§4.5Ὧι μὲν οὖν σώματι ἔστι τι ἐκτὸς σῶμα περιέχον αὐτό, τοῦτο ἔστιν ἐν τόπῳ, ᾧ δὲ μή, οὔ.
因此,对于那些外部有某种物体包围着它的物体,它是处在地方之中的,而对于那些没有的,则不然。
διὸ κἂν ὕδωρ γένηται τοι· οῦτο, τὰ μὲν μόρια κινήσεται αὐτοῦ (περιέχεται γὰρ ὑπʼ ἀλλήλων, τὸ δὲ πᾶν ἔστι μὲν ὡς κινήσεται ἔστι δʼ ὡς οὔ.
所以,即使水变成了这样,它的部分也会运动(因为它们互相包围着),但是整体则在某种意义上会运动,在另一种意义上则不会。
ὡς μὲν γὰρ ὅλον, ἅμα τὸν τόπον οὐ μεταβάλλει, κύκλῳ δὲ κινεῖται—τῶν μορίων γὰρ οὗτος ὁ τόπος—καὶ ἄνω μὲν καὶ κάτω οὔ, κύκλῳ δʼ ἔνια· τὰ δὲ καὶ ἄνω καὶ κάτω, ὅσα ἔχει πύκνωσιν καὶ μάνωσιν.
因为作为整体,它不会同时改变其地方,但在圆周上运动——因为这就是各部分的地方——而且不往上也不往下,但其中一些在圆周上运动;其他的则既往上又往下,只要是具有浓密和稀薄变化的。
ὥσπερ δʼ ἐλέχθη, τὰ μέν ἐστιν ἐν τόπῳ κατὰ δύναμιν, τὰ δὲ κατʼ ἐνέργειαν.
正如所说的,有些东西潜在地在地方中,有些东西则现实地在地方中。
διὸ ὅταν μὲν συνεχὲς ᾖ τὸ ὁμοιμερές, κατὰ δύναμιν ἐν τόπῳ τὰ μέρη. ὅταν δὲ χωρισθῇ μὲν ἅπτηται δʼ ὥσπερ σωρός, κατʼ ἐνέργειαν.
因此,当同质的部分是连续的时候,其部分是潜在地在地方中;当它们被分离但又像堆积物一样相接触时,则是现实地在地方中。
καὶ τὰ μὲν καθʼ αὐτά (οἷον πᾶν σῶμα ἢ κατὰ φορὰν ἢ κατʼ αὔξησιν κινητὸν καθʼ αὐτό που, ὁ δʼ οὐρανός, ὥσπερ εἴρηται, οὔ που ὅλος οὐδʼ ἔν τινι τόπῳ ἐστίν, εἴ γε μηδὲν αὐτὸν περιέχει σῶμα· ἐφʼ δὲ κινεῖται, ταύτῃ καὶ τόπος ἔστι τοῖς μορίοις· ἕτερον γὰρ ἑτέρου ἐχόμενον τῶν μορίων ἐστίν)· τὰ δὲ κατὰ συμβεβηκός, οἷον ἡ ψυχὴ καὶ ὁ οὐρανός· τὰ γὰρ μόρια ἐν τόπῳ πως πάντα· ἐπὶ τῷ κύκλῳ γὰρ περιέχει ἄλλο ἄλλο.
有些东西是自本性地在地方中(例如,每一个依位移或依增大而能自本性运动的物体都在某处;而天,正如已说的,作为整体并不在某处,也不在任何地方中,如果没有物体包围着它的话;但是在它运动的方向上,其各部分有地方,因为其部分中一个与另一个相接邻);其他东西则是偶性地在地方中,例如灵魂和天;因为其所有部分在某种意义上都在地方中,因为在圆周上一个包围着另一个。
διὸ κινεῖται μὲν κύκλῳ τὸ ἄνω, τὸ δὲ πᾶν οὔ που.
因此,上部的部分在圆周上运动,而整体则不在某处。
τὺ γάρ που αὐτό τέ ἐστί τι, καὶ ἔτι ἄλλο τι δεῖ εἶναι παρὰ τοῦτο ἐν ᾧ, ὃ περιέχει· παρὰ δὲ τὸ πᾶν καὶ ὅλον οὐδέν ἐστιν ἔξω τοῦ παντός, καὶ διὰ τοῦτο ἐν τῷ οὐρανῷ πάντα· ὁ γὰρ οὐρανὸς τὸ πᾶν ἴσως.
因为在某处的东西本身是某种东西,并且此外还必须有别于这东西的、包围着它的在其中的东西;但是在万物和整体之外,在万物之外没有任何东西,因此万物都在天之中;因为天也许就是万物。
ἔστι δʼ ὁ τόπος οὐχ ὁ οὐρανός, ἀλλὰ τοῦ οὐρανοῦ τι τὸ ἔσχατον καὶ ἁπτόμενον τοῦ κινητοῦ σώματος.
