Humanitext Reader

亚里士多德 · 物理学 §4.3

在事物之中的多种含义与芝诺疑难

第 41 段,共 113 段 · 希腊语

内容简介

本文梳理了“在……之中”的八种不同含义,并论证了一个事物不可能在自身之中,无论是以第一性的方式还是作为偶性。基于此,亚里士多德解决了芝诺关于“地方在地方之中”的疑难,并确认了地方既非质料也非形式。

§4.3Μετὰ δὲ ταῦτα ληπτέον ποσαχῶς ἄλλο ἐν ἄλλῳ λέγεται.
在此之后,我们必须把握一个事物在另一个事物之中可以有几种说法。
ἕνα μὲν δὴ τρόπον ὡς ὁ δάκτυλος ἐν τῇ χειρὶ καὶ ὅλως τὸ μέρος ἐν τῷ ὅλῳ.
确实,第一种方式就像手指在手之中,以及总的来说部分在整体之中。
ἄλλον δὲ ὡς τὸ ὅλον ἐν τοῖς μέρεσιν· οὐ γάρ ἐστι παρὰ τὰ μέρη τὸ ὅλον.
第二种方式像整体在部分之中;因为整体并不能脱离部分而存在。
ἄλλον δὲ τρόπον ὡς ὁ ἄνθρωπος ἐν ζῴῳ καὶ ὅλως εἶδος ἐν γένει.
第三种方式像人眼在动物之中,以及总的来说种在属之中。
ἄλλον δὲ ὡς τὸ γένος ἐν τῷ εἴδει καὶ ὅλως τὸ μέρος τοῦ εἴδους ἐν τῷ λόγῳ.
第四种方式像属在种之中,以及总的来说定义的组成部分在定义之中。
ἔτι ὡς ἡ ὑγίεια ἐν θερμοῖς καὶ ψυχροῖς καὶ ὅλως τὸ εἶδος ἐν τῇ ὕλῃ.
此外,就像健康在冷热之中,以及总的来说形式在质料之中。
ἔτι ὡς ἐν βασιλεῖ τὰ τῶν Ἑλλήνων καὶ ὅλως ἐν τῷ πρώτῳ κινητικῷ.
此外,就像希腊人的事务在国王手中,以及总的来说万物在第一推动者之中。
ἔτι ὡς ἐν τῷ ἀγαθῷ καὶ ὅλως ἐν τῷ τέλει· τοῦτο δʼ ἐοτὶ τὸ οὗ ἕνεκα.
此外,就像事物在善之中,以及总的来说在目的之中;而这就是“为了什么”。
πάντων δὲ κυριώτατον τὸ ὡς ἐν ἀγγείῳ καὶ ὅλως ἐν τόπῳ.
而在所有这些方式中最本意的,是事物在容器之中,以及总的来说在地方之中。
ἀπορήσειε δʼ ἄν τις, ἆρα καὶ αὐτό τι ἐν ἑαυτῷ ἐνδέχεται εἶναι, ἢ οὐδέν, ἀλλὰ πᾶν ἢ οὐδαμοῦ ἢ ἐν ἄλλῳ.
有人可能会提出疑问,是否一个事物自身也能在自身之中,或者没有什么是这样的,而是所有东西要么无处存在,要么在别的东西之中。
διχῶς δὲ τοῦτʼ ἔστιν, ἤτοι καθʼ αὐτὸ ἢ καθʼ ἕτερον.
这有两种方式,即要么因自身,要么因他物。
ὅταν μὲν γὰρ ᾖ μόρια τοῦ ὅλου τὸ ἐν ᾧ καὶ τὸ ἐν τούτῳ, λεχθήσεται τὸ ὅλον ἐν αὐτῷ· λέγεται γὰρ καὶ κατὰ τὰ μέρη, οἷον λευκὸς ὅτι ἡ ἐπιφάνεια λευκή, καὶ ἐπιστήμων ὅτι τὸ λογιστικόν.
因为当“在其中的容器”和“在其中的事物”是整体的各部分时,整体就会被说成是在自身之中;因为整体也是就其部分而言被说的,例如,说一个人是白的,是因为他的表面是白的,说他是知晓的,是因为他的理智部分是知晓的。
ὁ μὲν οὖν ἀμφορεὺς οὐκ ἔσται ἐν αὐτῷ, οὐδʼ ὁ οἶνος· ὁ δὲ τοῦ οἴνου ἀμφορεὺς ἔσται·
因此,双耳瓶本身不会在自身之中,酒也不会,但盛酒的双耳瓶会在。
ὅ τε γὰρ καὶ ἐν ᾧ, ἀμφότερα τοῦ αὐτοῦ μόρια.
因为“在其中的东西”和“在其中的容器”两者都是同一个整体的部分。
οὕτω μὲν οὖν ἐνδέχεται αὐτό τι ἐν αὐτῷ εἶναι, πρώ· τως δʼ οὐκ ἐνδέχεται.
因此,以这种方式一个事物是有可能在自身之中的,但直接地(第一性地)是不可能的。
οἷον τὸ λευκὸν ἐν σώματι (ἡ ἐπιφάνεια γὰρ ἐν σώματι), ἡ δʼ ἐπιστήμη ἐν ψυχῇ· κατὰ ταῦτα δὲ αἱ προσηγορίαι μέρη ὄντα, ὥς γε ἐν ἀνθρώπῳ (ὁ δὲ ἀμφορεὺς καὶ ὁ οἶνος χωρὶς μὲν ὄντα οὐ μέρη, ἅμα δέ διὸ ὅταν ᾖ μέρη, ἔσται αὐτὸ ἐν αὐτῷ)· οἷον τὸ λευκὸν ἐν ἀνθρώπῳ ὅτι ἐν σώματι, καὶ ἐν τούτῳ ὅτι ἐν ἐπιφανείᾳ· ἐν δὲ ταύτη οὐκέτι κατʼ ἄλλο.
