§4.2Ἐπεὶ δὲ τὸ μὲν καθʼ αὐτὸ τὸ δὲ κατʼ ἄλλο λέγεται, καὶ τόπος ὁ μὲν κοινός, ἐν ᾧ ἅπαντα τὰ σώματά ἐστιν, ὁ δʼ ἴδιος, ἐν ᾧ πρώτῳ (λέγω δὲ οἷον σὺ νῦν ἐν τῷ οὐρανῷ ὅτι ἐν τῷ ἀέρι οὗτος δʼ ἐν τῷ οὐρανῷ, καὶ ἐν τῷ ἀέρι δὲ ὅτι ἐν τῇ γῇ, ὁμοίως δὲ καὶ ἐν ταύτῃ ὅτι ἐν τῶδε τῷ τόπῳ, ὃς περιέχει οὐδὲν πλέον ἢ σέ), εἰ δή ἐστιν ὁ τόπος τὸ πρῶτον περιέχον ἕκαστον τῶν σωμάτων, πέρας τι ἂν εἴη, ὥστε δόξειεν ἂν τὸ εἶδος καὶ ἡ μορφὴ ἑκάστου ὁ τόπος εἶναι, ᾧ ὁρίζεται τὸ μέγεθος καὶ ἡ ὕλη ἡ τοῦ μεγέθους· τοῦτο γὰρ ἑκάστου πέρας.
既然一方面事物因自身而被说,另一方面因他物而被说,而地方也是一方面是“共同的地方”,其中有所有的物体,另一方面是“独特的地方”,其中直接有某一物体(我的意思是,例如,你现在在天之中,是因为你在空气之中,而空气在天之中,你在空气之中,是因为你在大地之上,同样你在大地之上,是因为在这个地方,它所包容的除了你没有更多),如果地方确实是直接包容每一个物体的第一者,它就会是某种界限,因此每个事物的形式和形状似乎就是它的地方,大小以及大小的质料都由其界定;因为这就是每个事物的界限。
οὕτω μὲν οὖν σκοποῦσιν ὁ τόπος τὸ ἑκάστου εἶδός ἐστιν· ᾗ δὲ δοκεῖ ὁ τόπος εἶναι τὸ διάστημα τοῦ μεγέθους, ἡ ὕλη·
因此,从这个角度来考察,地方就是每个事物的形式;但在地方被视为大小的间距的范围内,它就是质料。
τοῦτο γὰρ ἕτερον τοῦ μεγέθους, τοῦτο δʼ ἐστὶ τὸ περιεχόμενον ὑπὸ τοῦ εἴδους καὶ ὡρισμένον, οἶον ὑπὸ ἐπιπέδου καὶ πέρατος, ἔστι δὲ τοιοῦτον ἡ ὕλη καὶ τὸ ἀόριστον·
因为这一间距是与大小不同的东西,而这正是被形式所包容和界定的,就好像被一个平面和界限包容和界定一样,而质料和无规定者就是这样的本性。
ὅταν γὰρ ἀφαιρεθῇ τὸ πέρας καὶ τὰ πάθη τῆς σφαίρας, λείπεται οὐδὲν παρὰ τὴν ὕλην.
因为当球体的界限和性质被剥离时,除了质料什么也没有留下。
διὸ καὶ Πλάτων τὴν ὕλην καὶ τὴν χώραν ταὐτό φησιν εἶναι ἐν τῷ Τιμαίῳ· τὸ γὰρ μεταληπτικὸν καὶ τὴν χώραν ἓν καὶ τοῦτόν.
因此,柏拉图在《蒂迈欧篇》中也说,质料和空间是同一的;因为他说,“分有者”与空间是同一的。
ἄλλον δὲ τρόπον ἐκεῖ τε λέγων τὸ μεταληπτικὸν καὶ ἐν τοῖς λεγομένοις ἀγράφοις δόγμασιν, ὅμως τὸν τόπον καὶ τὴν χώραν τὸ αὐτὸ ἀπεφήνατο.
尽管他在那里谈到“分有者”的方式与在所谓的《未成文教义》中不同,但他仍然宣布地方和空间是同一的。
λέγουσι μὲν γὰρ πάντες εἶναί τι τὸν τόπον, τί δʼ ἐστίν, οὗτος μόνος ἐπεχείρησεν εἰπεῖν.
因为虽然所有人都说地方是某种东西,但只有他一人尝试说明它是什么。
εἰκότως δʼ
ἐκ τούτων σκοπουμένοις δόξειεν ἂν εἶναι χαλεπὸν γναωρίσαι τί ἐστιν ὁ τόπος, εἴπερ τούτων ὁποτερονοῦν ἐστίν, εἴτε ἡ ὕλη εἴτε τὸ εἶδος·
然而,对于从这些方面进行考察的人来说,如果地方确实是这两者之一,无论是质料还是形式,那么似乎很难认识地方是什么。
ἄλλως τε γὰρ τὴν ἀκροτάτην ἔχει θέαν, καὶ χωρὶς ἀλλήλων οὐ ῥᾴδιον γνωρίζειν.
因为它们一方面需要最高深的观照,另一方面它们又不易于相互分开来认识。
ἀλλὰ μὴν ὅτι γε ἀδύνατον ὁποτερονοῦν τούτων εἶναι τὸν τόπον, οὐ χαλεπὸν ἰδεῖν.
