Humanitext Reader

亚里士多德 · 物理学 §6.3

现在之不可分性与在其中运动静止之不可能

第 73 段,共 113 段 · 希腊语

内容简介

亚里士多德证明了区分过去与未来的“现在”是不可分且同一的,并论证了在“现在”中既不可能运动也不可能静止。

§6.3Ἀνάγκη δὲ καὶ τὸ νῦν τὸ μὴ καθʼ ἕτερον ἀλλὰ καθʼ αὑτὸ καὶ πρῶτον λεγόμενον ἀδιαίρετον εἶναι, καὶ ἐν ἅπαντι τὸ τοιοῦτο χρόνῳ ἐνυπάρχειν.
必须承认,那不因其他事物而因其自身且首要地被称为“现在”的,是不可分的,并且在一切时间中都存在着这样一种“现在”。
ἔστιν γὰρ ἔσχατόν τι τοῦ γεγονότος, οὗ ἐπὶ τάδε οὐθέν ἐστι τοῦ μέλλοντος, καὶ πάλιν τοῦ μέλλοντος, οὗ ἐπὶ τάδε οὐθέν ἐστι τοῦ γεγονότος· ὅ δή φαμεν ἀμφοῖν εἶναι πέρας.
因为存在着过去的时间的某种极限,在此的一侧没有未来的任何部分,反过来也有未来的极限,在此的一侧没有过去的任何部分;这正是我们所说的两者的边界。
τοῦτο δὲ ἐὰν δειχθῇ ὅτι τοιοῦτόν ἐστιν καὶ ταὐτόν, ἅμα φανερὸν ἔσται καὶ ὅτι ἀδιαίρετον.
如果能证明这一极限是如此这般且同一的,那么同时也将显而易见它是不可分的。
ἀνάγκη δὴ τὸ αὐτὸ εἶναι τὸ νῦν τὸ ἔσχατον ἀμφοτέρων τῶν χρόνων·
那么,作为两种时间之极限的“现在”必须是同一的。
εἰ γὰρ ἕτερον, ἐφεξῆς μὲν οὐκ ἂν εἴη θάτερον θατέρῳ διὰ τὸ μὴ εἶναι συνεχὲς ἐξ ἀμερῶν, εἰ δὲ χωρὶς ἑκάτερον, μεταξὺ ἔσται χρόνος·
因为如果它是不同的,由于连续者不能由无部分者组成,这一极限与另一极限就不可能相承;而如果它们各自独立,其间就会有时间。
πᾶν γὰρ τὸ συνεχὲς τοιοῦτον ὥστʼ εἶναί τι συνώνυμον μεταξὺ τῶν περάτων.
因为一切连续者都是如此,以至于在其极限之间存在着同名者。
ἀλλὰ μὴν εἰ χρόνος τὸ μεταξύ, διαιρετὸν ἔσται· πᾶς γὰρ χρόνος δέδεικται ὅτι διαιρετός.
然而,如果其间的是时间,它就是可分的;因为已证明一切时间都是可分的。
ὥστε διαιρετὸν τὸ νῦν.
因此,“现在”也将是可分的。
εἰ δὲ διαιρετὸν τὸ νῦν, ἔσται τι τοῦ γεγονότος ἐν τῷ μέλλοντι καὶ τοῦ μέλλοντος ἐν τῷ γεγονότι· καθʼ ὃ γὰρ ἂν διαιρεθῇ, τοῦτο διοριεῖ τὸν παρήκοντα καὶ τὸν μέλλοντα χρόνον.
如果“现在”是可分的,那么就会有过去的部分在未来之中,以及未来的部分在过去之中;因为无论它在何处被分割,这都会区分过去和未来的时间。
ἅμα δὲ καὶ οὐκ ἂν καθʼ αὑτὸ εἴη τὸ νῦν, ἀλλὰ καθʼ ἕτερον· ἡ γὰρ διαίρεσις οὐ καθʼ αὑτό.
同时, “现在”也将不是因其自身,而是因其他事物而存在;因为分割并非因其自身。
πρὸς δὲ τούτοις τοῦ νῦν τὸ μέν τι γεγονὸς ἔσται τὸ δὲ μέλλον, καὶ οὐκ ἀεὶ τὸ αὐτὸ γεγονὸς ἢ μέλλον.
此外,“现在”的一部分将是过去,另一部分将是未来,并且并不总是同一部分作为过去或未来。
οὐδὲ δὴ τὸ νῦν τὸ αὐτό· πολλαχῇ γὰρ διαιρετὸς ὁ χρόνος.
因此“现在”本身也将不是同一的;因为时间可以以多种方式被分割。
ὥστʼ εἰ ταῦτα ἀδύνατον ὑπάρχ ειν, ἀνάγκη τὸ αὐτὸ εἶναι τὸ ἐν ἑκατέρῳ νῦν.
因此,如果这些情况是不可能存在的,那么在两者中的“现在”必然是同一的。
ἀλλὰ μὴν εἰ ταὐτό, φανερὸν ὅτι καὶ ἀδιαίρετον· εἰ γὰρ διαιρετόν, πάλιν ταὐτὰ συμβήσεται καὶ ἐν τῷ πρότερον.
然而,如果是同一的,显然它也是不可分的;因为如果是可分的,那么在前面的情况中同样的难点将会再次发生。
ὅτι μὲν τοίνυν ἔστιν τι ἐν τῷ χρόνῳ ἀδιαίρετον, ὅ φαμεν εἶναι τὸ νῦν, δῆλόν ἐστιν ἐκ τῶν εἰρημένων·