例如,白在身体之中(因为表面在身体之中),而知识在灵魂之中;并就这些而言,在人(作为整体)的情况下,这些部分给出了名称(因为双耳瓶和酒分开时不是部分,但在一起时就是;因此当它们是部分时,事物就会在自身之中);例如,白在人之中是因为它在身体之中,而在身体之中是因为在表面之中,但在表面之中时就不再是因为别的东西了。
καὶ ἕτερά γε τῷ εἴδει ταῦτα, καὶ ἄλλην φύσιν ἔχει ἑκάτερον καὶ δύναμιν, ἥ τʼ ἐπιφάνεια καὶ τὸ λευκόν.
而且这些在种上是不同的,表面和白各自具有不同的本性和能力(规定性)。
οὔτε δὴ ἐπακτικῶς σκοποῦσιν οὐδὲν ὁρῶμεν ἐν ἑαυτῷ κατʼ οὐδένα τῶν διορισμῶν, τῷ τε λόγῳ δῆλον ὅτι ἀδύνατον· δεήσει γὰρ ἀμφότερα ἑκάτερον ὑπάρ·
因此,无论是通过归纳来考察,我们都没有看到有任何事物按上述任何一种规定在自身之中,而且通过论理也清楚这是不可能的。
χειν, οἷον τὸν ἀμφορέα ἀγγεῖόν τε καὶ οἶνον εἶναι καὶ τὸν οἶνον οἶνόν τε καὶ ἀμφορέα, εἴπερ ἐνδέχεται αὐτό τι ἐν αὐτῷ εἶναι.
因为如果一个事物确实可以在自身之中,那么对于两者中的每一个,都必须具有两者的性质,例如,双耳瓶既是容器又是酒,酒既是酒又是双耳瓶。
ὥστʼ εἰ ὅτι μάλιστα ἐν ἀλλήλοις εἶεν, ὁ μὲν ἀμφορεὺς δέξεται τὸν οἶνον οὐχ ᾗ αὐτὸς οἶνος ἀλλʼ ᾗ ἐκεῖνος, ὁ δʼ οἶνος ἐνέσται ἐν τῷ ἀμφορεῖ οὐχ ᾖ αὐτὸς ἀμ· φορεὺς ἀλλʼ ᾗ ἐκεῖνος.
因此,即使它们最大程度地互相在对方之中,双耳瓶容纳酒也不是就其自身是酒而言,而是就那另一个是酒而言,而酒在双耳瓶之中也不是就其自身是双耳瓶而言,而是就那另一个是双耳瓶而言。
κατὰ μὲν οὖν τὸ εἶναι ὅτι ἕτερον, δῆλον· ἄλλος γὰρ ὁ λόγος τοῦ ἐν ᾧ καὶ τοῦ ἐν τούτῳ.
因此,就其存在(定义)而言,两者是不同的,这是显而易见的;因为“在其中的容器”的定义与“在其中的事物”的定义是不同的。
ἀλλὰ μὴν οὐδὲ κατὰ συμβεβηκὸς ἐνδέχεται· ἄμα γὰρ δύο ἐν ταὐτῷ ἔσται·
然而,即使作为偶性也是不可能的;因为那样两个事物就会同时在同一个地方。
αὐτός τε γὰρ ἐν αὐτῷ ὁ ἀμφορέὺς ἔσται, εἰ οὗ ἡ φύσις δεκτική, τοῦτʼ ἐνδέχεται ἐν αὐτῷ εἶναι, καὶ ἔτι ἐκεῖνο οὗ δεκτικόν, οἶον, εἰ οἴνου, ὁ οἶνος.
因为双耳瓶自身将在其自身之中,如果具有容纳本性的事物可以在自身之中,并且它所容纳的东西,例如要是盛酒的话,酒也将在其中。
ὅτι μὲν οὖν ἀδύνατον ἐν αὐτῷ τι εἶναι πρώτως, δῆλον·
因此,显然任何事物都不可能直接地(第一性地)在自身之中。
ὃ δὲ Ζήνων ἠπόρει, ὅτι εἰ ὁ τόπος ἐστί τι, ἔν τινι ἔσται, λύειν οὐ χαλεπόν·
而芝诺所提出的疑难——即如果地方是某种存在,它将在某个地方之中——也不难解决。
οὐδὲν γὰρ κωλύει ἐν ἄλλῳ εἶναι τὸν πρῶτον τόπον, μὴ μέντοι ὡς ἐν τόπῳ ἐκείνῳ, ἀλλʼ ὥσπερ ἡ μὲν ὑγίεια ἐν τοῖς θερμοῖς ὡς ἕξις, τὸ δὲ θερμὸν ἐν σώματι ὡς πάθος.
因为没有什么阻止第一地方在别的东西之中,但并非作为在地方之中,而是正如健康在热的东西之中作为状态,热在身体之中作为受动。
ὥστε οὐκ ἀνάγκη εἰς ἄπειρον ἰέναι.
因此,没有必要陷入无限后退。
ἐκεῖνο δὲ φα· νερόν, ὅτι ἐπεὶ οὐδὲν τὸ ἀγγεῖον τοῦ ἐν αὐτῷ (ἕτερον γὰρ τὸ πρώτως ὅ τε καὶ ἐν ᾧ), οὐκ ἂν εἴη οὔτε ἡ ὕλη οὔτε τὸ εἶδος ὁ τόπος, ἀλλʼ ἕτερον.
而有一点是清楚的,即既然容器不是它所容纳之物的一部分(因为第一性地在其中的东西和它在其中的容器是不同的),那么质料和形式就都不会是地方,而是别的什么。
ἐκείνου γάρ τι ταῦτα τοῦ ἐνόντος, καὶ ἡ ὕλη καὶ ἡ μορφή.
因为这些,即质料和形态,都是存在于其中之物的一部分。
ταῦτα μὲν οὖν ἔστω διηπορημένα.
那么,关于这些问题的疑难就到此讨论完毕。

