Humanitext Reader

亚里士多德 · 物理学 §5.4#1

依属、种与数量划分的运动单一性条件

第 65 段,共 113 段 · 希腊语

内容简介

本章从族类、物种及数量(绝对的一)三个维度界定了运动之“一”的定义,提出了绝对意义上的单一运动所必需的三要素(主体、领域及时间),并探讨了与状态重新获得相关的难问。

§5.4#1Μία δὲ κίνησις λέγεται πολλαχῶς· τὸ γὰρ ἓν πολλαχῶς λέγομεν.
一个运动是在多种意义上说的;因为我们是在多种意义上说“一”的。
γένει μὲν οὖν μία κατὰ τὰ σχήματα τῆς κατηγορίας ἐστί (φορὰ μὲν γὰρ πάσῃ φορᾷ τῷ γένει μία, ἀλλοίωσις δὲ φορᾶς ἑτέρα τῷ γένε), εἴδει δὲ μία, ὅταν τῷ γένει μία οὖσα καὶ ἐν ἀτόμῳ εἴδει ᾖ.
因此,在族类上的一,是根据范畴的诸图式(因为任何位移在族类上与任何其他位移是一,但质变在族类上与位移不同);而在物种上的一,是指当它在族类上是一,且存在于不可分割的物种中时。
οἷον χρώματος μὲν εἰσὶ διαφοραί—τοιγαροῦν ἄλλη τῷ εἴδει μέλανσις καὶ λεύκανσις —λευκότητος δʼ οὐκέτι· διὸ τῷ εἴδει μία λεύκανσις λευκάνσει πάσῃ.
例如,存在着颜色的差异——因此变黑和变白在物种上不同——但白度本身不再有差异;因此变白与任何其他变白在物种上是一。
εἰ δʼ ἔστιν ἀτθ’ ἃ καὶ γένη ἅμα καὶ εἶδη ἐστίν, δῆλον ὡς ἔστιν ὡς εἴδει μία ἔσται, ἁπλῶς δὲ μία εἴδει οὔ, οἷον ἡ μάθησις, εἰ ἡ ἐπιστήμη εἶδος μὲν ὑπολήψεως, γένος δὲ τῶν ἐπιστημῶν.
如果存在某些事物既是族类又是物种,那么很显然,在某种意义上它将是物种上的一,但在绝对意义上并不是物种上的一,例如学习,如果知识是判断的物种,但同时又是各种知识的族类。
ἀπορήσειν δʼ ἄν τις εἰ εἴδει μία ἡ κίνησις, ὅταν ἐκ τοῦ αὐτοῦ τὸ αὐτὸ εἰς τὸ αὐτὸ μεταβάλλῃ, οἷον ἡ μία στιγμὴ ἐκ τοῦδε τοῦ τόπου εἰς τόνδε τὸν τόπον πάλιν καὶ πάλιν.
但是,有人可能会提出一个难问:当同一个事物从相同者向相同者变化时(例如,一个点一次又一次地从这个地方移动到这个地方),这个运动在物种上是否是一?
εἰ δὲ τοῦτʼ, ἔσται ἡ κυκλοφορία τῇ εὐθυφορίᾳ ἡ αὐτὴ καὶ ἡ κύλισις τῇ βαδίσει.
如果如此,圆周运动将与直线运动相同,滚动也将与行走相同。
ἢ διώρισται, τὸ ἐν ᾧ ἂν ἕτερον ᾖ τῷ εἴδει, ὅτι ἑτέρα ἡ κίνησις, τὸ δὲ περιφερὲς τοῦ εὐθέος ἕτερον τῷ εἴδει;
或者,是否已经规定:如果运动在其中发生的事物在物种上是不同的,则运动就是不同的,并且圆周和直线在物种上是不同的?
γένει μὲν οὖν καὶ εἴδει κίνησις μία οὕτως, ἀπλῶς δὲ μία κίνησις ἡ τῇ οὐσίᾳ μία καὶ τῷ ἀριθμῷ τίς δʼ ἡ τοιϲύτη, δῆλον διελομένοις.
在族类和物种上的运动之一就是如此,但绝对的一,是指在实体和数量上的一。 这种运动是什么,对于进行划分的人来说是显而易见的。
τρία γάρ ἐστι τὸν ἀριθμὸν περὶ ἃ λέγομεν τὴν κίνησιν, ὃ καὶ ἐν ᾧ καὶ ὅτε.
因为我们在数量上有三个关于运动所说的要素:“什么”、“在其中”和“何时”。
λέγω δʼ ὅτι ἀνάγκη εἶναί τι τὸ κινούμενον, οἶον ἄνθρωπον ἢ χρυσόν, καὶ ἔν τινι τοῦτο κινεῖσθαι, σἴον ἐν τόπῳ ἢ ἐν πάθει, καὶ ποτέ· ἐν χρόνῳ γὰρ πᾶν κινεῖται.
我所说的是,必然有某物被运动(例如人或黄金),并且这必须在某物中运动(例如在场所中或在受动中),以及在某个时候(因为一切都在时间中运动)。
τούτων δὲ τὸ μὲν εἶναι τῷ γένει ἢ τῷ εἴδει μίαν ἐστὶν ἐν τῷ πράγματι ἐν ᾧ κινεῖται, τὸ δʼ ἐχομένην ἐν τῷ χρόννῳ τὸ δʼ ἀπλῶς μίαν ἐν ἅπασι τούτοις·
而在这些要素中,在族类或物种上的一是存在于它在其中运动的事物中,邻接是存在于时间中,而绝对的一是存在于所有这些之中。
