Humanitext Reader

亚里士多德 · 物理学 §4.12#1

时间与运动的互测以及在时间中存在

第 55 段,共 113 段 · 希腊语

内容简介

讨论了绝对最小数目与特定最小数目的区别,阐明时间与运动的互测关系。接着,定义了“在时间中存在”即其存在被时间测量并被时间所包绕,而非仅仅与时间共存。

§4.12#1Ἐλάχιστος δὲ ἀριθμὸς ὁ μὲν ἁπλῶς ἐστὶν ἡ δυάς·
至于绝对意义上的最小数目是二;但对于特定的数目,在某种意义上存在最小,在另一种意义上则不存在。
τὶς δὲ ἀριθμὸς ἔστι μὲν ὡς ἔστιν, ἔστι δʼ ὡς οὐκ ἔστιν, οἷον γραμμῆς ἐλάχιστος πλήθει μέν ἐστιν αἱ δύο ἢ ἡ μία, μεγέθει δʼ οὐκ ἔστιν ἐλάχιστος· ἀεὶ γὰρ διαιρεῖται πᾶσα γραμμή.
例如,对于线而言,就其数量而言,最小的是二或一,但在大小上则没有最小;因为任何线总是可以被分割的。
ὥστε ὁμοίως καὶ χρόνος· ἐλάχιστος γὰρ κατὰ μὲν ἀριθμόν ἐστιν ὁ εἷς ἢ οἱ δύο, κατὰ μέγεθος δʼ οὐκ ἔστιν.
同样地,时间也是如此;因为就数目而言,最小的是一或二,但在大小上则没有最小。
φανερὸν δὲ καὶ ὅτι ταχὺς μὲν καὶ βραδὺς οὐ λέγεται, πολὺς δὲ καὶ ὀλίγος καὶ μακρὸς καὶ βραχύς.
同样显而易见的是,时间并不被称为“快”或“慢”,而是被称为“多” 或“少”、“长”或“短”。
ᾗ μὲν γὰρ συνεχής, μακρὸς καὶ βραχύς, ᾗ δὲ ἀριθμός, πολὺς καὶ ὀλίγος.
因为就其为连续的而言,它是长和短;就其为数目而言,它是多和少。
ταχὺς δὲ καὶ βραδὺς οὐκ ἔστιν· οὐδὲ γὰρ ἀριθμὸς ᾧ ἀριθμοῦμεν ταχὺς καὶ βραδὺς οὐδείς.
但它不是快和慢;因为我们用以计数的任何数目,没有一个是快或慢的。
καὶ ὁ αὐτὸς δὲ πανταχοῦ ἅμα· πρότερον δὲ καὶ ὕστερον οὐχ ὁ αὐτός, ὅτι καὶ ἡ μεταβολὴ ἡ μὲν παροῦσα μία, ἡ δὲ γεγενημένη καὶ ἡ μέλλουσα ἑτέρα, ὁ δὲ χρόνος ἀριθμός ἐστιν οὐχ ᾧ ἀριθμοῦμεν ἀλλʼ ὁ ἀριθμούμενος, οὗτος δὲ συμβαίνει πρότερον καὶ ὕστερον ἀεὶ ἕτερος· τὰ γὰρ νῦν ἕτερα.
而且,时间在任何地方同时是相同的;但在先前和后来上则不相同,因为变化也是如此,当前的变动是单一的,而过去的和将来的变动则是不同的,而时间不是我们用以计数的数,而是被数的数,而这在先前和后来上正好总是不同的;因为“现在”是不同的。
ἔστι δὲ ὁ ἀριθμὸς εἷς μὲν καὶ ὁ αὐτὸς ὁ τῶν ἑκατὸν ἵππων καὶ ὁ τῶν ἑκατὸν ἀνθρώπων, ὧν δʼ ἀριθμός, ἕτερα, οἱ ἵπποι τῶν ἀνθρώπων.
而一百匹马的数目和一百个有人的数目是一个且相同的数目,但它们作为谁的数目——马和人——则是不同的。
ἔτι ὡς ἐνδέχεται κίνησιν εἶναι τὴν αὐτὴν καὶ μίαν πάλιν καὶ πάλιν, οὕτω καὶ χρόνον, οἷον ἐνιαυτὸν ἢ ἔαρ ἢ μετόπωρον.
此外,正如同一且单一的运动可以一次又一次地存在,时间也是如此,例如一年、春天或秋天。
οὐ μόνον δὲ τὴν κίνησιν τῷ χρόνῳ μετροῦμεν, ἀλλὰ καὶ τῇ κινήσει τὸν χρόνον διὰ τὸ ὁρίζεσθαι ὑπʼ ἀλλήλων· ὁ μὲν γὰρ χρόνος ὁρίζει τὴν κίνησιν ἀριθμὸς ὢν αὐτῆς, ἡ δὲ κίνησις τὸν χρόνον.
我们不仅用时间来测量运动,也用运动来测量时间,因为它们是由彼此限定的;因为时间作为运动的数目限定了运动,而运动也限定了时间。
καὶ λέγομεν πολὺν καὶ ὀλίγον χρόνον τῇ κινήσει μετροῦντες, καθάπερ καὶ τῷ ἀριθμητῷ τὸν ἀριθμόν, οἷον τῷ ἑνὶ ἵππῳ τὸν τῶν ἵππων ἀριθμόν.
我们通过运动来测量并说“多时间”或“少时间”,正如我们用可数的东西来测量数一样,例如用一匹马来测量马的数目。
τῷ μὲν γὰρ ἀριθμῷ τὸ τῶν ἵππων πλῆθος γνωρίζομεν, πάλιν δὲ τῷ ἑνὶ ἵππῳ τὸν τῶν ἵππων ἀριθμὸν αὐτόν.
因为我们通过数来认识马的数量,反过来又通过一匹马来认识马的数目本身。
ὁμοίως δὲ καὶ ἐπὶ τοῦ χρόνου καὶ τῆς κινήσεως· τῷ μὲν γὰρ χρόνῳ τὴν κίνησιν, τῇ δὲ κινήσει τὸν χρόνον μετροῦμεν.
在时间和运动上也是如此;因为我们用时间来测量运动,用运动来测量时间。
καὶ τοῦτʼ εὐλόγως συμβέβηκεν· ἀκολουθεῖ γὰρ τῷ μὲν μεγέθει ἡ κίνησις, τῇ δὲ κινήσει ὁ χρόνος, τῷ καὶ ποσὰ καὶ συνεχῆ καὶ διαιρετὰ εἶναι· διὰ μὲν γὰρ τὸ τὸ μέγεθος εἶναι τοιοῦτον ἡ κίνησις ταῦτα πέπονθεν, διὰ δὲ τὴν κίνησιν ὁ χρόνος.