因此,时间中存在着某种不可分的东西——我们称之为“现在”——这从已说的话中是显而易见的。
ὅτι δʼ οὐθὲν ἐν τῶ νῦν κινεῖται, ἐκ τῶνδε φανερόν ἐστιν. εἰ γάρ, ἐνδέχεται καὶ θᾶττον κινεῖσθαι καὶ βραδύτερον.
至于在“现在”中没有任何东西在运动,从以下这些也是显而易见的:因为如果可能,就允许运动得较快和较慢。
ἔστω δὴ τὸ νῦν ἐφʼ ᾧ N, κεκινήσθω δʼ ἐν αὐτῷ τὸ θᾶττον τὴν AB. οὐκοῦν τὸ βραδύτερον ἐν τῷ αὐτῷ ἐλάττω τῆς AB κινηθήσεται, οἶον τὴν ΑΓ. ἐπεὶ δὲ τὸ βραδύτερον ἐν ὅλῳ τῷ νῦν κεκίνηται τὴν ΑΓ, τὸ θᾶττον ἐν ἐλάττονι τούτου κινηθήσεται, ὥστε διαιρεθήσεται τὸ νῦν.
设“现在”为N,在其中较快者运动了AB。 那么,较慢者在相同的时间内,将运动小于AB的距离,例如AC。 既然较慢者在整个“现在”中运动了AC,那么较快者在比这更少的时间内就会运动这一距离,从而“现在”将被分割。
ἀλλʼ ἦν ἀδιαίρετον.
但它本来是不可分的。
οὐκ ἄρα ἔστιν κινεῖσθαι ἐν τῷ νῦν.
因此,在“现在”中是不可能运动的。
ἀλλὰ μὴν οὐδʼ ἠρεμεῖν·
然而,也不可能静止。
ἠρεμεῖν γὰρ λέγομεν τὸ πεφυκὸς κινεῖσθαι μὴ κινούμενον ὅτε πέφυκεν καὶ οὗ καὶ ὥς, ὥστʼ ἐπεὶ ἐν τῷ νῦν οὐθὲν πέφυκε κινεῖσθαι, δῆλον ὡς οὐδʼ ἠρεμῖν.
因为我们所说的“静止”是指具有运动本性的东西,在它具有该本性应当运动的时候、地点、和方式,却没有运动。 因此,既然在“现在”中没有任何东西具有运动的本性,那么显而易见,也不可能静止。
ἔτι δʼ εἰ τὸ αὐτὸ μέν ἐστι τὸ νῦν ἐν ἀμφοῖν τοῖν χρόνοιν, ἐνδέχεται δὲ τὸν μὲν κινεῖσθαι τὸν δʼ ἠρεμεῖν ὅλον, τὸ δʼ ὅλον κινούμενον τὸν χρόνον ἐν ὁτῳοῦν κινηθήσεται τῶν τούτου καθʼ ὃ πέφυκε κινεῖσθαι, καὶ τὸ ἠρεμοῦν ὡσαύτως ἠρεμήσει, συμβήσεται τὸ αὐτὸ ἅμα ἠρεμεῖν καὶ κινεῖσθαι· τὸ γὰρ αὐτὸ ἔσχατον τῶν χρόνων ἀμφοτέρων, τὸ νῦν.
此外,如果两个时间中的“现在”是同一的,而有可能在一个时间的整体中运动,而在另一个时间的整体中静止,而整个时间内运动的东西将在该时间中其本性允许运动的任何部分中运动,静止的东西也同样会静止,那么就会导致同一事物同时既静止又运动;因为两个时间的极限,即“现在”,是同一的。
ἔτι δʼ ἠρεμεῖν μὲν λέγομεν τὸ ὁμοίως ἔχον καὶ αὐτὸ καὶ τὰ μέρη νῦν καὶ πρότερον· ἐν δὲ τῷ νῦν οὐκ ἔστι τὸ πρότερον, ὥστʼ οὐδʼ ἠρεμεῖν.
此外,我们所说的 “静止”是指它自身及其部分在“现在”和“先前”都处于同样的状态;但在“现在”中不存在“先前”,因此也不可能静止。
ἀνάγκη ἄρα καὶ κινεῖσθαι τὸ κινούμενον ἐν χρόνῳ καὶ ἠρεμεῖν τὸ ἠρεμοῦν.
所以,运动着的东西必然在时间中运动,静止着的东西也必然在时间中静止。

词汇与语法注释

  1. 234aὅ δή φαμεν ἀμφοῖν εἶναι πέρας — 关系代词‘ὅ’指代前文提到的过去和未来的极限,即‘现在’(τὸ νῦν),它被视为这两种时间的共同边界(πέρας)。
  2. 234aσυνώνυμον — 意为‘同名的’或‘同类的’。在亚里士多德的语境中,它指在任何连续体的极限之间,必然存在着与该连续体同属一类的事物(例如,在时间的极限之间存在时间,在线的极限之间存在线)。
  3. 234bτὸ δʼ ὅλον κινούμενον τὸν χρόνον — 表示持续时间的宾格,“在整个时间内运动的东西”。此段表达了一个前提,即在整个时间段内运动的事物,只要其本性允许,就必然在其任何部分(τῶν τούτου)中都在运动。

引用这一段

亚里士多德, 物理学 §6.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg031.humanitext-grc1:6.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。