καὶ ἐν ᾧ γὰρ ἓν δεῖ εἶναι καὶ ἄτομον, οἶον τὸ εἶδος, καὶ τὸ ὅτε, οἶον τὸν χρόνον ἕνα καὶ μὴ διωαλείπειν, καὶ τὸ κινούμενον ἓν εἶναι μὴ κατὰ συμβεβηκός, ὥσπερ τὸ λευκὸν μελαίνεσθαι καὶ Κορίσκον βαδίζειν (ἓν δὲ Κορίσκος καὶ λευκόν, ἀλλὰ κατὰ συμβεβηκός), μηδὲ κοινόν·
因为“在其中”必须是一且不可分割(例如物种),而“何时”(例如时间)必须是一且不中断,并且被运动的事物必须是一,而不是偶然地一(正如白者变黑和科里斯库斯行走——科里斯库斯和白者是一,但只是偶然地),也不应该是共同的。
εἴη γὰρ ἂν ἅμα δύο ἀνθρώπους ὑγιάζεσθαι τὴν αὐτὴν ὑγίανσιν, οἷον ὀφθαλμίας· ἀλλʼ οὐ μία αὕτη, ἀλλʼ εἴδει μία.
因为可能有两个人在同一时间因同一种治疗(例如针对眼炎的治疗)而恢复健康,但这并不是一个运动,而只是物种上的一。
τὸ δὲ Σωκράτη τὴν αὐτὴν μὲν ἀλλοίωσιν ἀλλοιοῦσθαι τῷ εἴδει, ἐν ἄλλῳ δὲ χρόνῳ καὶ πάλιν ἐν ἄλλῳ, εἰ μὲν ἐνδέχεται τὸ φθαρὲν πάλιν ἓν γίγνεσθαι τῷ ἀριθμῷ, εἴη ἂν καὶ αὕτη μία, εἰ δὲ μή, ἡ αὐτὴ μέν, μία δʼ οὔ.
至于苏格拉底经历在物种上相同的质变,在某一时间进行,又在另一时间进行,如果确实可能使已经消灭的事物在数量上再次合而为一,那么这个运动也会是一;但如果不行,它就只是相同的,而不是一。
ἔχει δʼ ἀπορίαν ταύτῃ παραπλησίαν καὶ πότερον μία ἡ ὑγίεια καὶ ὅλως αἱ ἕξεις καὶ τὰ πάθη τῇ οὐσίᾳ εἰσὶν ἐν τοῖς σώμασιν· κινούμενα γὰρ φαίνεται τὰ ἔχοντα καὶ ῥέοντα.
与此相似的还有一个难问,即健康以及一般的状态和受动在身体里是否在实体上是一;因为拥有它们的事物显现为被运动且在流变中。
εἰ δὴ ἡ αὐτὴ καὶ μία ἡ ἔωθεν καὶ νῦν ὑγίεια, διὰ τί οὐκ ἂν καὶ ὅταν διαλ ιπὼν λάβη πάλιν τὴν ὑγίειαν, καὶ αὕτη κἀκείνη μία τῷ ἀριθμῷ ἂν εἴη;
如果早晨的健康和现在的健康是相同且一,那么为什么在隔了一段时间重新获得健康时,这一个和那一个在数量上不能也是一呢?
ὁ γὰρ αὐτὸς λόγος·
因为论证是相同的。
πλὴν τοσοῦτον διαφέρει, ὅτι εἰ μὲν δύο, διʼ αὐτὸ τοῦτο, ὡς τῷ ἀριθμῷ, καὶ τὰς ἐνεργείας ἀνάγκη (μία γὰρ ἀριθμῷ ἐνέργεια ἑνὸς ἀριθμῷ)·
唯一的区别在于:如果它们是两个,正因为如此,在数量上,活动也必然是两个(因为在数量上的一,其活动是属于在数量上的一的事物)。
εἰ δʼ ἡ ἕξις μία, ἴσως οὐκ ἄν τῳ δόξειέ πω μία καὶ ἡ ἐνέργεια εἶναι (ὅταν γὰρ παύσηται βαδίζων, οὐκέτι ἔστιν ἡ βάδισις, πάλιν δὲ βαδίζοντος ἔσται).
但如果状态是一,也许人们还不会认为其活动也是一(因为当他停止行走时,行走便不复存在,而当他再次行走时,它又会存在)。
εἰ δʼ οὖν μία καὶ ἡ αὐτή, ἐνδέχοιτʼ ἂν τὸ αὐτὸ καὶ ἓν καὶ φθείρεσθαι καὶ εἶναι πολλάκις.
但如果它们是一且相同,那么相同且一的事物就有可能多次消灭且存在。

词汇与语法注释

  1. 227bἀτθ’ ἃ — ἅττα ἅ(或 ἅτινα ἅ)的缩合和送气形式,意为“某些……的事物”,作带有关系代词的主语。
  2. p.116τὸ ἐν ᾧ — 带有冠词的关系代词短语 ἐν ᾧ(“运动在其中发生的事物”)作为条件从句 ἂν ἕτερον ᾖ 的主语。
  3. 227bἐχομένην — 阴性单数宾格分词,修饰被省略的 κίνησιν(即不定的对格主语),或与 μίαν [κ激发] εἶναι 一致。部分校勘本读作中性单数的 ἐχόμενον。
  4. 30διωαλείπειν — 抄本误写或印刷错误,通常被理解为 διαλείπειν(留出间隔、中断)。
  5. p.117ὡς τῷ ἀριθμῷ — 意为“正如在数量上一样”,它与后文的 ἀνάγκη [εἶναι] 相结合,引出结论“活动也必然[在数量上是两个]”。

引用这一段

亚里士多德, 物理学 §5.4#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg031.humanitext-grc1:5.4%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。