§4.4#1Τί δέ ποτʼ ἐστὶν ὁ τόπος, ὧδʼ ἂν γένοιτο φανερόν.
那么,地方究竟是什么,通过以下方式就会变得清楚。
λά· βωμεν δὲ περὶ αὐτοῦ ὅσα δοκεῖ ἀληθῶς καθʼ αὐτὸ ὑπάρχειν αὐτῷ.
让我们关于它,采纳所有那些被认为真正因其自身而属于它的属性。
ἀξιοῦμεν δὴ τὸν τόπον εἶναι πρῶτον μὲν περιέ· χον ἐκεῖνο οὗ τόπος ἐστί, καὶ μηδὲν τοῦ πράγματος, ἔτι τὸν πρῶτον μήτʼ ἐλάττω μήτε μείζω, ἔτι ἀπολείπεσθαι ἑκάστου καὶ χωριστόν εἶναι, πρὸς δὲ τούτοις πάντα τόπον ἔχειν τὸ ἄνω καὶ κάτω, καὶ φέρεσθαι φύσει καὶ μέ· νειν ἐν τοῖς οἰκείοις τόποις ἕκαστον τῶν σωμάτων, τοῦτο δὲ ποιεῖν ἢ ἄνω ἢ κάτω.
我们认为,地方首先是包围那以它为地方之物的那个东西,并且它不是该事物的任何部分;此外,直接的第一地方既不比它小也不比它大;此外,它在每个事物离去时被留在后面,并且是可分离的;除这些之外,任何地方都有上和下,并且每个物体都自然地向其固有地方运动并停留在那里,而这一运动或停留要么向上要么向下。
ὑποκειμένων δὲ τούτων τὰ λοιπὰ θεωρητέον.
在这些被假定的情况下,必须考察其余的事情。
δεῖ δὲ πειρᾶσθαι τὴν σκέψιν οὕτω ποιεῖσθαι ὅπως τὸ τί ἐστιν ἀποδοθήσεται, ὥστε τά τε ἀπορούμενα λύεσθαι, καὶ τὰ δοκοῦντα ὑπάρχειν τῷ τόπῳ ὑπάρχοντα ἔσται, καὶ ἔτι τὸ τῆς δυσκολίας αἴτιον καὶ τῶν περὶ αὐτὸν ἀπορημάτων ἔσται φανερόν· οὕτω γὰρ ἂν κάλλιστα δεικνύοιτο ἕκαστον.
我们应当努力使探究以这样一种方式进行:既能给出它“是什么”,从而使那些被怀疑的问题得到解决,也能使那些被认为属于地方的特征实际属于它,并且进一步使产生困难以及关于地方的疑难的原因变得显而易见;因为以这种方式,每一件事物都能得到最完美的展示。
πρῶτον μὲν οὖν δεῖ κατανοῆσαι ὅτι οὐκ ἂν ἐζητεῖτο ὁ τόπος, εἰ μὴ κίνησις ἦν ἡ κατὰ τόπον· διὰ γὰρ τοῦτο καὶ τὸν οὐρανὸν μάλιστʼ οἰόμεθα ἐν τόπῳ, ὅτι ἀεὶ ἐν κινήσει.
首先,我们必须认识到,如果不存在依地方的运动,地方就不会被探究;因为正是由于这个原因,我们才最认为天也在地方之中,因为天始终在运动之中。
ταύτης δὲ τὸ μὲν φορά, τὸ δὲ αὔξησις καὶ φθίσις· καὶ γὰρ ἐν τῇ αὐξήσει καὶ φθίσει μεταβάλλει, καὶ ὃ πρότερον ἦν ἐνταῦθα, πάλιν μεθέστηκεν εἰς ἔλαττον ἢ μεῖζον.
