Humanitext Reader

亚里士多德 · 物理学 §5.1#1

变化的三种分类与自身变化的条件

第 60 段,共 113 段 · 希腊语

内容简介

变化和运动被区分为偶性的、部分的和自身的(第一性的)三类,并论证了运动发生于被运动的主体之中而非形相之中。此外,还指出非偶性的变化发生于相反者、中间者和矛盾对立者之间。

§5.1#1Μεταβάλλει δὲ τὸ μεταβάλλον πᾶν τὸ μὲν κατὰ συμβεβηκός, οἶον ὅταν λέγωμεν τὸ μουσικὸν βαδίζειν, ὅτι ᾦ συμβέβηκεν μουσικῷ εἶναι, τοῦτο βαδίζει· τὸ δὲ τῷ τούτου τι μεταβάλλειν ἀπλῶς λέγεται μεταβάλλειν, οἶον ὅσα λέγεται κατὰ μέρη (ὑγιάζεται γὰρ τὸ σῶμα, ὅτι ὁ ὀφθαλμὸς ἢ ὁ θώραξ, ταῦτα δὲ μέρη τοῦ ὅλου σώματος)· ἔστι δέ τι οὔτε κατὰ συμβεβηκὸς κινεῖται οὔτε τῷ ἄλλο τι τῶν αὐτοῦ, ἀλλὰ τῷ αὐτὸ κινεῖσθαι πρῶτον.
一切变化着的事物,其变化或者是在偶性上的,例如当我们说有教养的人在散步时,是因为那偶合了“有教养的”这一属性的主体在散步;或者是因为其自身的某部分在变化而被单地称为在变化,例如那些被称为依部分而变化的事物(因为身体得以痊愈,是因为眼睛或胸部痊愈,而这些是整个身体的部分);但也有些事物既不是在偶性上运动,也不是因其自身之外的某物运动,而是因其自身首先运动。
καὶ τοῦτʼ ἔστι τὸ καθʼ αὑτὸ κινητόν, κατʼ ἄλλην δὲ κίνησιν ἕτερον, οἶον ἀλλοιωτόν, καὶ ἀλλοιώσεως ὑγιαντὸν ἢ θερμαντὸν ἕτερον, ἔστι δὲ καὶ ἐπὶ τοῦ κινοῦντος ὡσαύτως·
这就是自身能动者,在不同的运动中它各自不同,例如在质变中是可质变的,而在质变中可治愈的或可加热的又各不相同。
τὸ μὲν γὰρ κατὰ συμβεβηκὸς κινεῖ, τὸ δὲ κατὰ μέρος τῷ τῶν τούτου τι, τὸ δὲ καθʼ αὑτὸ πρῶτον, οἷον ὁ μὲν ἰατρὸς ἰᾶται, ἡ δὲ χεὶρ πλήττει.
对于推动者来说也是如此:因为一者是偶性地推动,另一者是以其部分而部分地推动,再一者是因其自身首先推动,例如医生治疗,而手打击。
ἐπεὶ δʼ ἔστι μέν τι τὸ κινοῦν πρῶτον, ἔστι δέ τι τὸ κινούμενον, ἔτι ἐν ᾦ, ὁ χρόνος, καὶ παρὰ ταῦτα ἐξ οὗ καὶ εἰς ὅ—πᾶσα γὰρ κίνησις ἔκ τινος καὶ εἶς τι· ἕτερον γὰρ τὸ πρῶτον κινούμενον καὶ εἰς ὃ κινεῖται καὶ ἐξ οὗ, οἶον τὸ ξύλον καὶ τὸ θερμὸν καὶ τὸ ψυχρόν· τούτων δὲ τὸ μὲν ὅ, τὸ δʼ εἰς ὅ, τὸ δʼ ἐξ οὗ —ἡ δὴ κίνησις δῆλον ὅτι ἐν τῷ ξύλῳ, οὐκ ἐν τῷ εἴδει· οὔτε γὰρ κινεῖ οὔτε κινεῖται τὸ εἶδος ἢ ὁ τόπος ἢ τὸ τοσόνδε, ἀλλʼ ἔστι κινοῦν καὶ κινούμενον καὶ εἰς ὃ κινεῖται.
既然存在着首先的推动者,也存在着被推动者,还有在其中运动的“时间”,此外还有“自何处”和“往何处”, ——因为一切运动都是自某物并往某物的;因为首先被推动者、它所移往的终点以及它所离开的起点是各不相同的,例如木材、热和冷;在这些当中,一者是被动者,一者是“往何处”,一者是“自何处”——那么显而易见,运动是在木材之中,而不在形相之中;因为形相、场所、特定的大小既不推动也不被推动,而只有推动者、被推动者以及它所移往的终点。
μᾶλλον γὰρ εἰς ὃ ἢ ἐξ οὖ κινεῖται ὀνομάζεται ἡ μεταβολή.
因为变化更多的是依其移往的终点而不是离开的起点来命名的。
διὸ καὶ ἡ φθορὰ εἰς τὸ μὴ ὃν μεταβολή ἐστιν· καίτοι καὶ ἐξ ὄντος μεταβάλλει τὸ φθειρόμενον· καὶ ἡ γένεσις εἰς ὄν, καίτοι καὶ ἐκ μὴ ὄντος.
因此,消灭也是向着非存在的变化,虽然消灭着的事物确实是从存在变化的;而生成也是向着存在的变化,虽然它确实是从非存在变化的。
τί μὲν οὖν ἐστιν ἡ κίνησις, εἴρηται πρότερον· τὰ δὲ εἴδη καὶ τὰ πάθη καὶ ὁ τόπος, εἰς κινοῦνται τὰ κινούμενα, ἀκίνητά ἐστιν, οἶον ἐπιστήμη καὶ ἡ θερμότης.
