Humanitext Reader

亚里士多德 · 物理学 §5.5

运动之间相反性的定义与条件

第 67 段,共 113 段 · 希腊语

内容简介

探讨了运动之间“相反性”的定义,排除了仅起点或终点相反的情况,确立了只有从相反事物到相反事物的运动(例如从健康到疾病与从疾病到健康)才是真正的相反运动。此外,理清了运动与变化的区别,并解释了涉及中间状态的运动其相反性如何确立。

§5.5Ἔτι δὲ διοριστέον ποία κίνησις ἐναντία κινήσει, καὶ περὶ μονῆς δὲ τὸν αὐτὸν τρόπον.
此外,我们还必须规定什么样的运动与什么样的运动相反,并且关于静止也以同样的方式规定。
διαιρετέον δὲ πρῶτον πότερον ἐναντία κίνησις ἡ ἐκ τοῦ αὐτοῦ τῇ εἰς τὸ αὐτό (οῖον ἡ ἐξ ὑγιείας τῇ εἰς ὑγίειμαν), οἷον καὶ γένεσις καὶ φθορὰ δοκεῖ, ἢ ἡ ἐξ ἐναντίων (οἷον ἡ ἐξ ὑγιείας τῇ ἐκ νόσου), ἢ ἡ εἰς ἐναντία (οἷον ἡ εἰς ὑγίειαν τῇ εἰς νόσον), ἢ ἡ ἐξ ἐναντίου τῇ εἰς ἐναντίον (οἷον ἡ ἐξ ὑγιείας τῇ εἰς νόσον), ἢ ἡ ἐξ ἐναντίου εἰς ἐναντίον τῇ ἐξ ἐναντίου εἰς ἐναντίον (οἷον ἡ ἐξ ὑγιείας εἰς νόσον τῇ ἐκ νόσου εἰς ὑγίειαν).
首先,我们必须区分:与一个运动相反的,究竟是从相同事物出发并向相同事物去的运动(例如从健康出发且向健康去的运动,正如产生和消灭似乎是的那样),还是从相反事物出发的运动之间的相反(例如从健康出发与从疾病出发),还是向相反事物去的运动之间的相反(例如向健康去与向疾病去),还是从相反事物出发与向相反事物去的运动之间的相反(例如从健康出发与向疾病去),还是从相反事物到相反事物的运动与从相反事物到相反事物的运动之间的相反(例如从健康到疾病与从疾病到健康)。
ἀνάγκη γὰρ ἢ ἕνα τινὰ τούτων εἶναι τῶν τρόπων ἢ πλείους· οὐ γὰρ ἔστιν ἄλλως ἀντιτιθέναι.
因为必然是这些方式中的某一种或几种;因为没有其他对立的方式。
ἔστι δʼ ἡ μὲν ἐξ ἐναντίου τῇ εἰς ἐναντίον οὐκ ἐναντία, οἷον ἡ ἐξ ὑγιείας τῇ εἰς νόσον· ἡ αὐτὴ γὰρ καὶ μία.
然而,从相反事物出发的运动与向相反事物去的运动并不相反,例如从健康出发与向疾病去;因为它们是同一且单一的运动。
τὸ μέντοι γʼ εἶναι οὐ ταὐτὸ αὐταῖς, ὥσπερ οὐ ταὐτὸ τὸ ἐξ ὑγιείας μεταβάλλειν καὶ τὸ εἰς νόσον.
但是,对它们而言,“存在”(定义)并不相同,正如从健康中改变与改变到疾病中并不相同一样。
οὐδʼ ἡ ἐξ ἐναντίου τῇ ἐξ ἐναντίου·
从相反事物出发的运动彼此之间也不相反。
ἅμα μὲν γὰρ συμβαίνει ἐξ ἐναντίου καὶ εἰς ἐναντίον ἢ μεταξύ—ἀλλὰ περὶ τούτου μὲν ὕστερον ἐροῦμεν, ἀλλὰ μᾶλλον τὸ εἰς ἐναντίον μεταβάλλειν δόξειεν ἂν εἶναι αἴτιον τῆς ἐναντιώσεως ἢ τὸ ἐξ ἐναντίου· ἡ μὲν γὰρ ἀπαλλαγὴ ἐναντιότητος, ἡ δὲ λῆψις.
