Humanitext Reader

亚里士多德 · 物理学 §5.1#2

运动与生成消灭的区别及其三类划分

第 61 段,共 113 段 · 希腊语

内容简介

通过将变化依肯定所表征的“基质”划分为四类,定义了“生成”与“消灭”,并指出由于非存在无法运动,这些依矛盾对立的变化并非运动。因此,只有从基质到基质的变化才是运动,进而根据范畴将运动限定为性质、数量和场所三种类型。

§5.1#2ἐπεὶ δὲ πᾶσα μεταβολή ἐστιν ἔκ τινος εἶς τι (δηλοῖ δὲ καὶ τοὔνομα· μετʼ ἄλλο γάρ τι καὶ τὸ μὲν πρότερον δηλοῖ, τὸ δʼ ὕστερον), μεταβάλλοι ἂν τὸ μεταβάλλον τετραχῶς·
既然一切变化都是自某物往某物的(正如其名称所表明的;因为它表示“在另一事物之后”,一者表明在前,另一者表明在后),那么变化着的事物可能以四种方式发生变化:或者从基质到基质,或者从基质到非基质,或者从非基质到基质,或者从非基质到非基质。
ἢ γὰρ ἐξ ὑποκειμένου εἰς ὑποκείμενον, ἢ ἐξ ὑποκειμένου εἰς μὴ ὑποκείμενον, ἢ οὐκ ἐξ ὑποκειμένου εἰς ὑποκείμενον, ἢ οὐκ ἐξ ὑποκειμένου εἰς μὴ ὑποκείμενον· λέγω δὲ ὑποκείμενον τὸ κα· ταφάσει δηλούμενον.
我所说的“基质”是指由肯定所表明的东西。
ὥστε ἀνάγκη ἐκ τῶν εἰρημένων τρεῖς εἶναι μεταβολάς, τήν τε ἐξ ὑποκειμένου εἰς ὑποκείμενον, καὶ τὴν ἐξ ὑποκειμένου εἰς μὴ ὑποκείμενον, καὶ τὴν ἐκ μὴ ὑποκειμένου εἰς ὑποκείμενον.
因此,根据已经说过的,必然存在三种变化:从基质到基质的变化、从基质到非基质的变化,以及从非基质到基质的变化。
ἡ γὰρ οὐκ ἐξ ὑποκειμένου εἰς μὴ ὑποκείμενον οὐκ ἔστιν μεταβολὴ διὰ τὸ μὴ εἶναι κατʼ ἀντίθεσιν· οὔτε γὰρ ἐναντία οὔτε ἀντίφασίς ἐστιν.
因为从非基质到非基质的变化由于不是在对立关系中,所以不是变化;因为它们既不是相反者,也不是矛盾对立。
ἡ μὲν οὖν οὐκ ἐξ ὑποκειμένου εἰς ὑποκείμενον μεταβολὴ κατʼ ἀντίφασιν γένεσίς ἐστιν, ἡ μὲν ἀπλῶς ἁπλῆ, ἡ δὲ τὶς τινός (οἶον ἡ μὲν ἐκ μὴ λευκοῦ εἰς λευκὸν γένεσις τούτου, ἡ δʼ ἐκ τοῦ μὴ ὄντος ἀπλῶς εἰς οὐσίαν γένεσις ἀπλῶς, καθʼ ἣν ἀπλῶς γίγνεσθαι καὶ οὐ τὶ γίγνεσθαι λέγομεν)·
那么,从非基质到基质依矛盾对立的变化就是“生成”:绝对的生成是单纯的生成,而部分的生成是特定事物的生成(例如,从非白到白的生成是这特定事物的生成,而从绝对非存在到实体的生成是绝对的生成,根据它我们只说“生成”而不说“生成为特定事物”)。
ἡ δʼ ἐξ ὑποκειμένου εἰς οὐχ ὑποκείμένον φθορά, ἀπλῶς μὲν ἡ ἐκ τῆς οὐσίας εἰς τὸ μὴ εἶναι, τὶς δὲ ἡ εἰς τὴν ἀντικειμένην ἀπόφασιν, καθάπερ ἐλέχθη. καὶ ἐπὶ τῆς γενέσεως.
相反,从基质到非基质的变化是 “消灭”:绝对的消灭是从实体到非存在的消灭,而部分的消灭则是向着对立否定的消灭,正如在生成时所说的一样。
εἰ δὴ τὸ μὴ ὂν λέγεται πλεοναχῶς, καὶ μήτε τὸ κατὰ σύνθεσιν ἢ διαίρεσιν ἐνδέχεται κινεῖσθαι μήτε τὸ κατὰ δύναμιν, τὸ τῷ ἁπλῶς κατʼ ἐνέργειαν ὄντι ἀντικείμενον (τὸ μὲν γὰρ μὴ λευκὸν ἢ μὴ ἀγαθὸν ὅμως ἐνδέχεται κινεῖσθαι κατὰ συμβεβηκός, εἴη γὰρ ἄν ἄνθρωπος τὸ μὴ λευκόν· τὸ δʼ ἀπλῶς μὴ τόδε οὐδαμῶς), ἀδύνατον τὸ μὴ ὂν κινεῖσθαι (εἰ δὲ τοῦτο, καὶ τὴν γένεσιν κίνησιν εἶναι· γίγνεται γὰρ τὸ μὴ ὄν· εἰ γὰρ καὶ ὅτι μάλιστα κατὰ συμβεβηκὸς γίγνεται, ἀλλʼ ὅμως ἀληθὲς εἰπεῖν ὅτι ὑπάρχει τὸ μὴ ὂν κατὰ τοῦ γιγνομένου ἀπλῶς)—όμοίως δὲ καὶ τὸ ἠρεμεῖν.
