Humanitext Reader

亚里士多德 · 物理学 §5.6#1

运动与静止的对立以及顺应与违背自然的变化

第 68 段,共 113 段 · 希腊语

内容简介

规定了运动与静止之间的对立关系,并进而探讨了“顺应自然”与“违背自然(暴力的)”这一区分,除空间运动外是否也能适用于质变、增大/减小以及产生/灭亡等其他变化。

§5.6#1Ἐπεὶ δὲ κινήσει οὐ μόνον δοκεῖ κίνησις εἶναι ἐναντία ἀλλὰ καὶ ἠρεμία, τοῦτο διοριστέον.
既然不仅运动似乎与运动相反,而且静止也与运动相反,这一点必须予以规定。
ἁπλῶς μὲν γὰρ ἐναντίον κίνησις κινήσει, ἀντίκειται δὲ καὶ ἠρεμία (στέρησις γάρ, ἔστι δʼ ὡς καὶ ἡ στέρησις ἐναντία λέγεται).
因为简单来说,运动与运动相反,但静止也与运动对立(因为静止是缺乏,而在某种意义上缺乏也被说成是相反)。
ποιᾷ δὲ ποιά, οἷον τῇ κατὰ τόπον ἡ κατὰ τόπον.
至于什么样的静止与什么样的运动对立,例如,在空间上的静止与在空间上的运动对立。
ἀλλὰ τοῦτο νῦν λέγεται ἁπλῶς· πότερον γὰρ τῇ ἐνταῦθα μονῇ ἡ ἐκ τούτου ἢ ἡ εἰς τοῦτο κίνησις ἀντίκειται;
但这在目前只是简单地说的;因为究竟是在此处的静止与从此处出发的运动对立,还是与向此处去的运动对立?
δῆλον δὴ ὅτι, ἐπεὶ ἐν δυσὶν ἡ κίνησις ὑποκειμένοις, τῇ μὲν ἐκ τούτου εἰς τὸ ἐναντίον ἡ ἐν τούτῳ μονή, τῇ δʼ ἐκ τοῦ ἐναντίου εἰς τοῦτο ἡ ἐν τῷ ἐναντίῳ.
显然,既然运动存在于两个基底之间,那么在此处的静止就与从此处向相反者去的运动对立,而在相反者处的静止则与从相反者向此处去的运动对立。
ἅμα δὲ καὶ ἀλλήλαις ἐναντίαι αὗται· καὶ γὰρ ἄτοπον, εἰ κινήσεις μὲν ἐναντίαι εἰσίν, ἠρεμίαι δʼ ἀντικείμεναι οὐκ εἰσίν.
同时,这些静止彼此之间也是相反的;因为如果运动彼此相反,而对立的静止却不存在,那是荒谬的。
εἰσὶν δὲ αἱ ἐν τοῖς ἐναντίοις, οἷον ἡ ἐν ὑγιείᾳ τῇ ἐν νόσῳ ἠρεμίᾳ (κινήσει δὲ τῇ ἐξ ὑγιείας εἰς νόσον· τῇ γὰρ ἐκ νόσου εἰς ὑγίειαν ἄλογον—ἡ γὰρ εἰς αὐτὸ κίνησις ἐν ἕστηκεν, ἠρέμησις μᾶλλόν ἐστιν, ἢ συμβαίνει γε ἅμα γίγνεσθαι τῇ κινήσει— ἀνάγκη δὲ ἢ ταύτην ἢ ἐκείνην εἶναι)· οὐ γὰρ ἥ γʼ ἐν λευκότητι ἠρεμία ἐναντία τῇ ἐν ὑγιείᾳ.
这些静止是存在于相反者中的静止,例如,在健康中的静止与在疾病中的静止相反(并且与从健康向疾病的运动相反;因为如果说它与从疾病向健康的运动相反是不合理的——因为向那里的运动在其中停顿,并且更像是趋于静止,或者至少是与运动同时发生的——而它必然是这一个或那一个);因为在白色中的静止并不与在健康中的静止相反。
ὅσοις δὲ μὴ ἔστιν ἐναντία, τούτων μεταβολὴ μέν ἐστιν ἀντικειμένη ἡ ἐξ αὐτοῦ τῇ εἰς αὐτό, κίνησις δʼ οὐκ ἔστιν, οἷον ἡ ἐξ ὄντος τῇ εἰς ὄν, καὶ μονὴ μὲν τούτων οὐκ ἔστιν, ἀμεταβλησία δέ.
但是,对于那些没有相反者的事物,从它出发的变化与向它去的变化对立,但并没有运动,例如,从有出发的变化与向有去的变化,并且它们没有静止,只有无变化状态。
καὶ εἰ μέν τι εἴη ὑποκείμενον, ἡ ἐν τῷ ὄντι ἀμεταβλησία τῇ ἐν τῷ μὴ ὄντι ἐναντία.
如果存在某种基底,那么在有中的无变化状态就与在非有中的无变化状态相反。
εἰ δὲ μὴ ἔστι τι τὸ μὴ ὄν, ἀπορήσειεν ἄν τις τίνι ἐναντία ἡ ἐν τῷ ὄντι ἀμεταβλησία, καὶ εἰ ἠρεμία ἐστίν.
但如果非有不是某种基底,人们可能会问:在有中的无变化状态与什么相反,以及它是否是静止。
εἰ δὲ τοῦτο, ἢ οὐ πᾶσα ἠρεμία κινήσει ἐναντία, ἢ ἡ γένεσις καὶ φθορὰ κίνησις.
