Humanitext Reader

亚里士多德 · 物理学 §6.7

有限时间与无限大小之运动的不可能性

第 79 段,共 113 段 · 希腊语

内容简介

本节论证了在有限时间内通过无限大小以及在无限时间内通过有限大小的不可能性,从而确立了运动的无限性与大小的无限性之间的必然关联。

§6.7Ἐπεὶ δὲ πᾶν τὸ κινούμενον ἐν χρόνῳ κινεῖται, καὶ ἐν τῷ πλείονι μεῖζον μέγεθος, ἐν τῷ ἀπείρῳ χρόνῳ ἀδύνατόν ἐστιν πεπερασμένην κινεῖσθαι, μὴ τὴν αὐτὴν αἰεὶ καὶ τῶν ἐκείνης τι κινούμενον, ἀλλʼ ἐν ἅπαντι ἅπασαν, ὅτι μὲν οὖν εἴ τι ἰσοταχῶς κινοῖτο, ἀνάγκη τὸ πεπερασμένον ἐν πεπερασμένῳ κινεῖσθαι, δῆλον (ληφθέντος γὰρ μορίου ὃ καταμετρήσει τὴν ὅλην, ἐν ἴσοις χρόνοις τοσούτοις ὅσα τὰ μόριά ἐστιν, τὴν ὅλην κεκίνηται, ὥστʼ ἐπεὶ ταῦτα πεπέρανται καὶ τῷ πόσον ἕκαστον καὶ τῷ ποσάκις ἅπαντα, καὶ ὁ χρόνος ἂν εἴη πεπερασμένος· τοσαυτάκις γὰρ ἔσται τοσοῦτος, ὅσος ὁ τοῦ μορίου χρόνος πολλαπλασιασθεὶς τῷ πλήθει τῶν μορίων)· ἀλλὰ δὴ κἂν μὴ ἰσοταχῶς, διαφέρει οὐθέν.
既然一切运动着的事物都在时间中运动,并且在较长的时间中运动较长的大小,在无限的时间中运动一个有限的大小是不可能的——不是指总是重复运动相同的一个或者运动它的某一部分,而是指在整个时间中运动其全部。 因此,显然,如果某物以等速运动,它必然在有限的时间中运动有限的大小(因为如果取一个能量度整体的部分,那么在与部分数量相等的等长的时间中,它就运动完了整体;因此,既然这些部分在每一个的大小上以及在全部的次数上都是有限的,那么时间也将是有限的;因为时间将是那么大、那么多次数,即部分的运动时间乘以部分的数量);然而,即使不是等速,也毫无区别。
ἔστω γὰρ ἐφʼ ἧς τὸ ΑΒ διάστημα πεπερασμένον, ὃ κεκίνηται ἐν τῷ ἀπείρῳ, καὶ ὁ χρόνος ἄπειρος ἐφʼ οὗ τὸ ΓΔ. εἰ δὴ ἀνάγκη πρότερον ἕτερον ἑτέρου κεκινῆσθαι (τοῦτο δὲ δῆλον, ὅτι τοῦ χρόνου ἐν τῷ προτέρῳ καὶ ὑστέρῳ ἕτερον κεκίνηται· ἀεὶ γὰρ ἐν τῷ πλείονι ἕτερον ἔσται κεκινημένον, ἐάν τε ἰσοταχῶς ἐάν τε μὴ ἰσοταχῶς μεταβάλλῃ, καὶ ἐάν τε ἐπιτείνῃ ἡ κίνησις ἐάν τε ἀνιῇ ἐάν τε μένῃ, οὐθὲν ἧττον), εἰλήφθω δή τι τοῦ AB διαστήματος, τὸ AE, ὃ καταμετρήσει τὴν AB. τοῦτο δὴ τοῦ ἀπείρου ἔν τινι ἐγένετο χρόνῳ·
因为,设有限的距离为AB,它在无限时间中运动完了这段距离,并设无限的时间为ΓΔ。 如果确实必须有某一部分先于另一部分被运动完(这显然是成立的,因为在时间的先后中,不同的部分已被运动完;因为无论它是等速地还是非等速地发生变化,也无论运动是加速、减速还是保持不变,在较长的时间里,总是会有不同的部分已经被运动完),那么,让我们取距离AB的一个部分AE,它能量度AB。
ἐν ἀπείρῳ γὰρ οὐχ οἶόν τε· τὸ γὰρ ἅπαν ἐν ἀπείρῳ.
这一部分必然是在无限时间的某一部分中完成的;因为在无限时间中运动这部分是不可能的,因为整体是在无限时间中完成的。