因为会同时发生从相反事物出发并向相反事物(或向中间事物)去的情况——关于这一点我们以后再谈,但向相反事物改变似乎比从相反事物改变更可以说是对立(相反性)的原因;因为后者是脱离相反性,而前者是获得。
καὶ λέγεται δʼ ἑκάστη εἰς ὃ μεταβάλλει μᾶλλον ἢ ἐξ οὗ, οἷον ὑγίανσις ἡ εἰς ὑγίειαν, νόσανσις δʼ ἡ εἰς νόσον.
而且,每一个运动都是根据它改变到的目标而不是它改变出来的起点来命名的,例如,恢复健康是向健康去的运动,而生病是向疾病去的运动。
λείπεται δὴ ἡ εἰς ἐναντία καὶ ἡ εἰς ἐναντία ἐξ ἐναντίων.
那么,剩下的就是向相反事物去的运动,以及从相反事物出发向相反事物去的运动。
τάχα μὲν οὖν συμβαίνει τὰς εἰς ἐναντία καὶ ἐξ ἐναντίων εἶναι, ἀλλὰ τὸ εἶναι ἴσως οὐ ταὐτό, λέγω δὲ τὸ εἰς ὑγίειαν τῷ ἐκ νόσου καὶ τὸ ἐξ ὑγιείας τῷ εἰς νόσον.
因此,向相反事物去的运动也许同时也是从相反事物出发的,但它们的存在(定义)或许并不相同;我是指向健康去与从疾病出发,以及从健康出发与向疾病去。
ἐπεὶ δὲ διαφέρει μεταβολὴ κινήσεως (ἡ ἔκ τινος γὰρ ὑποκειμένου εἴς τι ὑποκείμενον μεταβολὴ κίνησίς ἐστιν), ἡ ἐξ ἐναντίου εἰς ἐναντίον τῇ ἐξ ἐναντίου εἰς ἐναντίον κίνησις ἐναντία, οἷον ἡ ἐξ ὑγιείας εἰς νόσον τῇ ἐκ νόσου εἰς ὑγίειαν.
但是,既然变化与运动不同(因为从某一主体到另一主体的变化才是运动),那么从相反事物到相反事物的运动与从相反事物到相反事物的运动就是相反的,例如从健康到疾病的运动与从疾病到健康的运动相反。
δῆλον δὲ καὶ ἐκ τῆς ἐπαγωγῆς ὁποῖα δοκεῖ τὰ ἐναντία εἶναι· τὸ νοσάζεσθαι γὰρ τῷ ὑγιάζεσθαι καὶ τὸ μανθάνειν τῷ ἀπατᾶσθαι μὴ δʼ αὑτοῦ (εἰς ἐναντία γάρ· ὥσπερ γὰρ ἐπιστήμην, ἔστι καὶ ἀπάτην καὶ δʼ αὐτοῦ κτᾶσθαι καὶ διʼ ἄλλου), καὶ ἡ ἄνω φορὰ τῇ κάτω (ἐναντία γὰρ ταῦτα ἐν μήκει, καὶ ἡ εἰς δεξιὰ τῇ εἰς ἀριστερά (ἐναντία γὰρ ταῦτα ἐν πλάτει), καὶ ἡ εἰς τὸ ἔμπροσθεν τῇ εἰς τὸ ὄπισθεν (ἐναντία γὰρ καὶ ταῦτα).
通过归纳也可以清楚地看出什么样的东西似乎是相反的;因为生病与恢复健康相反,而在非由于自身的情况下学习与被欺骗相反(因为这些是向相反事物去的;因为正如知识一样,被欺骗也可以由于自身和通过他人来获得),并且向上的移动与向下的移动相反(因为这些是长度(垂直方向)上的相反),向右的移动与向左的移动相反(因为这些是宽度(水平方向)上的相反),向前方的移动与向后方的移动相反(因为这些也同样是相反的)。