如果是这样,要么并非所有的静止都与运动相反,要么产生和灭亡就是运动。
δῆλον τοίνυν ὅτι ἡρεμία μὲν οὐ λεκτέα, εἰ μὴ καὶ αὗται κινήσεις, ὅμοιον δέ τι καὶ ἀμεταβλησία· ἐναντία δὲ ἢ οὐδενὶ ἢ τῇ ἐν τῷ μὴ ὄντι ἢ τῇ φθορᾷ· αὕτη γὰρ ἐξ αὐτῆς, ἡ δὲ γένεσις εἰς ἐκείνην.
因此显然,除非这些也是运动,否则不应称之为静止,而应称之为类似的东西,即无变化状态;它要么与无相反,要么与在非有中的无变化状态相反,要么与灭亡相反;因为灭亡是从它出发,而产生是向它去。
ἀπορήσειε δʼ ἄν τις διὰ τί ἐν μὲν τῇ κατὰ τόπον μεταβολῇ εἰσὶ καὶ κατὰ φύσιν καὶ παρὰ φύσιν καὶ μοναὶ καὶ κινήσεις, ἐν δὲ ταῖς ἄλλαις οὔ, οἶον ἀλλοίωσις ἡ μὲν κατὰ φύσιν ἡ δὲ παρὰ φύσιν (οὐδὲν γὰρ μᾶλλον ἡ ὑγίανσις ἢ ἡ νόσανσις κατὰ φύσιν ἢ παρὰ φύσιν, οὐδὲ λεύκανσις ἢ μέλανσις)· ὁμοίως δὲ καὶ ἐπʼ αὐξήσεως καὶ φθίσεως (οὔτε γὰρ αὗται ἀλλήλαις ἐναντίαι ὡς φύσει ἡ δὲ παρὰ φύσιν, οὔτʼ αὔξησις αὐξήσει)· καὶ ἐπὶ γενέσεως δὲ καὶ φθορᾶς ὁ αὐτὸς λόγος· οὔτε γὰρ ἡ μὲν γένεσις κατὰ φύσιν ἡ δὲ φθορὰ παρὰ φύσιν (τὸ γὰρ γηρᾶν κατὰ φύσιν), οὔτε γένεσιν ὁρῶμεν τὴν μὲν κατὰ φύσιν τὴν δὲ παρὰ φύσιν.
但是,人们可能会问为什么在空间变化中,既有顺应自然也有违背自然的静止与运动,但在其他变化中却没有,例如,一种质变是顺应自然的,另一种是违背自然的(因为恢复健康并不比生病更顺应自然或违背自然,变白也不比变黑更顺应自然或违背自然);对于增大和减小也是如此(因为它们彼此之间并不像一个是顺应自然而另一个是违背自然那样相反,一个增大也不与另一个增大相反);对于产生和灭亡也是同样的道理;因为既不是产生顺应自然而灭亡违背自然(因为衰老是顺应自然的),我们也没看到一种产生是顺应自然而另一种是违背自然的。
ἢ εἰ ἔστιν τὸ βίᾳ παρὰ φύσιν, καὶ φθορὰ ἂν εἴη φθορᾷ ἐναντία ἡ βίαιος ὡς παρὰ φύσιν οὖσα τῇ κατὰ φύσιν;
或者,如果暴力的就是违背自然的,那么暴力的灭亡作为违背自然的,是否会与顺应自然的灭亡相反?
ἆῤ οὖν καὶ γενέσεις εἰσὶν ἔνιαι βίαιοι καὶ οὐχ εἱμαρμέναι, αἷς ἐναντίαι αἱ κατὰ φύσιν, καὶ αὐξήσεις βίαιοι καὶ φθίσεις, οἷον αὐξήσεις αἱ τῶν ταχὺ διὰ τρυφὴν ἡβώντων, καὶ οἱ σῖτοι οἱ ταχὺ ἁδρυνόμενοι καὶ μὴ πιληθέντες;
那么是否也有一些暴力的、非命运注定的产生,与顺应自然的产生相反,以及暴力的增大和减小,例如那些因奢侈而迅速成熟者的增大,或者迅速成熟且未被压实的谷物的增大?
ἐπὶ δʼ ἀλλοιώσεως πῶς;
但在质变的情况下又是怎样的呢?
ἢ ὡσαύτως;
或者也是以同样的方式?
εἶεν γὰρ ἄν τινες βίαιοι, αἱ δὲ φυσικαί, οἷον οἱ ἀφιέμενοι μὴ ἐν κρισίμοις ἡμέραις, οἱ δʼ ἐν κρισίμοις· οἱ μὲν οὖν παρὰ φύσιν ἠλλοίωνται, οἱ δὲ κατὰ φύσιν.
因为会有一些是暴力的,另一些是顺应自然的,例如那些不在临界日退烧的人,和那些在临界日退烧的人;因为前者是违背自然地发生质变,而后者是顺应自然地发生质变。
ἔσονται δὴ καὶ φθοραὶ ἐναντίαι ἀλλήλαις, οὐ γενέσεσι.
因此,灭亡也将彼此相反,而不是与产生相反。
καὶ τί γε κωλύει ἔστιν ὡς;
那么有什么会阻止在某种意义上是这样呢?
καὶ γὰρ εἰ ἡ μὲν ἡδεῖα ἡ δὲ λυπηρὰ εἴη· ὥστε οὐχ ἀπλῶς φθορὰ φθορᾷ ἐναντία, ἀλλʼ ᾗ ἡ μὲν τοιαδὶ ἡ δὲ τοιαδὶ αὐτῶν ἐστιν.
因为确实可能一个是令人愉快的,另一个是令人痛苦的;因此并不是简单地灭亡与灭亡相反,而是因为它们中的一个是这一种,另一个是那一种。

