§4.14#2ἐπεὶ δʼ ἔστι φορὰ
καὶ ταύτης ἡ κύκλῳ, ἀριθμεῖται δʼ ἕκαστον ἑνί τινι συγγενεῖ, μονάδες μονάδι, ἵπποι δʼ ἵππῳ, οὕτω δὲ καὶ ὁ χρόνος χρόνῳ τινὶ ὡρισμένῳ, μετρεῖται δʼ, ὥσπερ εἴπομεν, ὅ τε χρόνος κινήσει καὶ ἡ κινήσις χρόνῳ (τοῦτο δʼ ἐστίν, ὅτι ὑπὸ τῆς ὡρισμένης κινήσεαως χρύνῳ μετρεῖται τῆς τε κινήσεως τὸ ποσὸν καὶ τοῦ χρόνου)--εἰ οὖν τὸ πρῶτον μέτρον πάντων τῶν συγγενῶν, ἡ κυκλοφορία ἡ ὁμαλὴς μέτρον μάλιστα, ὅτι. ὁ ἀριθμὸς ὁ ταύτης γνωριμώτατος.
既然存在位移,且其中有圆周位移,而每种事物都由某种同类的单一事物来数(单位用单位,马用马),同样地,时间也由某种特定的时间来数。 并且,正如我们所说,时间由运动来测量,运动也由时间来测量(这是指,由以时间限定的运动,测量出运动的量和时间的量)。 那么,如果第一者是所有同类事物的尺度,那么均匀的圆周运动在最高程度上是尺度,因为它的数是最为人所知的。
ἀλλοίωσις μὲν οὖν οὐδὲ αὔξησις οὐδὲ γένεσις οὐκ εἰσὶν ὁμαλεῖς, φορὰ δʼ ἔστιν.
然而,质变、增长和生成都不是均匀的,而位移可以是均匀的。
διὸ καὶ δοκεῖ ὁ χρόνος εἶναι ἡ τῆς σφαίρας κίνησις, ὅτι ταύτῃ μετροῦνται αἱ ἄλλαι κινήσεις καὶ ὁ χρόνος ταύτῃ τῇ κινήσει.
因此,时间也被认为是天球的运动,因为其他运动都由它测量,而时间也由这一运动测量。
διὰ δὲ τοῦτο καὶ τὸ εἰωθὸς λέγεσθαι συμβαίνει· φασὶν γὰρ κύκλον εἶναι τὰ ἀνθρώπινα πράγματα, καὶ τῶν ἄλλων τῶν κί·
正因为如此,通常所说的话也是相合的:人们说人世间的事情是一个圆环,对于其他具有自然运动、生成和消灭的事物也是这样说的。
νησιν ἐχόντων φυσικὴν καὶ γένεσιν καὶ φθοράν. τοῦτο δέ, ὅτι ταῦτα πάντα τῷ χρόνῳ κρίνεται, καὶ λαμβάνει τελευτὴν καὶ ἀρχὴν ὥσπερ ἂν εἰ κατά τινα περίοδον.
这是因为所有这些都是由时间来判定的,并且它们接收终点和起点,就好像是按照某种周期一样。
καὶ γὰρ ὁ χρόνος αὐτὸς εἶναι δοκεῖ κύκλος τις· τοῦτο δὲ πάλιν δοκεῖ, διότι τοιαύτης ἐστὶ φορᾶς μέτρον καὶ μετρεῖται αὐτὸς ὑπὸ τοιαύτης.
因为时间本身似乎也是某种圆环;而这又被认为是因为它是这种位移的尺度,并且它自身也由这种位移测量。
ὥστε τὸ λέγειν εἶναι τὰ γιγνόμενα τῶν πραγμάτων κύκλον τὸ λέγειν ἐστὶν τοῦ χρόνου εἶναί τινα κύκλον· τοῦτο δέ, ὅτι μετρεῖται τῇ κυκλοφορίᾳ·
因此,说在事态中生成的事物是一个圆环,就是说时间有某种圆环;这是因为它是用圆周运动来测量的。
παρὰ γὰρ τὸ μέτρον οὐδὲν ἄλλο παρεμφαίνεται τῷ μετρουμένῳ, ἀλλʼ ἢ πλείω μέτρα τὸ ὅλον.
因为除了尺度之外,在被测量物中没有其他东西额外表现出来,除了作为更多尺度的整体。
λέγεται δὲ ὀρθῶς καὶ ὅτι ἀριθμὸς μὲν ὁ αὐτὸς ὁ
τῶν προβάτων καὶ τῶν κυνῶν, εἰ ἴσος ἑκάτερος, δεκὰς δὲ οὐχ ἡ αὐτὴ οὐδὲ δέκα τὰ αὐτά, ὥσπερ οὐδὲ τρίγωνα τὰ αὐτὰ τὸ ἰσόπλευρον καὶ τὸ σκαληνές, καίτοι σχῆμά γε ταὐτό, ὅτι τρίγωνα ἄμφω·
同样,说绵羊和狗的数是相同的(如果每一方的数量相等),但它们并不是同一个十,也不是相同的十个事物,这是说得对的。 正如等边三角形和不等角三角形不是相同的三角形,尽管它们在几何图形上是相同的(因为两者都是三角形)。
ταὐτὸ γὰρ λέγεται οἧ μὴ διαφέρει διαφορᾷ, ἀλλʼ οὐχὶ οὗ διαφέρει, οἷον τρίγωνον τριγώνου τριγώνου διαφορᾷ διμαφέρει· τοιγαροῦν ἕτερα τρίγωνα· σχήματος δέ οὔ, ἀλλʼ ἐν τῇ αὐτῇ διαιρέσει καὶ μιᾷ.
因为,“相同”是指不因一种差异而有差异的东西,而不是指有差异的东西,例如一个三角形因三角形的差异而不同于另一个三角形;因此,它们是不同的三角形;但就图形而言则不然,而是属于相同且单一的划分。
σχῆμα γὰρ τὸ μὲν τοιόνδε κύκλος, τὸ δὲ τοιόνδε τρίγωνον, τούτου δέ τὸ μὲν τοι. όνδε ἰσόπλευρον, τὸ δὲ τοιόνδε σκαληνές.
因为就图形而言,这种图形是圆,那种图形是三角形,而在三角形中,这种是等边三角形,那种是不等角三角形。
σχῆμα μὲν οὖν τὸ αὐτό, καὶ τοῦτο τρίγωνον, τρίγωνον δʼ οὐ τὸ αὐτό.
因此,图形是相同的,且这个也是三角形,但它们不是相同的三角形。
καὶ ἀριθμὸς δὴ ὁ αὐτός (οὐ γὰρ διμαφέρει ἀριθμοῦ διαφορᾷ ὁ ἀριθμὸς αὐτῶν), δεκὰς δʼ οὐχ ἡ αὐτή· ἐφʼ ὧν γὰρ λέγεται, διαφέρει· τὰ μὲν γὰρ κύνες, τὰ δʼ ἵπποι.
数确实也是相同的(因为它们的数不因数的差异而有差异),但它们不是同一个十;因为该数所表述的对象不同,因为一者是狗,另一者是马。
καὶ περὶ μὲν χρόνου καὶ αὐτοῦ καὶ τῶν περὶ αὐτὸν οἰκείων τῇ σκέψει εἴρηται.
关于时间本身以及与它相关的、适合于这一探讨的属性,已经讨论完毕。