这也是合乎情理的;因为运动追随大小,而时间追随运动,因为它们都具有数量、连续性和可分性;因为由于大小是这样的,运动才具有这些性质,而由于运动,时间也具有这些性质。
καὶ μετροῦμεν καὶ τὸ μέγεθος τῇ κινήσει καὶ τὴν κίνησιν τῷ μεγέθει· πολλὴν γὰρ εἶναί φαμεν τὴν ὁδόν, ἂν ἡ πορεία πολλή, καὶ ταύτην πολλήν, ἂν ἡ ὁδὸς πολλή· καὶ τὸν χρόνον, ἂν ἡ κίνησις, καὶ τὴν κίνησιν, ἂν ὁ χρόνος.
我们也用运动来测量大小,用大小来测量运动;因为我们说如果旅程很多,道路就很长,而如果道路很长,旅程也很多;同样,如果运动是多的,时间也就是多的,如果时间是多的,运动也就是多的。
ἐπεὶ δʼ ἐστὶν ὁ χρόνος μέτρον κινήσεως καὶ τοῦ κινεῖσθαι, μετρεῖ δʼ οὗτος τὴν κίνησιν τῷ ὁρίσαι τινὰ κίνησιν ἣ καταμετρήσει τὴν ὅλην (ὥσπερ καὶ τὸ μῆκος ὁ πῆχυς τῷ ὁρίσαι τι μέγεθος ὃ ἀναμετρήσει τὸ ὅλον), καὶ ἔστιν τῇ κινήσει τὸ ἐν χρόνῳ εἶναι τὸ μετρεῖσθαι τῷ χρόνῳ καὶ αὐτὴν καὶ τὸ εἶναι αὐτῆς (ἅμα γὰρ τὴν κίνησιν καὶ τὸ εἶναι τῆς κινήσεως μετρεῖ, καὶ τοῦτʼ ἔστιν αὐτῇ τὸ ἐν χρόνῳ εἶναι, τὸ μετρεῖσθαι αὐτῆς τὸ εἶναι), δῆλον ὅτι καὶ τοῖς ἄλλοις τοῦτʼ ἔστι τὸ ἐν χρόνῳ εἶναι, τὸ μετρεῖσθαι αὐτῶν τὸ εἶναι ὑπὸ τοῦ χρόνου.
既然时间是运动和被运动的尺度,而它是通过限定某个能够测量整体的特定运动来测量运动的(正如肘尺通过限定某个能够测量整体的特定大小来测量长度一样),并且,对运动而言,在时间中存在就是它本身及其存在被时间所测量(因为时间同时测量运动和运动的存在,这就是运动在时间中存在,即它的存在被测量),显然,对于其他事物来说,在时间中存在也就是它们的存在被时间所测量。
τὸ γὰρ ἐν χρόνῳ εἶναι δυοῖν ἐστιν θάτερον, ἓν μὲν τὸ εἶναι τότε ὅτε ὁ χρόνος ἔστιν, ἓν δὲ ὥσπερ ἔνια λέγομεν ὅτι ἐν ἀριθμῷ ἐστιν.
因为在时间中存在是两者之一:其一是当时间存在时存在,其二正如我们对某些事物所说的那样,是在数目中存在。
τοῦτο δὲ σημαίνει ἤτοι ὡς μέρος ἀριθμοῦ καὶ πάθος, καὶ ὅλως ὅτι τοῦ ἀριθμοῦ τι, ἢ ὅτι ἔστιν αὐτοῦ ἀριθμός.
而这意味着要么是作为数目的部分和属性,总之是属于数目的某种东西,要么是存在着它的数目。
ἐπεὶ δʼ ἀριθμὸς ὁ χρόνος, τὸ μὲν νῦν καὶ τὸ πρότερον καὶ ὅσα τοιαῦτα οὕτως ἐν χρόνῳ ὡς ἐν ἀριθμῷ μονὰς καὶ τὸ περιττὸν καὶ ἄρτιον (τὰ μὲν γὰρ τοῦ ἀριθμοῦ τι, τὰ δὲ τοῦ χρόνου τί ἐστιν)· τὰ δὲ πράγματα ὡς ἐν ἀριθμῷ τῷ χρόνῳ ἐστίν.
既然时间是数目,那么“现在”、“先前”以及所有此类事物在时间中的存在,就像单位、奇数和偶数在数目中存在一样(因为一些是属于数目的某种东西,另一些则是属于时间的某种东西);但事物在时间中的存在,则是像在数目中一样。
εἰ δὲ τοῦτο, περιέχεται ὑπὸ χρόνου ὥσπερ καὶ τὰ ἐν ἀριθμῷ ὑπʼ ἀριθμοῦ καὶ τὰ ἐν τόπῳ ὑπὸ τόπου.
如果这是如此,那么它们就被时间所包围,正如在数目中的事物被数目包围,在空间中的事物被空间包围一样。
φανερὸν δὲ καὶ ὅτι οὐκ ἔστιν τὸ ἐν χρόνῳ εἶναι τὸ εἶναι ὅτε ὁ χρόνος ἔστιν, ὥσπερ οὐδὲ τὸ ἐν κινήσει εἶναι οὐδὲ τὸ ἐν τόπῳ ὅτε ἡ κίνησις καὶ ὁ τόπος ἔστιν.
同样显而易见的是,在时间中存在并不是在时间存在时存在,正如在运动中或在空间中存在,并不是在运动或空间存在时存在一样。
εἰ γὰρ ἔσται τὸ ἔν τινι οὕτω, πάντα τὰ πράγματα ἐν ὁτῳοῦν ἔσται, καὶ ὁ οὐρανὸς ἐν τῇ κέγχρῳ· ὅτε γὰρ ἡ κέγχρος ἔστιν, ἔστι καὶ ὁ οὐρανός.
因为如果“在某物中”是这样的话,那么所有事物都将存在于任何事物中,天也将存在于小米粒中;因为当小米粒存在时,天也存在。
ἀλλὰ τοῦτο μὲν συμβέβηκεν, ἐκεῖνο δʼ ἀνάγκη παρακολουθεῖν, καὶ τῷ ὄντι ἐν χρόνῳ εἶναί τινα χρόνον ὅτε κἀκεῖνο ἔστιν, καὶ τῷ ἐν κινήσει ὄντι εἶναι τότε κίνησιν.
但这只是偶然的,而另一方则是必然伴随的:即对于在时间中的事物,当它存在时存在着某种时间;对于在运动中的事物,那时存在着运动。

