Humanitext Reader

亚里士多德 · 物理学 §4.12#2

在时间中的事物、静止与非存在的度量

第 56 段,共 113 段 · 希腊语

内容简介

本节论证了在时间中的事物被时间所包围并遭受变化,而永恒存在的事物则不在时间中;同时确立了时间也是静止的尺度,且在非存在中只有部分事物(如过去和未来的事物)在时间中。

§4.12#2ἐπεὶ δέ ἐστιν ὡς ἐν ἀριθμῷ τὸ ἐν χρόνω, ληφθήσεταί τις πλείων χρόνος παντὸς τοῦ ἐν χρόνῳ ὄντος· διὸ ἀνάγκη πάντα τὰ ἐν χρόνῳ ὄντα περιέχεσθαι ὑπὸ χρόνου, ὥσπερ καὶ τἆλλα ὅσα ἔν τινί ἐστιν, οἷον τὰ ἐν τόπῳ ὑπὸ τοῦ τόπου.
既然在时间中存在就像在数目中一样,那么就可以取一个比任何在时间中的事物都更大的时间;因此,所有在时间中的事物都必然被时间所包围,就像其他在某物之中的事物一样,例如在空间中的事物被空间包围。
καὶ πάσχει δή τι ὑπὸ τοῦ χρόνου, καθάπερ καὶ λέγειν εἰώθαμεν ὅτι κατατήκει ὁ χρόνος, καὶ γηράσκει πάνθʼ ὑπὸ τοῦ χρόνου, καὶ ἐπιλανθάνεται διὰ τὸν χρόνον, ἀλλʼ οὐ μεμάθηκεν, οὐδὲ νέον γέγονεν οὐδὲ καλόν· φθορᾶς γὰρ αἴτιος καθʼ ἑαυτὸν μᾶλλον ὁ χρόνος· ἀριθμὸς γὰρ κινήσεως, ἡ δὲ κίνησις ἐξίστησιν τὸ ὑπάρχον·
而且确实,事物会受到时间的影响,正如我们习惯说“时间会消磨一切”,以及“万物因时间而变老”,“因时间而遗忘”,但是并没有因时间而学会,也没有因时间而变年轻或变美丽;因为就其自身而言,时间更多是消灭的原因,因为它是运动的数,而运动使存在的事物脱离其原状。
ὥστε φανερὸν ὅτι τὰ αἰεὶ ὄντα, ᾗ αἰεὶ ὄντα, οὐκ ἔστιν ἐν χρόνῳ·
因此显而易见,始终存在的事物,只要它们是始终存在的,就都不在时间中;因为它们不被时间包围,它们的存在也不被时间所测量。
οὐ γὰρ περιέχεται ὑπὸ χρόνου, οὐδὲ μετρεῖται τὸ εἶναι αὐτῶν ὑπὸ τοῦ χρόνου· σημεῖον δὲ τούτου ὅτι οὐδὲ πάσχει οὐδὲν ὑπὸ τοῦ χρόνου ὡς οὐκ ὄντα ἐν χρόνῳ.
这方面的证据是,由于它们不在时间中,它们不受到时间的一丝影响。
ἐπεὶ δʼ ἐστὶν ὁ χρόνος μέτρον κινήσεως, ἔσται καὶ ἠρεμίας μέτρον· πᾶσα γὰρ ἠρεμία ἐν χρόνῳ.
既然时间是运动的尺度,它也将是静止的尺度;因为所有的静止都在时间中。
οὐ γὰρ ὥσπερ τὸ ἐν κινήσει ὂν ἀνάγκη κινεῖσθαι, οὕτω καὶ τὸ ἐν χρόνῳ· οὐ γὰρ κίνησις ὁ χρόνος, ἀλλʼ ἀριθμὸς κινήσεως, ἐν ἀριθμῷ δὲ κινήσεως ἐνδέχεται εἶναι καὶ τὸ ἠρεμοῦν.
因为情况并不像在运动中的事物必然在运动那样,在时间中的事物也必然如此;因为时间不是运动,而是运动的数,而在运动的数中,也可能存在着静止的事物。
οὐ γὰρ πᾶν τὸ ἀκίνητον ἠρεμεῖ, ἀλλὰ τὸ ἐστερημένον κινήσεως πεφυκὸς δὲ κινεῖσθαι, καθάπερ εἴρηται ἐν τοῖς πρότερον.
因为并非所有不运动的事物都是静止的,而是那本具有运动能力却被剥夺了运动的事物才是静止的,正如我们之前所说的那样。
τὸ δʼ ἕἶναι ἐν ἀριθμῷ ἐστιν τὸ εἶναί τινα ἀριθμὸν τοῦ πράγματος, καὶ μετρεῖσθαι τὸ εἶναι αὐτοῦ τῷ ἀριθμῷ ἐν ᾧ ἐστιν, ὥστʼ εἰ ἐν χρόνῳ, ὑπὸ χρόνου.
而在数目中存在,就是指存在着事物的某种数目,并且它的存在被它所在的数目所测量,因此,如果它在时间中,它就被时间所测量。