而地方不是天本身,而是天的某种极限,且接触着可运动的物体。
καὶ διὰ τοῦτο ἡ μὲν γῇ ἐν τῷ ὕδατι, τοῦτο δʼ ἐν τῷ ἀέρι, οὗτος δʼ ἐν τῷ αἰθέρι, ὁ δʼ αἰθὴρ ἐν τῷ οὐρανῶ. ὁ δʼ οὐρανὸς οὐκέτι ἐν ἄλλῳ.
因此,地在水之中,水在空气之中,空气在以太之中,以太在天之中;而天则不再在其他东西之中。
φανερὸν δʼ ἐκ τούτων ὅτι καὶ
αἱ ἀπορίαι πᾶσαι λύοιντʼ ἂν οὕτω λεγομένου τοῦ τόπου, οὔτε γὰρ συναύξεσθαι ἀνάγκη τὸν τόπον, οὕτε στιγμῆς εἶναι τόπον, οὔτε δύο σώματα ἐν τῷ αὐτῷ τόπῳ, οὔτε διάστημά τι εἶναι σωματικόν (σῶμα γὰρ τὸ μεταξὺ τοῦ τόπου τὸ τυχόν, ἀλλʼ οὐ διάστημα σώματος).
从中显而易见,如果地方是以这种方式被谈论的话,那么所有的疑难也都将得到解决。 因为地方既不需要与事物一同增大,也不需要有点的地点,也不需要两个物体在同一个地方,也不需要存在某种物体的间隔(因为在地方中间的是偶然在在那里的物体,而不是物体的间隔)。
καὶ ἔστιν ὁ τόπος καὶ πού, οὐχ ὡς ἐν τόπῳ δέ, ἀλλʼ ὡς τὸ πέρας ἐν τῷ πεπερασμένῳ.
而且地方也在某处,但不是像在地方中那样,而是像极限在被限制者中那样。
οὐ γὰρ πᾶν τὸ ὂν ἐν τόπῳ, ἀλλὰ τὸ κινητὸν σῶμα.
因为并非所有存在的东西都在地方中,而只有可运动的物体在。
καὶ φέρεται δὴ εἰς τὸν αὐτοῦ τόπον ἕκαστον εὐλόγως (ὃ γὰρ ἐφεξῆς καὶ ἁπτόμενον μὴ βίᾳ, συγγενές· καὶ συμπεφυκότα μὲν ἀπαθῆ, ἁπτόμενα δὲ παθητικὰ καὶ ποιητικὰ ἀλλήλων)· καὶ μένει δὴ φύσει πᾶν ἐν τῷ οἰκείῳ τόπῳ οὐκ ἀλόγως· καὶ γὰρ τὸ μέρος, τὸ δὲ ἐν τόπῳ ὡς διαιρετὸν μέρος πρὸς ὅλον ἐστίν, οἷον ὅταν ὕδατος κινήση τις μόριον ἢ ἀέρος.
而且每一个东西都被合理地运送到它自己的地方(因为那些相继且在非强制下接触的东西是同族的;且结合在一起的是不受动的,而相接触的则是互为受动和能动的);而且每个东西自然地留在它自己的地方并不是无理的;因为部分也是如此,而在地方中的东西就像相对于整体的、可分割的部分,正如当有人移动水或空气的部分时。
οὕτω δὲ καὶ ἀὴρ ἔχει πρὸς ὕδωρ· οἷον ὕλη γάρ, τὸ δὲ εἶδος, τὸ μὲν ὕδωρ ὕλη ἀέρος, ὁ δʼ ἀὴρ οἷον ἐνέργειά τις ἐκείνου· τὸ γὰρ ὕδωρ δυνάμει ἀήρ ἐστιν, ὁ δʼ ἀὴρ δυνάμει ὕδωρ ἄλλον τρόπον.
同样地,空气与水也有这样的关系;因为一者像质料,另一者像形式:水是空气的质料,而空气就像是那东西的某种现实性;因为水潜在地是空气,而空气在另一种方式下潜在地是水。
διοριστέον δὲ περὶ τούτων ὕστερον· ἀλλὰ διὰ τὸν καιρὸν ἀνάγκη μὲν εἰπεῖν, ἀσαφῶς δὲ νῦν ῥηθὲν τότʼ ἔσται σαφέστερον.
关于这些,我们必须在以后再作规定;但由于当前的需要,不得不说,现在说得不清楚的到那时会更清楚。
εἰ οὖν τὸ αὐτὸ ὕλη καὶ ἐντελέχεια (ὕδωρ γὰρ ἄμφω, ἀλλὰ τὸ μὲν δυνάμει τὸ δʼ ἐντελεχείᾳ, ἔχοι ἂν ὡς μόριόν πως πρὸς ὅλον.
如果相同的东西既是质料又是实现(因为两者都是水,但一者是潜在的,另一者是实现的),那么它在某种意义上就会像部分相对于整体。
διὸ καὶ τούτοις ἁφὴ ἔστιν· σύμφυσις δέ, ὅταν ἄμφω ἐνεργείᾳ ἓν γένωνται.
因此这些也有接触;但当两者现实地成为一个时,就是结合。
καὶ περὶ μὲν τόπου, καὶ ὅτι ἔστι καὶ τί ἐστιν, εἴρηται.
关于地方,无论是它的存在还是它是什么,都已经说过了。