词汇与语法注释

  1. 12Ἐλάχιστος δὲ ἀριθμὸς — ἁπλῶς(绝对地)与 τὶς δὲ ἀριθμὸς(特定的数)之间的对比。前者指数目概念本身(以二为最小单位),而后者指特定对象(如线或时间)的数目。
  2. 220bἀριθμὸς ᾧ ἀριθμοῦμεν — 关系代词的与格 ᾧ 表示工具(“我们用以计数的”)。它指亚里士多德所区分的“用以计数的数”(抽象的数),与“被数的数”(如时间)相对。
  3. 221aἔστιν τῇ κινήσει τὸ ἐν χρόνῳ εἶναι τὸ μετρεῖσθαι τῷ χρόνῳ καὶ αὐτὴν καὶ τὸ εἶναι αὐτῆς — 主语是带冠词的不定式短语 τὸ ἐν χρόνῳ εἶναι(在时间中存在),而 τῇ κινήσει 是利益与格(对运动而言)。谓语是另一个带冠词的不定式 τὸ μετρεῖσθαι...(被测量),在此被动不定式 μετρεῖσθαι 内,καὶ αὐτὴν καὶ τὸ εἶναι αὐτῆς(它本身及其存在)充当其宾格主语。
  4. 221aτῷ ὄντι ἐν χρόνῳ εἶναί τινα χρόνον ὅτε κἀκεῖνο ἔστιν — 作为 221a23-25 中 ἐκείνο δʼ ἀνάγκη παρακολουθεῖν(但后者必然伴随)的宾语或主语的不定式短语。τῷ ὄντι ἐν χρόνῳ(对于在时间中的事物)是与格,εἶναι(存在)是不定式,τινα χρόνον(某种时间)是其主语,而 ὅτε κἀκεῖνο ἔστιν(当它也存在时)是时间从句。

引用这一段

亚里士多德, 物理学 §4.12#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg031.humanitext-grc1:4.12%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。