καὶ πάλιν ἕτερον δὴ ἐὰν λάβω ὅσον τὸ AE, ἀνάγκη ἐν πεπερασμένῳ χρόνῳ· τὸ γὰρ ἅπαν ἐν ἀπείρῳ.
如果我再取另一个大小等于AE的部分,它也必然是在有限的时间中完成的;因为整体是在无限时间中完成的。
καὶ οὕτω δὴ λαμβάνων, ἐπειδὴ τοῦ μὲν ἀπείρου οὐθὲν ἔστι μόριον ὃ καταμετ ρήσει(ἀδύνατον γὰρ τὸ ἄπειρον εἶναι ἐκ πεπερασμένων καὶ ἴσων καὶ ἀνίσων, διὰ τὸ καταμετρηθήσεσθαι τὰ πεπερασμένα πλήθει καὶ μεγέθει ὑπό τινος ἑνός, ἐάν τε ἴσα ᾖ ἐάν τε ἄνικα, ὡρισμένα δὲ τῷ μεγέθει, οὐθὲν ἧττον), τὸ δὲ διάστημα τὸ πεπερασμένον ποσοῖς τοῖς AE μετρεῖται, ἐν πεπερασμένῳ ἂν χρόνῳ τὸ AB κινοῖτο (ὡσαύτως δὲ καὶ ἐπὶ ἠρεμήσεως)· ὥστε οὔτε γίγνεσθαι οὔτε φθείρεσθαι οἷόν τε ἀεί τι τὸ αὐτὸ καὶ ἕν.
如此继续取下去,由于无限时间中没有哪一部分能够量度它(因为无限者不可能由有限的、无论是相等还是不相等的部分组成,因为在数量和大小上都有限的部分,无论它们是相等还是不相等,只要在大小上是限定的,就必然同样会被某一个单一的东西所量度),而有限的距离可以用有限个AE来量度,因此AB必然是在有限的时间中被运动完(同样的情况也适用于静止);所以,同一个、单一的事物不可能永远处于生成或消灭的过程之中。
ὁ αὐτὸς δὲ λόγος καὶ ὅτι οὐδʼ ἐν πεπερασμένῳ χρόνῳ ἄπειρον οἶόν τε κινεῖσθαι οὐδʼ ἠρεμίζεσθαι, οὔθʼ ὁμαλῶς κινούμενον οὔτʼ ἀνωμάλως.
同样的论证也说明,在有限的时间中,无限的大小既不可能运动,也不可能静止,无论它是均匀运动还是非均匀运动。
ληφθέντος γάρ τινος μέρους ὃ ἀναμετρήσει τὸν ὅλον χρόνον, ἐν τούτῳ ποσόν τι διέξεισιν τοῦ μεγέθους καὶ οὐχ ὅλον (ἐν γὰρ τῷ παντὶ τὸ ὅλον, καὶ πάλιν ἐν τῷ ἴσῳ ἄλλο, καὶ ἐν ἑκάστῳ ὁμοίως, εἴτε ἴσον εἴτε ἄνισον τῷ ἐξ ἀρχῆς· διαφέρει γὰρ οὐδέν, εἰ μόνον πεπερασμένον ἕκαστον·
因为如果取量度整个时间的某一部分,在这部分时间中它将走过大小的某一个有限数量,而不是全部(因为只有在全部时间中它才走过全部);再在等长的时间中走过另一个,在每一部分中都同样如此,无论它与最初的部分相等还是不相等;因为毫无区别,只要每一个都是有限的。
δῆλον γὰρ ὡς ἀναιρουμένου τοῦ χρόνου τὸ ἄπειρον οὐκ ἀναιρεθήσεται, πεπερασμένης τῆς ἀφαιρέσεως γιγνομένης καὶ τῷ ποσῷ καὶ τῷ ποσάκις· ὥστʼ οὐ δίεισιν ἐν πεπερασμένῳ χρόνῳ τὸ ἄπειρον.
因为显然,随着时间被耗尽,无限者并不会被耗尽,因为在数量和次数上,被减去的部分都是有限的;因此,在有限的时间中它无法走完无限。
οὐδέν τε διαφέρει τὸ μέγεθος ἐπὶ θάτερα ἢ ἐπʼ ἀμφότερα εἶναι ἄπειρον· ὁ γὰρ αὐτὸς ἔσται λόγος.
而且,大小是在单方向上无限还是在双方向上无限,也没有任何区别;因为论证将是一样的。
ἀποδεδειγμένων δὲ τούτων φανερὸν ὅτι οὐδὲ τὸ πεπερασμένον μέγεθος τὸ ἄπειρον ἐνδέχεται διελθεῖν ἐν πεπερασμένῳ διὰ τὴν αὐτὴν αἰτίαν· ἐν γὰρ τῷ μορίῳ τοῦ χρόνου πεπερασμένον δίεισι, καὶ ἐν ἑκάστῳ ὡσαύτως, ὥστʼ ἐν τῷ παντὶ πεπερασμένον.
