§4.1#2ὅτι μὲν οὖν ἐστίτι ὁ τόπος
παρὰ τὰ σώματα, καὶ πᾶν σῶμα αἰσθητὸν ἐν τόπῳ, διὰ τούτων ἄν τις ὑπολάβοι· δόξειε δʼ ἂν καὶ Ἡσίοδος ὀρθῶς λέγειν ποιήσας πρῶτον τὸ χάος.
因此,人们会从这些方面设想,地方是某种独立于物体之外的东西,并且每一个感觉到的物体都在地方之中;赫西俄德在让混沌最先产生时,似乎也说得对。
λέγει γοῦν “πάντων μὲν πρώτιστα χάος γένετʼ, αὐτὰρ ἔπειτα γαῖʼ εὐρύστερνος,” ὡς δέον πρῶτον ὑπάρξαι χώραν τοῖς οὖσι, διὰ τὸ νομίζειν, ὥσπερ οἱ πολλοί, πάντα εἶναί που καὶ ἐν τόπῳ.
不管怎样他说,“万物最先产生的是混沌,其后是宽胸的大地”,好像存在的万物必须先有空间一样,因为他像大多数人一样,认为一切事物都在某处、在地方之中。
εἰ δʼ ἐστὶ τοιοῦτο, θαυμαστή τις ἂν εἴη ἡ τοῦ τόπου δύναμις καὶ προτέρα πάντων·
如果它确实是这样的,那么地方的力量将是某种令人惊异的东西,且先于一切事物。
οὗ γὰρ ἄνευ τῶν ἄλλων οὐδὲν ἔστιν, ἐκεῖνο δʼ ἄνευ τῶν ἄλλων, ἀνάγκη πρῶτον εἶναι· οὐ γὰρ ἀπόλλυται ὁ τόπος τῶν ἐν αὐτῷ φθειρομένων.
因为没有它,其他一切就都不能存在,而它自己却可以脱离其他东西而存在,这必然是第一位的;因为当其中的东西毁灭时,地方并不随之毁灭。
οὐ μὴν ἀλλʼ ἔχει γε ἀπορίαν,
εἰ ἔστι, τί ἐστι, πότερον ὄγκος τις σώματος ἤ τις ἑτέρα φύσις· ζητητέον γὰρ τὸ γένος αὐτοῦ πρῶτον.
然而,即使它存在,关于它是什么也存在着困难,它究竟是物体的某种体积,还是某种其他的自然本性;因为必须首先探究它的族类。
διαστήματα μὲν οὖν ἔχει τρία, μῆκος καὶ πλάτος καὶ βάθος, οἷς ὁρίζεται σῶμα πᾶν.
那么,它有三个量度,长度、宽度和深度,所有物体都由这些来界定。
ἀδύνατον δὲ σῶμα εἶναι τὸν τόπον· ἐν ταὐτῷ γὰρ ἂν εἴη δύο σώματα.
但地方不可能是物体;因为这样就会有两个物体在同一个地方。
ἔτι εἴπερ ἔστι σώματος τόπος καὶ χώρα, δῆλον ὅτι καὶ ἐπιφανείας καὶ τῶν λοιπῶν περάτων· ὁ γὰρ αὐτὸς ἁρμόσει λόγος·
此外,如果物体有地方和空间,显然表面和其他界限也有地方和空间;因为同样的道理也适用。
ὅπου γὰρ ἦν πρότερον τὰ τοῦ ὕδατος ἐπίπεδα, ἔσται πάλιν τὰ τοῦ ἀέρος.
因为先前水的面所在的地方,接下来又将是空气的面所在的地方。
ἀλλὰ μὴν οὐδεμίαν διαφορὰν ἔχομεν στιγμῆς καὶ τόπου στιγμῆς, ὥστʼ εἰ μηδὲ ταύτης ἕτερόν ἐστιν ὁ τόπος, οὐδὲ τῶν ἄλλων οὐδενός, οὐδʼ ἐστί τι παρʼ ἕκαστον τούτων ὁ τόπος.
但是,我们无法在点和点的地方之间找出任何区别,因此,如果地方和点也没有区别,那么它和其余任何一个界限也不会有区别,地方也就不会是独立于这些界限中每一个之外的东西。
τί γὰρ ἄν ποτε καὶ θείημεν εἶναι τὸν τόπον;
因为我们究竟要把地方设想为什么呢?
οὔτε γὰρ στοιχεῖον οὔτʼ ἐκ στοιχείων οἷόν τε εἶναι τοιαύτην ἔχοντα φύσιν, οὔτε τῶν σωματικῶν οὔτε τῶν ἀσωμάτων·
因为具有如此本性的东西,既不可能是元素,也不可能是由元素构成的,无论它是身体性的还是无身体性的。
μέγεθος μὲν γὰρ ἔχει, σῶμα δʼ οὐδέν· ἔστι δὲ τὰ μὲν τῶν αἰσθητῶν στοιχεῖα σώματα, ἐκ δὲ τῶν νοητῶν οὐδὲν γίγνεται μέγεθος.
因为它具有大小,却不是物体;而可感事物的元素是物体,但从可知事物中不能产生出大小。
ἔτι δὲ καὶ τίνος ἄν τις θείη τοῖς οὖσιν σἴτιον εἶναι τὸν τόπον;
而且,人们会认为地方是存在事物的什么原因呢?
οὐδεμία γὰρ αὐτῷ ὑπάρχει αἰτία τῶν τεττάρων·
因为在四种原因中,没有一种是属于它的。
οὔτε γὰρ ὡς ὕλη τῶν ὄντων (οὐδὲν γὰρ ἐξ αὐτοῦ συνέστηκεν) οὔτε ὡς εἶδος καὶ λόγος τῶν πραγμάτων οὔθʼ ὡς τέλος, οὔτε κινεῖ τὰ ὄντα.
因为它既非作为存在事物的质料(因为没有什么是由它构成的),也非作为事物的形式和定义,亦非作为目的,它也不推动存在的事物。
ἔτι δὲ καὶ αὐτὸς εἰ ἔστι τι τῶν ὄντων, ποὺ ἔσται.
此外,如果它自身也是存在事物中的某种东西,它将在哪里呢?
ἡ γὰρ Ζήνωνος ἀπορία ζητεῖ τινὰ λόγον· εἰ γὰρ πᾶν τὸ ὂν ἐν τόπῳ, δῆλον ὅτι καὶ τοῦ τόπου τόπος ἔσται, καὶ τοῦτο εἰς ἄπειρον.
因为芝诺的疑难需要某种解释:如果每一个存在的事物都在一个地方,显然地方也将会有一个地方,如此以至无穷。
ἔτι ὥσπερ ἅπαν σῶμα ἐν τόπῳ, οὕτω καὶ ἐν τόπῳ ἅπαντι σῶμα·
再次,正如每一个物体都在地方中,在每一个地方中也都有一个物体。
πῶς οὖν ἐροῦμεν περὶ τῶν αὐξανομένων;
那么我们对那些增长着的事物该怎么说呢?
ἀνάγκη γὰρ ἐκ τούτων συναύξεσθαι αὐτοῖς τὸν τόπον, εἰ μήτʼ ἐλάττων μήτε μείζων ὁ τόπος ἑκάστου.
因为从这些来看,如果每一个东西的地方既不比它小也不比它大,那么地方就必然随着它们一同增长。
διὰ μὲν οὖν τούτων οὐ μόνον τί ἐστιν, ἀλλὰ καὶ εἰ ἔστιν, ἀπορεῖν ἀναγκαῖον.
因此,通过这些,我们不仅对它是什么,而且对它是否存在,都必然产生疑难。