Humanitext Reader

亚里士多德 · 物理学 §4.14#1

时间中的运动、计数的灵魂与时间的同一性

第 58 段,共 113 段 · 希腊语

内容简介

作者根据“先”和“后”的概念论证了一切运动和变化都在时间中,进而探讨了时间与作为计数主体的灵魂之间的关系,以及时间在不同的运动中如何保持同一。

§4.14#1Τούτων δʼ ἡμῖν οὕτω διωρισμένων φανερὸν ὅτι πᾶσα μεταβολὴ καὶ ἅπαν τὸ κινούμενον ἐν χρόνῳ.
既然这些事物已被我们这样规定,显而易见,一切变化以及一切被运动的事物都在时间中。
τὸ γὰρ θᾶττον καὶ βραδύτερον κατὰ πᾶσάν ἐστιν μεταβολήν (ἐν πᾶσι γὰρ οὕτω φαίνεται)· λέγω δὲ θᾶττον κινεῖσθαι τὸ πρότερον μεταβάλλον εἰς τὸ ὑποκείμενον κατὰ τὸ αὐτὸ διάστημα καὶ ὁμαλὴν κίνησιν κινούμενον (οἶον ἐπὶ τῆς φορᾶς, εἰ ἄμφω κατὰ τὴν περιφερῆ κινεῖται ἢ ἄμφω κατὰ τὴν εὐθεῖαν·
因为较快和较慢存在于一切变化中(因为在一切变化中都显得如此);而我所说的“运动得较快”,是指那个在相同的距离内且以均匀的运动,先变化到基底事物(终点)的东西(例如在位移的情况下,如果两者都沿着圆周运动,或者两者都沿着直线运动;对于其他变化也是如此)。
ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων). ἀλλὰ μὴν τό γε πρότερον ἐν χρόνῳ ἐστί πρότερον γὰρ καὶ ὕστερον λέγομεν κατὰ τὴν πρὸς τὸ νῦν ἀπόστασιν, τὸ δὲ νῦν ὅρος τοῦ παρήκοντος καὶ τοῦ μέλλοντος· ὥστʼ ἐπεὶ τὰ νῦν ἐν χρόνῳ, καὶ τὸ πρότερον καὶ ὕστερον ἐν χρόνηῳ ἔσται· ἐν ᾦ γὰρ τὸ νῦν, καὶ ἡ τοῦ νῦν ἀπόστασις.
然而,“先”确实是在时间中;因为我们是根据与“现在”的距离来谈论“先”和“后”的,而“现在”是过去和未来的边界;因此,既然“现在”在时间中,“先”和“后”也将在时间中;因为在“现在”所处的地方,与“现在”的距离也在那里。
(ἐναντίως δὲ λέγεται τὸ πρότερον κατά τε τὸν παρεληλυθότα χρόνον καὶ τὸν μέλλοντα· ἐν μὲν γὰρ τῷ παρεληλυθότι πρότερον λέγομεν τὸ πορρώτερον τοῦ νῦν, ὕστερον δὲ τὸ ἐγγύτερον, ἐν δὲ τῷ μέλλοντι πρότερον μὲν τὸ ἐγγύτερον, ὕστερον δὲ τὸ πορρώτερον.
(但是,“先”在过去的时间和未来的时间中是以相反的方式被谈论的;因为在过去,我们把离“现在”较远的东西称为“先”,较近的称为“后”;而在未来,我们把较近的称为“先”,较远的称为“后”。
) ὥστε ἐπεὶ τὸ μὲν πρότερον ἐν χρόνῳ, πάσῃ δʼ ἀκολουθεῖ κινήσει τὸ πρότερον, φανερὸν ὅτι πᾶσα μεταβολὴ καὶ πᾶσα κίνησις ἐν χρόνῳ ἐστίν.
)因此,既然“先”在时间中,且“先”伴随着一切运动,显而易见,一切变化和一切运动都在时间中。
ἄξιον δʼ ἐπισκέψεως καὶ πῶς ποτε ἔχει ὁ χρόνος πρὸς τὴν ψυχήν, καὶ διὰ τί ἐν παντὶ δοκεῖ εἶναι ὁ χρόνος, καὶ ἐν γῇ καὶ ἐν θαλάττῃ καὶ ἐν οὐρανῷ.
同样值得探讨的是,时间与灵魂有什么样的关系,以及为什么时间似乎存在于一切事物中,无论是在陆地上、在海洋中,还是在天空中。
ἢ ὅτι κινήσεώς τι πάθος ἢ ἕξις, ἀριθμός γε ὥν, ταῦτα δὲ κινητὰ πάντα (ἐν τόπῳ γὰρ πάντα), ὁ δὲ χρόνος καὶ ἡ κίνησις ἄμα κατά τε δύναμιν καὶ κατʼ ἐνέργειμαν;
或者是因为时间是运动的某种受动状态或状态(至少它是一种数),而这些(地、海、天等)都是可运动的(因为一切都在空间中)? 同时,时间与运动在潜能上和现实上也是在一起的吗?
πότερον δὲ μὴ οὔσης ψυχῆς εἴη ἂν ὁ χρόνος ἢ οὔ, ἀπορήσειεν ἄν τις.
但是,如果灵魂不存在,时间还会存在吗? 这可能是一个人们会产生疑问的问题。
ἀδυνάτου γὰρ ὄντος εἶναι τοῦ ἀριθμήσοντος ἀδύνατον καὶ ἀριθμητόν τι εἶναι, ὥστε δῆλον ὅτι οὐδʼ ἀριθμός. ἀριθμὸς γὰρ ἢ τὸ ἠριθμημένον ἢ τὸ ἀριθμητόν.
因为如果不可能有去数数的主体,也就不可能有任何可数的东西,所以显然也不会有数;因为数要么是已被数过的东西,要么是可数的东西。
εἰ δὲ μηδὲν ἄλλο πέφυκεν ἀριθμεῖν ἢ ψυχὴ καὶ ψυχῆς νοῦς, ἀδύνατον εἶναι χρόνον ψυχῆς μὴ οὕσης, ἀλλʼ ἢ τοῦτο ὅ ποτε ὂν ἔστιν ὁ χρόνος, οἷον εἰ ἐνδέχεται κίνησιν εἶναι ἄνευ ψυχῆς.
如果除了灵魂和灵魂的理智之外,没有其他东西在自然上能够数数,那么在灵魂不存在时,时间是不可能存在的,除非仅仅是作为时间之所是的那个作为基底的存在者(例如,如果无灵魂也可能存在运动的话)。
τὸ δὲ πρότερον καὶ ὕστερον ἐν κινήσει ἐστίν· χρόνος δὲ ταῦτʼ ἐστὶν ᾗ ἀριθμητά ἐστιν.
而“先”和“后”是在运动中的,当它们作为可数的东西时,时间就是这些。
ἀπορήσειε δʼ ἄν τις καὶ ποίας κινήσεως ὁ χρόνος ἀριθμός.
人们可能还会产生疑问,时间是哪一种运动的数。
ἢ ὁποιασοῦν;
或者是任何一种运动的数?
καὶ γὰρ γίγνεται ἐν χρόνῳ καὶ φθείρεται καὶ αὐξάνεται καὶ ἀλλοιοῦται καὶ φέρεται· ᾗ οὖν κίνησίς ἐστι, ταύτῃ ἐστὶν ἑκάστης κινήσεως ἀριθμός.
因为事物在时间中生成、消灭、增长、改变和移动;因此,就其为运动而言,时间在这一方面是每一种运动的数。
διὸ κινήσεως ἐστιν ἁπλῶς ἀριθμὸς συνεχοῦς, ἀλλʼ οὐ τινός.
所以,时间仅仅是连续运动的数,而不是某一种特定运动的数。
ἀλλʼ ἔστι νῦν κεκινῆσθαι καὶ ἄλλο ὧν ἑκατέρας τῆς κινήσεως εἴη ἂν ἀριθμός.
但是,现在可能有一个事物已经运动,并且另一个事物也已经运动,这两种运动各自都会有一个数。
ἕτερος οὖν χρόνος ἔστιν, καὶ ἅμα δύο ἴσοι χρόνοι ἂν εἶεν·
那么,会存在不同的时间吗? 会有两个相等的、同时的时间吗?
ἢ οὔ;
还是不会呢?
ὁ αὐτὸς γὰρ χρόνος καὶ εἶς ὁ ἴσος καὶ ἅμα· εἴδει δὲ καὶ οἱ μὴ ἅμα· εἰ γὰρ εἶεν κύνες, οἱ δʼ ἵπποι, ἑκάτεροι δʼ ἑπτά, ὁ αὐτὸς ἀριθμός.
因为相等且同时的时间是同一个且唯一的时间;而那些不同时的时间在种上也是相同的(因为如果有狗,又有马,每种各有七个,它们就是相同的数)。
οὕτω δὲ καὶ τῶν κινήσεων τῶν ἅμα περαινομένων ὁ αὐτὸς χρόνος, ἀλλʼ ἡ μὲν ταχεῖα ἴσως ἡ δʼ οὔ, καὶ ἡ μὲν φορὰ ἡ δʼ ἀλλοίωσις·
同样,对于同时完成的那些运动,也有着相同的时间,尽管其中一个可能快而另一个不快,且一个是位移而另一个是质变。
ὁ μέντοι χρόνος ὁ αὐτός, εἴπερ καὶ ἴσος καὶ ἅμα, τῆς τε ἀλλοιώσεως καὶ τῆς φορᾶς.
然而,对于质变和位移而言,如果时间确实是相等且同时的,那么它就是同一个时间。
καὶ διὰ τοῦτο αἱ μὲν κινήσεις ἕτεραι καὶ χωρίς, ὁ δὲ χρόνος πανταχοῦ ὁ αὐτός, ὅτι καὶ ὁ ἀριθμὸς εἶς καὶ ὁ αὐτὸς πανταχοῦ ὁ τῶν ἴσων καὶ ἅμα.
正因为如此,尽管运动是不同的且分离的,时间在各处都是相同的,因为相等且同时的事物的数在各处也是一个且相同的。