这些事情既然已经被证明,那么显然,有限的大小也不可能在有限的时间中走完无限,其原因相同;因为在时间的某一部分中,它走过有限的大小,且在每一部分中都同样如此,因而在整个时间中它走过的也是有限的。
ἐπεὶ δὲ τὸ πεπερασμένον οὐ δίεισι τὸ ἄπειρον ἐν πεπερασμένῳ χρόνῳ, δῆλον ὡς οὐδὲ τὸ ἄπειρον τὸ πεπερασμένον·
既然有限者不能在有限的时间中走完无限者,显然无限者也不能在有限的时间中走完有限者。
εἰ γὰρ τὸ ἄπειρον τὸ πεπερασμένον, ἀνάγκη καὶ τὸ πεπερασμένον διιέναι τὸ ἄπειρον.
因为如果无限者走完有限者,有限者也必然走完无限者。
οὐδὲν γὰρ διαφέρει ὁποτερονοῦν εἶναι τὸ κινούμενον· ἀμφοτέρως γὰρ τὸ πεπερασμένον δίεισι τὸ ἄπειρον.
因为这两者中哪一个是运动着的事物并没有任何区别;因为在这两种情况下,都是有限者走完无限者。
ὅταν γὰρ κινῆται τὸ ἄπειρον ἐφʼ ᾧ τὸ A, ἔσται τι αὐτοῦ κατὰ τὸ B τὸ πεπερασμένον, οἶον τὸ ΓΔ, καὶ πάλιν ἄλλο καὶ ἄλλο, καὶ αἰεὶ οὕτως.
因为,当设为A的无限者运动时,它的一部分会处于有限者B的对面,例如ΓΔ,然后又是另一部分和另一部分,且总是如此。
ὥσθʼ ἄμα συμβήσεται τὸ ἄπειρον κεκινῆσθαι τὸ πεπερασμένον καὶ τὸ πεπερασμένον διεληλυθέναι τὸ ἄπειρον· οὐδὲ γὰρ ἴσως δυνατὸν ἄλλως τὸ ἄπειρον κινηθῆναι τὸ πεπερασμένον ἢ τῷ τὸ πεπερασμένον διιέναι τὸ ἄπειρον, ἢ φερόμενον ἢ ἀναμετροῦν.
因此,无限者运动过有限者与有限者走完无限者,将同时发生;因为无限者运动过有限者,或许除了通过有限者走完无限者之外(无论是被运送过去还是进行量度),是不可能以其他方式发生的。
ὥστʼ ἐπεὶ τοῦτʼ ἀδύνατον, οὐκ ἂν διίοι τὸ ἄπειρον τὸ πεπερασμένον.
因此,既然这是不可能的,无限者就不会走完有限者。
ἀλλὰ μὴν οὐδὲ τὸ ἄπειρον ἐν πεπερασμένω χρόνῳ τὸ ἄπειρον δίεισιν· εἰ γὰρ τὸ ἄπειρον, καὶ τὸ πεπερασμένον· ἐνυπάρχει γὰρ τῷ ἀπείρῳ τὸ πεπερασμένον.
然而,无限者更不可能在有限的时间中走完无限者;因为如果无限者走完,有限者也必然走完;因为在无限者中包含着有限者。
ἔτι δὲ καὶ τοῦ χρόνου ληφθέντος ἡ αὐτὴ ἔσται ἀπόδειξις.
此外,如果取时间,证明也是一样的。
ἐπεὶ δʼ οὔτε τὸ πεπερασμένον τὸ ἄπειρον οὔτε τὸ ἄπειρον τὸ πεπερασμένον οὔτε τὸ ἄπειρον τὸ ἄπειρον ἐν πεπερασμένω χρόνῳ κινεῖται, φανερὸν ὅτι οὐδὲ κίνησις ἔσται ἄπειρος ἐν πεπερασμένῳ χρόνῳ· τί γὰρ διαφέρει τὴν κίνησιν ἢ τὸ μέγεθος ποιεῖν ἄπειρον;
既然有限者不走完无限者,无限者不走完有限者,无限者也不在有限的时间中走完无限者,那么显然在有限的时间中也不可能有无限的运动;因为使运动无限还是使大小无限,有什么区别呢?
ἀνάγκη γάρ, εἰ ὁποτερονοῦν, καὶ θάτερον εἶναι ἄπειρον· πᾶσα γὰρ φορὰ ἐν τόπῳ.
因为如果其中任何一个是无限的,另一个也必然是无限的;因为一切位移都是在空间中进行的。

