲν ἀεὶ κατά τι μὲν ὄν, οὐ μέντοι ἠρεμεῖ· οὔτε γὰρ κινεῖσθαι οὔτʼ ἠρεμεῖν ἔστιν ἐν τῷ νῦν, ἀλλὰ μὴ κινεῖσθαι μὲν ἀληθὲς ἐν τῷ νῦν καὶ εἶναι κατά τι, ἐν χρόνῳ δʼ οὐκ ἐνδέχεται εἶναι κατά τι ἠρεμοῦν· συμβαίνει γὰρ τὸ φερόμενον ἠρεμεῖν.
但是,在“现在”里它虽然总是处于某种状态,但它决非静止;因为在“现在”里既不可能运动也不可能静止,而在“现在”里说不运动并且处于某种状态虽然是真实的,但在时间中却不可能在处于某种状态的同时又是静止的;因为否则就会得出正在移动着的事物是在静止的结论。