词汇与语法注释

  1. 223aἀδυνάτου γὰρ ὄντος εἶναι τοῦ ἀριθμήσοντος — 属格绝对独立结构。伴随连词 `γάρ`,整个结构包含条件句“如果……”的含义。`τοῦ ἀριθμήσοντος`(将来分词名词化)意为“去数数的主体”,作分词 `ὄντος` 的逻辑主语。
  2. p.104ἀλλʼ ἢ τοῦτο ὅ ποτε ὂν ἔστιν ὁ χρόνος — `ἀλλ' ἤ` 是表示“除了……之外”或“仅仅”的惯用法。它限制了前文的 `ἀδύνατον εἶναι χρόνον...`(时间是不可能存在的),意为“除非是作为时间之所是的那个作为基底的存在者”。`ὄν` 是分词,指代事物底层的存在(基底)。
  3. 223bἔστι νῦν κεκινῆσθαι καὶ ἄλλο — `ἔστι` 用作表示可能的无人称动词,后接完成时不定式 `κεκινῆσθαι`,意为“……是可能的”。`ἄλλο` 是该不定式的逻辑主语(宾格),整句意为“现在另一个事物也可能已经运动”。

引用这一段

亚里士多德, 物理学 §4.14#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg031.humanitext-grc1:4.14%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。