μετρήσει δʼ ὁ χρόνος τὸ κινούμενον καὶ τὸ ἠρεμοῦν, ᾗ τὸ μὲν κινούμενον τὸ δὲ ἠρεμοῦν· τὴν γὰρ κίνησιν αὐτῶν μετρήσει καὶ τὴν ἠρεμίαν, πόση τις.
时间将测量运动着的事物和静止着的事物,就其一个是运动的而另一个是静止的而言;因为它将测量它们的运动和静止的大小。
ὥστε τὸ κινούμενον οὐχ ἁπλῶς ἔσται μετρητὸν ὑπὸ χρόνου, ᾗ ποσόν τί ἐστιν, ἀλλʼ ᾗ ἡ κίνησις αὐτοῦ ποσή.
因此,运动着的事物并不是单纯就它是某种数量而言被时间测量的,而是就其运动是多少而言被测量的。
ὥστε ὅσα μήτε κινεῖται μήτʼ ἠρεμεῖ, οὐκ ἔστιν ἐν χρόνῳ· τὸ μὲν γὰρ ἐν χρόνῳ εἶναι τὸ μετρεῖσθαί ἐστι χρόνῳ, ὁ δὲ χρόνος κινήσεως καὶ ἠρεμίας μέτρον.
因此,凡是既不运动也不静止的事物,都不在时间中;因为在时间中存在就是被时间测量,而时间是运动和静止的尺度。
φανερὸν οὖν ὅτι οὐδὲ τὸ μὴ ὂν ἔσται πᾶν ἐν χρόνῳ, οἷον ὅσα μὴ ἐνδέχεται ἄλλως, ὥσπερ τὸ τὴν διάμετρον εἶναι τῇ πλευρᾷ σύμμετρον.
因此显而易见,并非所有不存在的事物都将在时间中,例如那些不可能以其他方式存在的事物,比如对角线与边通约。
ὅλως γάρ, εἰ μέτρον μέν ἐστι κινήσεως ὁ χρόνος καθʼ αὑτό, τῶν δʼ ἄλλων κατὰ συμβεβηκός, δῆλον ὅτι ὧν τὸ εἶναι μετρεῖ, τούτοις ᾅπασιν ἔσται τὸ εἶναι ἐν τῷ ἠρεμεῖν ἢ κινεῖσθαι.
因为总的来说,如果时间就其自身而言是运动的尺度,而对其他事物是偶性的尺度,那么显然,对于所有它测量其存在的事物来说,它们的存在必然在于静止或运动。
ὅσα μὲν οὖν φθαρτὰ καὶ γενητὰ καὶ ὅλως ὁτὲ μὲν ὄντα ὁτὲ δὲ μή, ἀνάγκη ἐν χρόνῳ εἶναι (ἔστιν γὰρ χρόνος τις πλείων, ὃς ὑπερέξει τοῦ τε εἶναι αὐτῶν καὶ τοῦ μετ ροῦντος τὴν οὐσίαν αὐτῶν)·
因此,凡是可消灭的和可生成的,总之是时而存在时而不存在的一切事物,都必然在时间中(因为存在着某种更大的时间,它将超过它们的存在以及测量它们本质的时间)。
τῶν δὲ μὴ ὄντων ὅσα μὲν περιυέχει ὁ χρόνος, τὰ μὲν ἦν, οἷον Ὅμηρός ποτε ἦν, τὰ δὲ ἔσται, οἷον τῶν μελλόντων τι, ἐφʼ ὁπότερα περιέχει· καὶ εἰ ἐπʼ ἄμφω, ἀμφότερα·
但在非存在中,凡是时间所包围的,一些曾经存在(例如荷马曾经存在),另一些将要存在(例如未来事物中的某些),这取决于时间在哪个方向上包围着它们;如果在两个方向上都包围,那就是两者。
ὅσα δὲ μὴ περιέχει μηδαμῇ, οὔτε ἦν οὔτε ἔστιν οὔτε ἔσται.
但是,那些在任何方式下都不被包围的事物,则既不曾存在,也不存在,也将来不会存在。
ἔστι δὲ τὰ τοιαῦτα τῶν μὴ ὄντων, ὅσων τἀντικείμενα αἰεὶ ἔστιν, οἷον τὸ ἀσύμμετρον εἶναι τὴν διάμετρον ἀεὶ ἔστι, καὶ οὐκ ἔσται τοῦτʼ ἐν χρόνῳ.
而在非存在中,这类事物是其相反者始终存在的事物;例如,对角线不通约是始终存在的,而这并不会在时间中。
οὐ τοίνυν οὐδὲ τὸ σύμμετρον· διὸ αἰεὶ οὐκ ἔστιν, ὅτι ἐναντίον τῷ αἰεὶ ὄντι.
因此,通约也不会在时间中;所以它始终不存在,因为它是与始终存在的事物相反的。
ὅσων δὲ τὸ ἐναντίον μὴ αἰεί, ταῦτα δὲ δύναται καὶ εἶναι καὶ μή, καὶ ἔστιν γένεσις καὶ φθορὰ αὐτῶν.
至于那些其相反者并非始终存在的事物,这些既可以存在也可以不存在,并且它们存在着生成和消灭。