那么,运动是什么,前面已经说过了;而那些被动者所移入的形相、受动状态以及场所,则是动不动的,例如知识和热。
καίτοι ἀπορήσειεν ἄν τις, εἰ τὰ πάθη κινήσεις, ἡ δὲ λευκότης πάθος· ἔσται γὰρ εἰς κίνησιν μεταβολή.
然而,有人可能会提出疑问,如果受动状态是运动,而白是受动状态,那么就会存在向着运动的变化。
ἀλλʼ ἴσως οὐχ ἡ λευκότης κίνησις, ἀλλʼ ἡ λεύκανσις.
但是,也许白本身并不是运动,而是变白过程才是运动。
ἔστιν δὲ καὶ ἐν ἐκείνοις καὶ τὸ κατὰ συμβεβηκὸς καὶ τὸ κατὰ μέρος καὶ κατʼ ἄλλο καὶ τὸ πρώτως καὶ μὴ κατʼ ἄλλο, οἶον τὸ λευκαινόμενον εἰς μὲν τὸ νοούμενον μεταβάλλει κατὰ συμβεβηκός (τῷ γὰρ χρώματι συμβέβηκε νοεῖσθαι, εἰς δὲ χρῶμα ὅτι μέρος τὸ λευκὸν τοῦ χρώματος (καὶ εἰς τὴν Εὐρώπην ὅτι μέρος αἱ Ἀθῆναι τῆς Εὐρώπης), εἰς δὲ τὸ λευκὸν χρῶμα καθʼ αὑτό.
而在那些事物中,也存在着偶性的、部分的、因他物的,以及第一性的;例如,正在变白的事物移往“被思维者”是在偶性上变化的(因为对于颜色来说,被思维是偶性的);它移往“颜色”是因为白是颜色的一部分(正如移往欧洲是因为雅典是欧洲的一部分);而它移往“白色”则是其自身的。
πῶς μὲν οὖν καθʼ αὑτὸ κινεῖται καὶ πῶς κατὰ συμβεβηκός, καὶ πῶς κατʼ ἄλλο τι καὶ πῶς τῷ αὐτὸ πρῶτον, καὶ ἐπὶ κινοῦντος καὶ ἐπὶ κινουμένου, δῆλον, καὶ ὅτι ἡ κίνησις οὐκ ἐν τῷ εἴδει ἀλλʼ ἐν τῷ κινουμένῳ καὶ κινητῷ κατʼ ἐνέργειαν.
因此,无论是在推动者还是被推动者身上,事物如何自身运动、如何偶性地运动、如何因他物运动、如何由其自身首先运动,这都是显而易见的;同样显而易见的是,运动不在形相之中,而是在被推动者之中。
ἡ μὲν οὖν κατὰ συμβεβηκὸς μεταβολὴ ἀφείσθω· ἐν ἅπασί τε γάρ ἐστι καὶ αἰεὶ καὶ πάντων·
那么,偶性的变化且先置之不理;因为它存在于一切事物之中,且是恒常的,并属于所有事物。
ἡ δὲ μὴ κατὰ συμβεβηκὸς οὐκ ἐν ἅποσιν, ἀλλʼ ἐν τοῖς ἐναντίοις καὶ τοῖς μεταξὺ καὶ ἐν ἀντιφάσει· τούτου δὲ πίστις ἐκ τῆς ἐπαγωγῆς.
而那非偶性的变化并不存在于一切事物中,而是存在于相反者、中间者以及矛盾对立者之间;对此的信证来自于归纳。
ἐκ δὲ τοῦ μεταξὺ μεταβάλλει· χρῆται γὰρ αὐτῷ ὡς ἐναντίῳ ὄντι πρὸς ἑκάτερον· ἔστι γάρ πως τὸ μεταξὺ τὰ ἄκρα.
事物也从中间者开始变化;因为中间者对两极的每一方都被当作相反者来对待,因为中间者在某种意义上就是两极。
διὸ καὶ τοῦτο πρὸς ἐκεῖνα κἀκεῖνα πρὸς τοῦτο λέγεταί πως ἐναντία, οἷον ἡ μέση ὀξεῖα πρὸς τὴν ὑπάτην καὶ βαρεῖα πρὸς τὴν νητήν, καὶ τὸ φαιὸν λευκὸν πρὸς τὸ μέλαν καὶ μέλαν πρὸς τὸ λευκόν.
因此,这一中间者对两极,以及两极对这一中间者,在某种意义上都被称为相反者,例如中音对低音是高音,而对高音是低音;同样,灰色对黑色是白,而对白色是黑。

词汇与语法注释

  1. 224a23τὸ δὲ τῷ τούτου τι μεταβάλλειν — 带冠词的不定式短语。与格 τῷ 表示手段。τούτου 指代变化着的主体整体,而 τι 作为不定式 μεταβάλλειν 的主语,表示其一部分。
  2. 224b1δῆλον ὅτι — 原本为主句“……是显而易见的”结构,在此处被副词性地用作插入语,意为“显然”。
  3. 224b12εἰς κινοῦνται — 省略了关系代词 ἃ 的不完整结构。在语义上,它以“形相、受动状态及场所”为先行词,构成关系从句,意为“被推动者所移入的”。

引用这一段

亚里士多德, 物理学 §5.1#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg031.humanitext-grc1:5.1%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。