ἡ δʼ εἰς ἐναντίον μόνον οὐ κίνησις ἀλλὰ μεταβολή, οἷον τὸ γίγνεσθαι λευκὸν μὴ ἔκ τινος.
而仅仅向相反事物去的变化不是运动,而是变化,例如在不从任何东西出发的情况下变白。
καὶ ὅσοις δὲ μὴ ἔστιν ἐναντία, ἡ ἐξ αὐτοῦ τῇ εἰς αὐτὸ μεταβολῇ ἐναντία· διὸ γένεσις φθορᾷ ἐναντία καὶ ἀποβολὴ λήψει· αὗται δὲ μεταβολαὶ μέν, κινήσεις δʼ οὔ.
而对于那些没有相反事物的事物,从其自身出发的变化与向其自身去的变化相反;因此,产生与消灭相反,丧失与获得相反;但这些是变化,而不是运动。
τὰς δʼ εἰς τὸ μεταξὺ κινήσεις, ὅσοις τῶν ἐναντίων ἔστι μεταξύ, ὡς εἰς ἐναντία πως θετέονὡς ἐναντίῳ γὰρ χρῆται τῷ μεταξὺ ἡ κίνησις, ἐφʼ ὁπότερα ἂν μεταβάλλῃ, οἷον ἐκ φαιοῦ μὲν εἰς τὸ λευκὸν ὡς ἐκ μέλανος, καὶ ἐκ λευκοῦ εἰς φαιὸν ὡς εἰς μέλαν, ἐκ δὲ μέλανος εἰς φαιὸν ὡς εἰς λευκὸν τὸ φαιόν·
对于那些在相反者之间有中间事物的事物,向中间事物的运动在某种意义上必须被视为向相反事物的运动;因为无论运动朝哪个方向改变,它都将中间事物作为相反事物来对待,例如从灰色到白色的改变就像从黑色出发,从白色到灰色的改变就像向黑色去,而从黑色到灰色的改变,灰色就像被当作白一样。
τὸ γὰρ μέσον πρὸς ἑκάτερον λέγεταί πως ἑκάτερον τῶν ἄκρων, καθάπερ εἴρηται καὶ πρότερον.
因为在某种意义上,中间事物相对于两端中的任何一端都被称为另一端,正如以前所说的那样。
κίνησις μὲν δὴ κινήσει ἐναντία οὕτως ἡ ἐξ ἐναντίου εἰς ἐναντίον τῇ ἐξ ἐναντίου εἰς ἐναντίον.
因此,运动与运动相反就是这样:从相反事物到相反事物的运动与从相反事物到相反事物的运动相反。

词汇与语法注释

  1. 229a18τὸ μέντοι γʼ εἶναι οὐ ταὐτὸ αὐταῖς — 与格 αὐταῖς(对于它们)与冠词性不定式 τὸ εἶναι(存在、本质或定义)连用,表示“对它们而言,本质(定义)是不相同的”。这是亚里士多德哲学中用以表达“物理上同一但概念定义上相异”的经典句式。
  2. 229a21ἅμα μὲν γὰρ συμβαίνει ἐξ ἐναντίου — 动词 συμβαίνει 作无人称使用,其主语需要补出如 κινεῖσθαι(运动或改变)等不定式。其结构意为“因为(在同一运动中)会同时发生从相反事物出发并向相反(或中间)事物去的情况”。
  3. 229b14ὡς εἰς ἐναντία πως θετέον — 动形容词 θετέον(源自 τίθημι)的无人称用法,以主格中性单数形式表示义务或必要(“必须视为……”)。随后的 γάρ 从句解释了这一判断的理由。

引用这一段

亚里士多德, 物理学 §5.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg031.humanitext-grc1:5.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。