词汇与语法注释

  1. ¦25¦μὴ τὴν αὐτὴν αἰεὶ καὶ τῶν ἐκείνης τι κινούμενον — 在由连接词 ἐπεί 引导的从句中,修饰宾格女性形容词 πεπερασμένην(省略了如 γραμμήν 或 κίνησιν 等名词)的分词结构。μὴ...κινού修饰的结构整体表示一种条件性限制(“除非它总是重复地在同一个大小或其某一部分上运动”),并与后文的 ἀλλʼ ἐν ἅπαντι ἅπασαν(即在整个时间中运动其全部)形成对比。
  2. 238a1τοῦ χρόνου ἐν τῷ προτέρῳ καὶ ὑστέρῳ — τοῦ χρόνου 是一个属格,修饰受介词 ἐν 支配的名词化中性形容词 τῷ προτέρῳ καὶ ὑστέρῳ(即“先者与后者”),起关系属格或部分属格的作用,意为“在时间的先后中”。
  3. 238b14ἐνυπάρχει γὰρ τῷ ἀπείρῳ τὸ πεπερασμένον — 动词 ἐνυπάρχει 支配与格,因此 τῷ ἀπείρῳ 为其与格补足语。这明确指出了“在无限者中本质上包含着(作为部分的)有限者”这一前提,也是推导“若走完无限者则必然也走完其中所包含的有限者”这一结论的逻辑依据。

引用这一段

亚里士多德, 物理学 §6.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg031.humanitext-grc1:6.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。