词汇与语法注释

  1. 230a3κινήσει δὲ τῇ ἐξ ὑγιείας εἰς νόσον — 意为“从健康向疾病的运动”的与格短语。此处省略了前文的形容词 ἐναντία(与……相反),表示“健康中的静止与从健康向疾病的运动相反”。
  2. 230a10μονὴ μὲν τούτων οὐκ ἔστιν, ἀμεταβλησία δέ — 对不存在相反者的变化中“不变化状态”的区分。静止(μονή)指运动(κίνησις)的停止,而对于不属于运动的变化(μεταβολή),则严格使用“无变化状态(ἀμεταβλησία)”这一术语来表达其不变化性。
  3. 230a28ἢ εἰ ἔστιν τὸ βίᾳ παρὰ φύσιν — 引入新假说的连词 ἢ 与条件从句 εἰ ἔστιν 的结合。它指出,如果因强力(βίᾳ)而产生的就是违背自然(παρὰ φύσιν)的,那么在空间运动之外的变化中也同样可以成立自然与非自然的区分。
  4. 230b6οὐχ ἁπλῶς φθορὰ φθορᾷ ἐναντία — 否定词 οὐχ 修饰副词 ἁπλῶς,意为“并非简单地(无条件地)灭亡与灭亡相反”。紧接着的 ᾗ 从句规定了这种对立得以成立的特定条件。

引用这一段

亚里士多德, 物理学 §5.6#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg031.humanitext-grc1:5.6%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。