如果非存在确实有多种含义,并且无论是在结合或分割意义上的非存在,还是在潜能意义上的非存在(即与绝对在现实中的存在相对立者)都不能运动(因为非白或非好尽管如此仍可在偶性上运动,因为那非白者可能是人;但绝对不是“这个”的东西则决不能运动),那么非存在运动就是不可能的(如果这是不可能的,生成是运动也是不可能的;因为生成着的东西是非存在;因为即使在最大程度上它是偶性地生成的,但说非存在属于绝对生成着的东西依然是真的)。 同样,静止也是不可能的。
ταῦτά τε δὴ συμβαίνει δυσχερῆ καὶ εἰ πᾶν τὸ κινούμενον ἐν τόπῳ, τὸ δὲ μὴ ὂν οὐκ ἔστιν ἐν τόπῳ· εἴη γὰρ ἄν που.
诸如此类的困难结果接踵而至,而且,如果一切运动着的东西都在场所中,但非存在却不在场所中——因为否则它就会在某个地方——那么[非存在运动就是不可能的]。
οὐδὲ δὴ ἡ φθορὰ κίνησις· ἐναντίον μὲν γὰρ κινήσει ἢ κίνησις ἢ ἠρεμία, ἡ δὲ φθορὰ γενέσει ἐναντίον.
消灭也确实不是运动;因为与运动相反的或者是运动,或者是静止,而消灭是生成的相反者。
ἐπεὶ δὲ πᾶσα κίνησις μεταβολή τις, μεταβολαὶ δὲ τρεῖς αἱ εἰρημέναι, τούτων δὲ αἱ κατὰ γένεσιν καὶ φθορὰν οὐ κινήσεις, αὗται δʼ εἰσὶν αἱ κατʼ ἀντίφασιν, ἀνάγκη τὴν ἐξ ὑποκειμένου εἰς ὑποκείμενον μεταβολὴν κίνησιν εἶναι μόνην.
既然一切运动都是某种变化,而所说的变化有三种,在这其中,关于生成和消灭的变化并非运动,而这些变化是依矛盾对立的,那么,从基质到基质的变化是唯一的运动,这就是必然的。
τὰ δʼ ὑποκείμενα ἢ ἐναντία ἢ μεταξύ (καὶ γὰρ ἡ στέρησις κείσθω ἐναντίον, καὶ δηλοῦται καταφάσει, τὸ γυμνὸν καὶ νωδὸν καὶ μέλαν.
而基质或者是相反者,或者是中间者(因为缺乏也应被视为相反者,并且它是通过肯定来表明的,例如裸露的、没牙的、黑的)。
εἰ οὖν αἱ κατηγορίαι διῄρηνται οὐσίᾳ καὶ ποιότητι καὶ τῷ ποὺ καὶ τῷ πρός τι καὶ τῷ ποσῷ καὶ τῷ ποιεῖν ἢ πάσχειν, ἀνάγκη τρεῖς εἶναι κινήσεις, τήν τε τοῦ ποιοῦ καὶ τὴν τοῦ ποσοῦ καὶ τὴν κατὰ τόπον.
因此,如果范畴被划分为实体、性质、场所、关系、数量以及主动或受动,那么必然存在三种运动:性质的运动、数量的运动,以及在场所方面的运动。

词汇与语法注释

  1. 225a1μετʼ ἄλλο γάρ τι — 此处对名词 μεταβολή(变化)作词源学解释,指出其前缀 μετά 意为“在另一事物之后(接着)”,暗示了向另一状态的过渡。
  2. 225a26εἰ δὲ τοῦτο, καὶ τὴν γένεσιν κίνησιν εἶναι — 前句中的非人称形容词 ἀδύνατον(不可能)在此处被省略并支配后面的宾格加不定式结构 τὴν γένεσιν κίνησιν εἶναι(生成是运动)。εἰ δὲ τοῦτο 是一个条件从句,意为“如果这是真的(即非存在不能运动的话)”。
  3. 225b4καὶ δηλοῦται καταφάσει — 解释了“缺乏”(στέρησις)在逻辑和语法上是“通过肯定来表明的”,由此提供了将缺乏也作为构成了变化起点与终点的“基质”来处理的依据。

引用这一段

亚里士多德, 物理学 §5.1#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg031.humanitext-grc1:5.1%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。