词汇与语法注释

  1. 221a26ἐπεὶ δέ ἐστιν ὡς ἐν ἀριθμῷ τὸ ἐν χρόνῳ — 连词 `ἐπεὶ`(既然)引导一个原因从句,其中 `ὡς ἐν ἀριθμῷ`(就像在数目中一样)说明了“在时间中存在”(`τὸ ἐν χρόνῳ`)的方式。这里承接前文的论证,确立了在时间中存在具有在数目中存在的性质,这在逻辑上导向了必然存在一个更大的时间来包围它的结论。
  2. 221b3τὰ αἰεὶ ὄντα, ᾗ αἰεὶ ὄντα, οὐκ ἔστιν ἐν χρόνῳ — 该句包含由限制性关系副词 `ᾗ`(在……辖域/维度内)构成的限定结构。“始终存在的事物”(`τὰ αἰεὶ ὄντα`)就其永恒性而言,由于不被时间所测量或包围,因而在亚里士多德的定义下被排除在“在时间中存在”之外。
  3. 221b23οὐδὲ τὸ μὴ ὂν ἔσται πᾶν ἐν χρόνῳ — 词序 `οὐδὲ ... πᾶν` 表示部分否定(“并非所有不存在的事物都将在时间中”)。后续的上下文(如通约对角线这类永恒的非存在不在时间中,而过去或未来的非存在则被时间包围)证实了这一解读,即非存在中有些在时间中,有些则不在。
  4. 221b28ἔστιν γὰρ χρόνος τις πλείων, ὃς ὑπερέξει — 作为可消灭和可生成事物在时间中存在的证明,这里指出总是可以取一个超过它们存在期间(及本质)的“更大时间”。关系代词 `ὃς` 以 `χρόνος τις πλείων` 为先行词,说明了该时间具有超越和测量的功能。

引用这一段

亚里士多德, 物理学 §4.12#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg031.humanitext-grc1:4.12%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。