Humanitext Reader

亚里士多德 · 物理学 §4.11#2

作为被数之数的时间与“现在”的作用

第 54 段,共 113 段 · 希腊语

内容简介

阐明时间是运动的“数目”,而对应于移动体的“现在”作为极限,起着限定和连接时间的作用。

§4.11#2οὐκ ἄρα κίνησις ὁ χρόνος ἀλλʼ ᾗ ἀριθμὸν ἔχει ἡ κίνησις.
因此,时间并不是运动本身,而是作为运动具有数而言的。
σημεῖον δέ· τὸ μὲν γὰρ πλεῖον καὶ ἔλαττον κρίνομεν ἀριθμῷ, κίνησιν δὲ πλείω καὶ ἐλάττω χρόνῳ· ἀριθμὸς ἄρα τις ὁ χρόνος.
这里有一个证据:我们用数来判断多与少,但我们用时间来判断运动的多与少;因此,时间是某种数。
ἐπεὶ δʼ ἀριθμός ἐστι διχῶς (καὶ γὰρ τὸ ἀριθμούμενον καὶ τὸ ἀριθμητὸν ἀριθμὸν λέγομεν, καὶ ᾧ ἀριθμοῦμεν), ὁ δὴ χρόνος ἐστὶν τὸ ἀριθμούμενον καὶ οὐχ ᾧ ἀριθμοῦμεν.
既然数有两种含义(因为我们不仅把被数过的和可数的东西称为数,而且也把我们用以计数的工具称为数),那么时间就是被数的东西,而不是我们用以计数的工具。
ἔστι δʼ ἕτερον ᾧ ἀριθμοῦμεν καὶ τὸ ἀριθμούμενον.
而用以计数者与被数者是不同的。
καὶ ὥσπερ ἡ κίνησις αἰεὶ ἄλλη καὶ ἄλλη, καὶ ὁ χρόνος (ὁ δʼ ἅμα πᾶς χρόνος ὁ αὐτός· τὸ γὰρ νῦν τὸ αὐτὸ ὅ ποτʼ ἦν—τὸ δʼ εἶναι αὐτῷ ἕτερον—τὸ δὲ νῦν τὸν χρόνον ὁρίζει, πρότερον καὶ ὕστερον).
正如运动总是处于不同之中,时间也是如此(尽管同时存在的整体时间是相同的;因为 “现在”在其作为基底的实在上是相同的——尽管其本质是不同的——且“现在”用先后限制和画定时间)。
τὸ δὲ νῦν ἔστι μὲν ὡς τὸ αὐτό, ἔστι δʼ ὡς οὐ τὸ αὐτό· ᾗ μὲν γὰρ ἐν ἄλλῳ καὶ ἄλλῳ, ἕτερον (τοῦτο δʼ ἦν αὐτῷ τὸ νῦν εἶναι), ὃ δέ ποτε ὄν ἐστι τὸ νῦν, τὸ αὐτό.
此外,“现在”在某种意义上是相同的,在另一种意义上则不相同;因为只要它处于不同的事物中,它就是不同的(这也就是作为“现在”的本质所在),但在其作为基底的实在上,“现在”是相同的。
ἀκολουθεῖ γάρ, ὡς ἐλέχθη, τῷ μὲν μεγέθει ἡ κίνησις, ταύτῃ δʼ ὁ χρόνος, ὥς φαμεν· καὶ ὁμοίως δὴ τῇ στιγμῇ τὸ φερόμενον, τὴν κίνησιν γνωρίζομεν καὶ τὸ πρότερον ἐν αὐτῇ καὶ τὸ ὕστερον.
因为正如已经说过的,运动追随大小,而正如我们所说,时间追随运动;同样地,移动体追随点,我们通过移动体认识运动及其中的先后。
τοῦτο δὲ ὃ μέν ποτε ