Humanitext Reader

亚里士多德 · 物理学 §4.6

关于虚空是否存在的前人学说评述

第 45 段,共 113 段 · 希腊语

内容简介

亚里士多德阐明了研究虚空的必要性,驳斥了阿那克萨戈拉等人的错误反驳,并梳理了德谟克利特及毕达哥拉斯学派等主张虚空存在者的论据。

§4.6Τὸν αὐτὸν δὲ τρόπον ὑποληπτέον εἶναι τοῦ φυσικοῦ θεω. ρῆσαι καὶ περὶ κενοῦ, εἰ ἔστιν ἢ μή, καὶ πῶς ἔστι, καὶ τί ἐστιν, ὥσπερ καὶ περὶ τόπου· καὶ γὰρ παραπλησίαν ἔχει τήν τε ἀπιστίαν καὶ τὴν πίστιν διὰ τῶν ὑπολαμβανομένων·
同样地,我们应当认为,研究虚空——探讨它是否存在、如何存在以及它是什么——也是属于自然学家的工作,正如研究地方一样;因为由于人们所持有的见解,它也引起了相似的怀疑和信任。
οἷον γὰρ τόπον τινὰ καὶ ἀγγεῖον τὸ κενὸν τιθέασιν οἱ λέγοντες, δοκεῖ δὲ πλῆρες μὲν εἶναι, ὅταν ἔχῃ τὸν ὄγκον οὗ δεκτικόν ἐστιν, ὅταν δὲ στερηθῇ, κενόν, ὡς τὸ αὐτὸ μὲν ὃν κενὸν καὶ πλῆρες καὶ τόπον, τὸ δʼ εἶναι αὐτοῖς οὐ ταὐτὸ ὄν ἄρξασθαι δὲ δεῖ τῆς σκέψεως λαβοῦσιν ἅ τε λέγουσιν οἱ φάσκοντες εἶναι καὶ πάλιν λέγουσιν οἱ μὴ φάσκοντες, καὶ τρίτον τὰς κοινὰς περὶ αὐτῶν δόξας.
因为主张虚空存在的人,把虚空设想为某种场所 and 容器,而在它容纳了它所能接受的体积时,它似乎是满的,而当被剥夺了该体积时,则是空的;这就像虚空、充满和地方在主体上是同一的,而它们的存在(本质)并不相同。 在开始考察时,我们必须先掌握那些肯定虚空存在的人所说的,以及那些否定其存在的人所说的,第三是关于它们的共同意见。
οἱ μὲν οὖν δεικνύναι πειρώμενοι ὅτι οὐκ ἔστιν, οὐχ ὃ βούλονται λέγειν οἱ ἄνθρωποι κενόν, τοῦτʼ ἐξελέγχουσιν, ἀλλʼ ἁμαρτάνοντες λέγουσιν. ὥσπερ Ἀναξαγόρας καὶ οἱ τοῦτον τὸν τρόπον ἐλέγχοντες.
因此,那些试图证明虚空不存在的人,并不是在反驳人们所意指的虚空,而是说错了话;就像阿那克萨戈拉以及那些用这种方式进行反驳的人一样。
ἐπιδεικνύουσι γὰρ ὅτι ἐστίν τι ὁ ἀήρ, στρεβλοῦντες τοὺς ἀσκοὺς καὶ δεικνύντες ὡς ἰσχυρὸς ὁ ἀήρ, καὶ ἐναπολαμβάνοντες ἐν ταῖς κλεψύδραις.
因为他们通过拧紧皮囊并展示空气有多么强劲,以及把空气封闭在水钟里,来证明空气是某种东西。
οἱ δὲ ἄν. θρωποι βούλονται κενὸν εἶναι διάστημα ἐν μηδέν ἐστι σῶμα αἰσθητόν· οἰόμενοι δὲ τὸ ὂν ἅπαν εἶναι σῶμα φασίν, ἐν ᾧ ὅλως μηδέν ἐστι, τοῦτʼ εἶναι κενόν, διὸ τὸ πλῆρες ἀέρος κενόν εἶναι.
而人们所意指的虚空,是其中没有任何可感觉物体的间隔;但由于他们认为所有存在都是物体,所以他们说,其中完全没有任何东西的地方就是虚空,因此充满空气的地方也就是虚空。
οὔκουν τοῦτο δεῖ δεικνύναι, ὅτι ἐστί τι ὁ ἀήρ, ἀλλʼ ὅτι οὐκ ἔστι διάστημα ἕτερον τῶν σωμάτων, οὔτε χωριστὸν οὔτε ἐνεργείᾳ ὄν, ὃ διαλαμβάνει τὸ πᾶν σῶμα ὥστε εἶναι μὴ συνεχές, καθάπερ λέγουσιν Δημόκριτος καὶ Λεύκιππος καὶ ἕτεροι πολλοὶ τῶν φυσιολόγων, ἢ καὶ εἴ τι ἔξω τοῦ παντὸς σώματός ἐστιν ὄντος συνεχοῦς.
所以,不需要证明空气是某种东西,而需要证明并不存在独立于物体的另一种间隔——无论是可分离的还是现实存在的——这种间隔将整个物体分隔开来以至于使其不连续(正如德谟克利特、留基波和许多其他自然哲学家所说),或者在整个连续的物体之外是否存在某种这样的间隔。
οὔτοι μὲν οὖν οὐ κατὰ θύρας πρὸς τὸ πρόβλημα ἀπαντῶσιν, ἀλλʼ οἱ φάσκοντες εἶναι μᾶλλον.
因此,这些人并没有正面迎击这个问题,而那些主张虚空存在的人倒是更切合实际。
λέγουσιν δʼ ἓν μὲν ὅτι κίνησις ἡ κατὰ τόπον οὐκ ἂν εἴη (αὕτη δʼ ἐστὶ φορὰ καὶ αὔξησις)· οὐ γὰρ ἂν δοκεῖν εἶναι κίνησιν, εἰ μὴ εἴη κενόν· τὸ γὰρ πλῆρες ἀδύνατον εἶναι δέξασθαί τι.
他们说,第一,依地方的运动(即位移和增大)将不复存在;因为人们认为,如果没有虚空,就不会有运动;因为充满者不可能接受任何东西。
εἰ δὲ δέξεται καὶ ἔσται δύο ἐν ταὐτῶ, ἐνδέχοιτʼ ἂν καὶ ὁποσαοῦν εἶναι ἅμα σώματα· τὴν γὰρ διαφοράν, δʼ ἣν οὐκ ἂν εἴη τὸ λεχθέν, οὐκ ἔστιν εἰπεῖν.
如果它能接受,并且两个物体在同一个地方,那么任意数量的物体也就可以同时存在;因为人们无法说出为什么上述情况不会发生的差别所在。
εἰ δὲ τοῦτο ἐνδέχεται, καὶ τὸ μικρότατον δέξεται τὸ μέγιστον· πολλὰ γὰρ μικρὰ τὸ μέγα ἐστίν· ὥστε εἰ πολλὰ ἴσα ἐνδέχεται ἐν ταὐτῷ εἶναι, καὶ πολλὰ ἄνισα.
如果这是可能的,那么最小的也就能接受最大的;因为大是由许多小构成的;因此,如果许多相等的东西可以在同一个地方,那么许多不相等的东西也可以。
Μέλισσος μὲν οὖν καὶ δείκνυσιν ὅτι τὸ πᾶν ἀκίνητον ἐκ τούτων· εἰ γὰρ κινήσεται, ἀνάγκη εἶναι (φησί) κενόν, τὸ δὲ κενὸν οὐ τῶν ὄντων.
因此,梅里苏斯甚至根据这些证明了万物是不可运动的;因为他说,如果它运动,就必须有虚空,而虚空不在存在者之列。
ἕνα μὲν οὖν τρόπον ἐκ τούτων δεικνύουσιν ὅτι ἔστιν τι κενόν, ἄλλον δʼ ὅτι φαίνεται ἔνια συνιόντα καὶ πιλούμενα, οἶον καὶ τὸν οἶνόν φασι δέχεσθαι μετὰ τῶν ἀσκῶν τοὺς πίθους, ὡς εἰς τὰ ἐνόντα κενὰ συνιόντος τοῦ πυκνουμένου σώματος.
因此,他们一方面通过这些证明存在虚空,另一方面通过看到某些东西收缩和被压缩——例如,他们说,酒桶能够连同皮革袋一起容纳里面的葡萄酒,就好像凝缩的物体收缩进其中存在的虚空里一样。
ἔτι δὲ καὶ ἡ αὔξησις δοκεῖ πᾶσι γίγνεσθαι διὰ κενοῦ· τὴν μὲν γὰρ τροφὴν σῶμα εἶναι, δύο δὲ σώματα ἀδύνατον ἅμα εἶναι.
此外,增大在所有人看来也是通过虚空发生的;因为食物是物体,而两个物体是不可能同时在一起的。
μαρτύριον δὲ καὶ τὸ περὶ τῆς τέφρας ποιοῦνται, ἣ δέχεται ἴσον ὕδωρ ὅσον τὸ ἀγγεῖον τὸ κενόν.
他们还以灰烬为例作为证据,灰烬能容纳和空容器一样多的水。
εἶναι δʼ ἔφασαν καὶ οἱ Πυθαγόρειοι κενόν, καὶ ἐπεισιέναι αὐτὸ τῷ οὐρανῷ ἐκ τοῦ ἀπείρου πνεύματος ὡς ἀναπνέοντι καὶ τὸ κενόν, ὃ διορίζει τὰς φύσεις, ὡς ὄντος τοῦ κενοῦ χωρισμοῦ τινὸς τῶν ἐφεξῆς καὶ διορίσεως· καὶ τοῦτʼ εἶναι πρῶτον ἐν τοῖς ἀριθμοῖς· τὸ γὰρ κενὸν διορίζειν τὴν φύσιν αὐτῶν.
毕达哥拉斯学派也说存在虚空,并且它从无限的呼气中进入天,就像天也在吸入虚空一样,正是这虚空区分了事物的本性,就好像虚空是相继者之间的某种分离和界限;并且这在数中是首要的,因为虚空区分了数的本性。
ἐξ ὧν μὲν οὖν οἱ μέν φασιν εἶναι οἱ δʼ οὔ φασι, σχεδὸν τοιαῦτα καὶ τοσαῦτά ἐστιν.
因此,一些人说虚空存在而另一些人说不存在的论据,大概就是这样,也就这么多了。

词汇与语法注释

  1. 213a12τοῦ φυσικοῦ — 属格 τοῦ φυσικοῦ 虽然可以被视为不定式 θεωρῆσαι 的逻辑主语,但更自然的是将其解释为与 εἶναι 连用的述语性属格,意为“进行考察是属于自然物理学家的任务”。
  2. 213a18τὸ δʼ εἶναι αὐτοῖς οὐ ταὐτὸ ὄν — τὸ εἶναι αὐτοῖς 意为“它们(虚空、充满、地方)的本质”。分词 ὄν 为中性单数,与 τὸ εἶναι 一致,并与前文的 ὡς 连用,表示某种假设性状况或主观判断(“就好像它们的本质并不相同一样”)。
  3. 213b15τὸν οἶνόν φασι δέχεσθαι μετὰ τῶν ἀσκῶν τοὺς πίθους — 在带对格的不定式结构中,δέχεσθαι(容纳/接受)的主语是宾格的 τοὺς πίθους(大瓮/酒桶),宾语是 τὸν οἶνόν(葡萄酒)。短语 μετὰ τῶν ἀσκῶν(连同皮革袋一起)指的是“即使算上装有葡萄酒的皮革袋的体积,大瓮仍能将其容纳”的物理悖论。

引用这一段

亚里士多德, 物理学 §4.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg031.humanitext-grc1:4.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。