但是,地方不可能是这两者中的任何一个,这并不难看出。
τὸ μὲν γὰρ εἶδος καὶ ἡ ὕλη οὐ χωρίζεται τοῦ πράγματος, τὸν δὲ τόπον ἐνδέχεται· ἐν ᾧ γὰρ ἀὴρ ἦν, ἐν τούτῳ πάλιν ὕδωρ, ὥσπερ ἔφαμεν, γίγνεται, ἀντιμεθισταμένων ἀλλήλοις τοῦ τε ὕδατος καὶ τοῦ ἀέρος, καὶ τῶν ἄλλων σωμάτων ὁμοίως, ὥστε οὔτε μόριον οὔθʼ ἕξις ἀλλὰ χωριστὸς ὁ τόπος ἑκάστου ἐστί.
因为形式和质料不能与事物分离,但地方可以分离;因为在先前有空气的地方,接下来又产生出水,正如我们所说,水和空气相互替换,其他物体也是如此,因此地方既不是事物的一部分,也不是事物的状态,而是与每个事物可分离的。
καὶ γὰρ δοκεῖ τοιοῦτό τι εἶναι ὁ τόπος οἷον τὸ ἀγ· γεῖον (ἔστι γὰρ τὸ ἀγγεῖον τόπος μεταφορητός)· τὸ δʼ ἀγγεῖον οὐδὲν τοῦ πράγματός ἐστιν.
事实上,地方似乎是类似于容器的东西(因为容器是可移动的地方);但容器绝不是事物的一部分。
ᾗ μὲν οὖν χωριστὸςτοῦ πρά· γματος, ταύτῃ μὲν οὐκ ἔστι τὸ εἶδος· ᾗ δὲ περιέχει, ταύτῃ δʼ ἕτερος τῆς ὕλης.
因此,就其与事物可分离而言,地方不是形式;就其包容而言,地方又不同于质料。
δοκεῖ δὲ ἀεὶ τὸ ὄν που αὐτό τε εἶναί τι καὶ ἕτερόν τι ἐκτὸς αὐτοῦ, (Πλάτωνι μέντοι λεκτέον, εἰ δεῖ παρεκβάντας εἰπεῖν, διὰ τί οὐκ ἐν τόπῳ τὰ εἴδη καὶ οἱ ἀριθμοί, εἴπερ τὸ μεθεκτικὸν ὁ τόπος, εἴτε τοῦ μεγάλου καὶ τοῦ μικροῦ ὄντος τοῦ μεθεκτικοῦ εἴτε τῆς ὕλης, ὥσπερ ἐν τῷ Τιμαίῳ γέγραφεν.
而且,在某处存在的东西,总是被认为其自身是某种东西,同时其外部也有某种别的东西。 (然而,对柏拉图必须提出疑问——如果允许我们作为旁白来说的话——如果“分有者”就是地方,无论这个分有者是“大和小”,还是质料,正如他在《蒂迈欧篇》中所写的,那么为什么形式和数不在地方之中呢?
) ἔτι πῶς ἂν φέροιτο εἰς τὸν αὐτοῦ τόπον, εἰ ὁ τόπος ἡ ὕλη ἢ τὸ εἶδος;
)此外,如果地方是质料或形式,事物又如何能被带到它自己的地方呢?
ἀδύνατον γὰρ οὗ μὴ κίνησις μηδὲ τὸ ἄνω ἢ κάτω ἐστί, τόπον εἶναι.
因为在既没有运动也没有“上”或“下”的地方,是不可能有地方存在的。
ὥστε ζητητέος ἐν τοῖς τοιούτοις ὁ τόπος.
因此,必须在具有这类属性的事物中寻求地方。
εἰ δʼ ἐν αὐτῷ ὁ τόπος (δεῖ γάρ, εἴπερ ἢ μορφὴ ἢ ὕλη), ἔσται ὁ τόπος ἐν τόπῳ· μεταβάλλει γὰρ ἅμα τῷ πράγματι καὶ κινεῖται καὶ τὸ εἶδος καὶ τὸ ἀόριστον, οὐκ ἀεὶ ἐν τῷ αὐτῷ ἀλλʼ οὗπερ καὶ τὸ πρᾶγμα· ὥστε τοῦ τόπου ἔσται τόπος.
而且,如果地方在事物自身之中(因为如果它是形式或质料,它就必须如此),那么地方就将在地方之中;因为形式和无规定者都随着事物一起变化和运动,并不总是在同一个地方,而是随着事物本身所在而所在;因此,地方也将有地方。
ἔτι ὅταν ἐξ ἀέρος ὕδωρ γένηται, ἀπόλωλεν ὁ τόπος· οὐ γὰρ ἐν τῷ αὐτῷ τόπῳ τὸ γενόμενον σῶμα·
此外,当空气中产生出水时,地方就消灭了;因为产生出的物体不在同一个地方。
τίς οὖν ἡ φθορά;
那么,这种消灭是什么呢?
ἐξ ὧν μὲν τοίνυν ἀναγκαῖον εἶναί τι τὸν τόπον, καὶ πάλιν ἐξ ὧν ἀπορήσειεν ἄν τις αὐτοῦ περὶ τῆς οὐσίας, εἴρηται.
因此,关于地方为何必然是某种东西的根据,以及关于其本质人们会产生疑难的根据,都已经阐明了。