在这种运动中,一种是位移,另一种是增长和衰减;因为在增长和衰减中也发生了改变,先前在这里的东西,又转移到了更小或更大的地方。
ἔστι δὲ κινούμενον τὸ μὲν καθʼ αὐτὸ ἐνεργείᾳ, τὸ δὲ κατὰ συμβεβηκός· κατὰ συμβεβηκὸς δὲ τὸ μὲν ἐνδεχόμενον κινεῖσθαι καθʼ αὐτό, οἷον τὰ μόρια τοῦ σώματος καὶ ὁ ἐν τῷ πλοίῳ ἧλος, τὰ δʼ οὐκ ἐνδεχόμενα ἀλλʼ αἰεὶ κατὰ συμβεβηκός, οἷον ἡ λευκότης καὶ ἡ ἐπιστήμη· ταῦτα γὰρ οὕτω μεταβέβληκε τὸν τόπον, ὅτι ἐν ὑπάρχουσι μεταβάλλει.
而在运动着的事物中,有些是因自身而现实地运动,有些是因偶性而运动;在因偶性运动的事物中,有些是能够因自身而运动的,例如身体的各部分和船上的钉子;有些则是不能因自身运动而始终因偶性运动的,例如白和知识;因为这些之所以改变了地方,是因为它们所属性的事物发生了改变。
ἐπεὶ δὲ λέγομεν εἶναι ὡς ἐν τόπῳ ἐν τῷ, οὐρανῶ, διότι ἐν τῷ ἀέρι οὗτος δὲ ἐν τῷ οὐρανῷ· καὶ ἐν τῷ ἀέρι δὲ οὐκ ἐν παντί, ἀλλὰ διὰ τὸ ἔσχατον αὐτοῦ καὶ περιέχον ἐν τῷ ἀέρι φαμὲν εἶναι (εἰ γὰρ πᾶς ὁ ἀὴρ τόπος, οὐκ ἂν ἴσος εἴη ἑκάστου ὁ τόπος καὶ ἕκαστον, δοκεῖ δέ γε ἴσος εἶναι, τοιοῦτος δʼ ὁ πρῶτος ἐν ᾧ ἐστιν)· ὅταν μὲν οὖν μὴ διῃρημένον ᾖ τὸ περιέχον ἀλλὰ συνεχές, οὐχ ὡς ἐν τόπῳ λέγεται εἶναι ἐν ἐκείνῳ, ἀλλʼ ὡς μέρος ἐν ὅλῳ· ὅταν δὲ διηρημένον ᾖ καὶ ἁπτόμενον, ἐν πρώτῳ ἐστὶ τῷ ἐσχάτῳ τοῦ περιέχοντος, ὃ οὔτε ἐστὶ μέρος τοῦ ἐν αὐτῷ οὔτε μεῖζον τοῦ διαστήματος ἀλλʼ ἴσον· ἐν γὰρ τῷ αὐτῷ τὰ ἔσχατα τῶν ἁπτομένων.
既然我们说某物在天之中就像在地方之中,是因为它在空气之中,而空气在天之中;而在空气之中,也不是在全部空气之中,而是因为空气的最外端和包围着的部分,我们才说它在空气之中(因为如果全部空气都是地方,那么每个事物的地方和每个事物自身就不会相等,但人们认为它们是相等的,而事物在其中的第一地方就是这样的);因此,当包围着的东西没有被分离而是连续的时候,某物在其中不被称为在地方之中,而是作为部分在整体之中;但是当它是分离且相接触的时候,它就在包围着之物的最直接的第一极限之中,这个极限既不是其中之物的部分,也不比其间隔更大,而是与之相等;因为相接触之物的极限在同一处。
καὶ συνεχὲς μὲν ὄν οὐκ ἐν ἐκείνῳ κινεῖται ἀλλὰ μετʼ ἐκείνου, διηρημένον δὲ ἐν ἐκείνῳ· καὶ ἐάν τε κινῆται τὸ περιέχον ἐάν τε μή, οὐδὲν ἧττον.
而且,当它是连续的时候,某物不在其中运动而是随它一起运动,但当它是分离的时候,它就在其中运动;无论包围着它的东西是在运动还是不在运动,都毫无二致。