Humanitext Reader

亚里士多德 · 物理学 §4.13

作为连结与分割的“现在”与时间词

第 57 段,共 113 段 · 希腊语

内容简介

亚里士多德通过与几何学线条的对比,讨论了“现在”作为保持时间连续性同时又具有潜在可分性的特征,并定义了数个与时间相关的副词。他再次确认时间本质上是消灭的原因。

§4.13Τὸ δὲ νῦν ἐστιν συνέχεια χρόνου, ὥσπερ ἐλέχθη· συνέχει γὰρ τὸν χρόνον τὸν παρεληλυθότα καὶ ἐσόμενον, καὶ πέρας χρόνου ἐστίν· ἔστι γὰρ τοῦ μὲν ἀρχή, τοῦ δὲ τελευτή.
“现在”是时间的连续性(或联结者),正如所说的那样;因为他联结着过去的时间和将来的时间,并且是时间的边界;因为它是这一方的开始,是那一方的终点。
ἀλλὰ τοῦτʼ οὐχ ὥσπερ ἐπὶ τῆς στιγμῆς μενούσης φανερόν.
然而这并不像留在原处的点那样显而易见。
διαιρεῖ δὲ δυνάμει.
它是潜能上分割的。
καὶ ᾗ μὲν τοιοῦτο, αἰεὶ ἕτερον τὸ νῦν, ᾗ δὲ συνδεῖ, αἰεὶ τὸ αὐτό, ὥσπερ ἐπὶ τῶν μαθηματικῶν γραμμῶν (οὐ γὰρ ἡ αὐτὴ αἰεὶ στιγμὴ τῇ νοήσει· διαιρούντων γὰρ ἄλλη καὶ ἄλλη· ᾗ δὲ μία, ἡ αὐτὴ πάντῃ)—οὕτω καὶ τὸ νῦν τὸ μὲν τοῦ χρόνου διαίρεσις κατὰ δύναμιν, τὸ δὲ πέρας ἀμφοῖν καὶ ἑνότης· ἔστι δὲ ταὐτὸ καὶ κατὰ ταὐτὸ ἡ διαίρεσις καὶ ἡ ἕνωσις, τὸ δʼ εἶναι οὐ ταὐτό.
就其如此而言,“现在”始终不同,而就其联结而言,它始终是同一个,就像数学中的线一样(因为在思想中并不始终是同一个点;因为对于分割者来说是不同的点;但就其为一个而言,它是完全同一个)——同样,“现在”一方面是时间在潜能上的分割,另一方面是两者的边界和统一;而分割与结合就同一事物而言是同一个,其存在(本质)却不是同一个。
τὸ μὲν οὖν οὕτω λέγεται τῶν νῦν, ἄλλο δʼ ὅταν ὁ χρόνος ὁ τούτου ἐγγὺς ᾖ.
因此,一种含义的“现在”是这样说的,另一种含义则是当靠近它的时间存在的时候。
ἥξει νῦν, ὅτι τήμερον ἥξει· ἥκει νῦν, ὅτι ἦλθε τήμερον.
“他现在将来”,因为他今天将来;“他现在已来”,因为他今天已来。
τὰ δʼ ἐν Ἰλίῳ γέγονεν οὐ νῦν, οὐδʼ ὁ κατακλυσμὸς νῦν· καίτοι συνεχὴς ὁ χρόνος εἰς αὐτά, ἀλλʼ ὅτι οὐκ ἐγγύς.
而伊利翁的事并非发生在“现在”,大洪水也非发生在“现在”;虽然时间通向它们是连续的,但因为它们不近。
τὸ δὲ ποτέ χρόνος ὡρισμένος πρὸς τὸ πρότερον νῦν, οἷον ποτὲ ἐλήφθη Τροία, καὶ ποτὲ ἔσται κατακλυσμός· δεῖ γὰρ πεπεράνθαι πρὸς τὸ νῦν.
而 “何时”是指相对于先前的“现在”被画定的时间,例如“特洛伊曾经被占领”,以及“大洪水将要在某个时候发生”;因为相对于“现在”它必须是有限度的。
ἔσται ἄρα ποσός τις ἀπὸ τοῦδε χρόνος εἰς ἐκεῖνο, καὶ ἦν εἰς τὸ παρελθόν.
因此,从“现在”到那个时候将会有一段数量的时间,而对于过去也是如此。
εἰ δὲ μηδεὶς χρόνος ὃς οὔ ποτε, πᾶς ἂν εἴη χρόνος πεπερασμένος.
如果不存在不是“何时”的时间,那么所有的时间都会是有限的。
ἆῤ οὖν ὑπολείψει;
那么,时间会耗尽吗?
ἢ οὔ, εἴπερ αἰεὶ ἔστι κίνησις;
还是不会呢,如果运动始终存在的话?
ἄλλος οὖν ἢ ὁ αὐτὸς πολλάκις;
那么,时间是多次不同还是同一个?
δῆλον ὅτι ὡς ἂν ἡ κίνησις, οὕτω καὶ ὁ χρόνος· εἰ μὲν γὰρ ἡ αὐτὴ καὶ μία γίγνεταί ποτε, ἔσται καὶ χρόνος εἷς καὶ ὁ αὐτός, εἰ δὲ μή, οὐκ ἔσται.
显然,运动如何,时间也就如何;因为如果曾经发生过同一个且唯一的运动,时间也将会是一个且同一个,否则就不是。
ἐπεὶ δὲ τὸ νῦν τελευτὴ καὶ ἀρχὴ χρόνου, ἀλλʼ οὐ τοῦ αὐτοῦ, ἀλλὰ τοῦ μὲν παρήκοντος τελευτή, ἀρχὴ δὲ τοῦ μέλλοντος, ἔχοι ἂν ὥσπερ ὁ κύκλος ἐν τῷ αὐτῷ πως τὸ κυρτὸν καὶ τὸ κοῖλον, οὕτως καὶ ὁ χρόνος ἀεὶ ἐν ἀρχῇ καὶ τελευτῇ.
既然“现在”是时间的终点和起点,但不是同一个时间的,而是过去时间的终点,未来时间的起点,就像圆在同一个地方以某种方式具有凸与凹一样,时间也始终在起点和终点中。
καὶ διὰ τοῦτο δοκεῖ ἀεὶ ἕτερος· οὐ γὰρ τοῦ αὐτοῦ ἀρχὴ καὶ τελευτὴ τὸ νῦν· ἅμα γὰρ ἂν καὶ κατὰ τὸ αὐτὸ τἀναντία ἂν εἴη.
因此它似乎始终是不同的;因为“现在”不是同一个事物的起点和终点;否则相反者将会同时且在同一方面存在。
καὶ οὐχ ὑπολείψει δή· αἰεὶ γὰρ ἐν ἀρχῇ.
因此它确实不会耗尽;因为它始终在起点中。
τὸ δʼ ἤδη τὸ ἐγγύς ἐστι τοῦ παρόντος νῦν ἀτόμου μέρος τοῦ μέλλοντος χρόνου (πότε βαδίζεις;
“已经”是指未来的时间中靠近当前分割不出的“现在”的部分(“你什么时候散步?
ἤδη, ὅτι ἐγγὺς ὁ χρόνος ἐν ᾧ μέλλει), καὶ τοῦ παρεληλυθότος χρόνου τὸ μὴ πόρρω τοῦ νῦν (πότε βαδίζεις;
”“已经(马上),因为将要散步的时间近了”),也是过去的时间中离“现在”不远的部分(“你什么时候散步?
ἤδη βεβάδικα).
”“我已经散步了”)。
τὸ δὲ Ἴλιον φάναι ἤδη ἑαλωκέναι οὐ λέγομεν, ὅτι λίαν πόρρω τοῦ νῦν.
而说伊利翁“已经”被占领则不符合我们的说法,因为这离“现在”太远了。
καὶ τὸ ἄρτι τὸ ἐγγὺς τοῦ παρόντος νῦν μόριον τοῦ παρελθόντος.
而“刚”是过去时间中靠近当前“现在”的部分。
πότε ἦλθες;
“你什么时候来的?
ἄρτι, ἐὰν ᾖ ὁ χρόνος ἐγγὺς τοῦ ἐνεστῶτος νῦν.
”“刚来,如果这个时间靠近当前的现在的话”。
πάλαι δὲ τὸ πόρρω.
“很久前”是指遥远的时间。
τὸ δʼ ἐξαίφνης τὸ ἐν ἀναισθήτῳ χρόνῳ διὰ μικρότητα ἐκστάν· μεταβολὴ δὲ πᾶσα φύσει ἐκστατικόν.
而“突然”是指在由于微小而不可感觉的时间中发生的偏离;所有的变化在自然上都是使事物偏离原状的。
ἐν δὲ τῷ χρόνῳ πάντα γίγνεται καὶ φθείρεται· διὸ καὶ οἱ μὲν σοφώτατον ἔλεγον, ὁ δὲ Πυθαγόρειος Πάρων ἀμαθέστατον, ὅτι καὶ ἐπιλανθάνονται ἐν τούτῳ, λέγων ὀρθότερον.
在时间中万物生成并消灭;因此有人说它是最智慧的,而毕达哥拉斯派的巴隆则说它是最愚蠢的,因为人们在时间中也会遗忘,他的说法更正确。
δῆλον οὖν ὅτι φθορᾶς μᾶλλον ἔσται καθʼ αὑτὸν αἴτιος ἢ γενέσεως, καθάπερ ἐλέχθη καὶ πρότερον (ἐκστατικὸν γὰρ ἡ μεταβολὴ καθʼ αὑτήν), γενέσεως δὲ καὶ τοῦ εἶναι κατὰ συμβεβηκός.
显而易见,时间就其自身而言将更多是消灭的原因,而不是生成的因,正如先前所说(因为变化自身就是一种偏离原状),而对生成和存在而言是偶性的原因。
σημεῖον δὲ ἱκανὸν ὅτι γίγνεται μὲν οὐδὲν ἄνευ τοῦ κινεῖσθαί πως αὐτὸ καὶ πράττειν, φθείρεται δὲ καὶ μηδὲν κινούμενον.
一个充分的证据是,没有任何事物在没有自身被某种方式运动和作用的情况下生成,但即使没有任何运动,事物也会消灭。
καὶ ταύτην μάλιστα λέγειν εἰώθαμεν ὑπὸ τοῦ χρόνου φθοράν.
而我们最习惯于将这种消灭称为因时间而起的消灭。
οὐ μὴν ἀλλʼ οὐδὲ ταύτην ὁ χρόνος ποιεῖ, ἀλλὰ συμβαίνει ἐν χρόνῳ γίγνεσθαι καὶ ταύτην τὴν μεταβολήν.
然而,这并不是时间所造成的,而仅仅是这一变化恰好在时间中发生。
ὅτι μὲν οὖν ἔστιν ὁ χρόνος καὶ τί, καὶ ποσαχῶς λέγεται τὸ νῦν, καὶ τί τὸ ποτὲ καὶ τὸ ἄρτι καὶ τὸ ἤδη καὶ τὸ πάλαι καὶ τὸ ἐξαίφνης, εἴρηται.
因此,关于时间存在以及它是什么,“现在”在何种意义上被谈论,以及“何时”、“刚”、“已经”、“很久前”和“突然”是什么,已经说过了。

词汇与语法注释

  1. 222a10συνέχεια — 此处不仅包含“连续性”这一被动含义,还强烈体现了“联结者”、“使连续之物”的主动含义(与动词 συνέχει 关联)。
  2. 222a13ἐπὶ τῆς στιγμῆς μενούσης — 由介词 ἐπί 支配的属格短语,其中 μενούσης 是修饰 στιγμῆς 的分词。意为“在留存的点的情况下”,指代静止的几何学上的点,与时间流动的性质相对。
  3. 222a20τὸ δʼ εἶναι — 动词不定式的名词化用法,意为“存在”或“本质(定义)”。指出尽管分割(διαίρεσις)与结合(ἕνωσις)在事物上是同一的(即发生在“现在”),但它们在概念定义(εἶναι)上是不同的。
  4. 222a28εἰ δὲ μηδεὶς χρόνος ὃς οὔ ποτε — 包含双重否定的条件从句:“如果不存在不与‘何时(ποτέ)’相关的系统时间”。关系代词 ὅς 之后省略了动词 ἔστι(或相关的谓语)。

引用这一段

亚里士多德, 物理学 §4.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg031.humanitext-grc1:4.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。