词汇与语法注释

  1. 210bκατὰ ταῦτα δὲ αἱ προσηγορίαι μέρη ὄντα, ὥς γε ἐν ἀνθρώπῳ — `κατὰ ταῦτα`(根据这些)指白在身体(表面)之中、知识在灵魂(理性部分)之中的例子。`μέρη ὄντα`(作为部分)是主格分词短语(中性复数),解释了为什么这些部分所拥有的属性可以被用来称呼(αἱ προσηγορίαι)整体(如“人”)。
  2. 210bεἰ οὗ ἡ φύσις δεκτική, τοῦτʼ ἐνδέχεται ἐν αὐτῷ εἶναι — 此处的句法中,`τοῦτο`(容纳他物者,如容器)既是主语,也是关系代词 `οὗ` 的先行词。`οὗ ἡ φύσις δεκτική` 意为“其本性是容纳者(的那种东西)”,整句构成了条件从句:“如果其本性是容纳者的东西能在其自身之中”。
  3. 210bοὐδὲν γὰρ κωλύει ἐν ἄλλῳ εἶναι τὸν πρῶτον τόπον, μὴ μέντοι ὡς ἐν τόπῳ ἐκείνῳ — 这是对芝诺关于地方无限后退悖论的解答。即使 `τὸν πρῶτον τόπον`(第一地方或直接地方)在别的东西之中,它也不是“作为在地方之中” (`ὡς ἐν τόπῳ`)而被包含的。通过诉诸“在……之中”的其他含义类型(如健康在热者之中作为状态,或热在身体之中作为受动),亚里士多德避免了无限后退。

引用这一段

亚里士多德, 物理学 §4.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg031.humanitext-grc1:4.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。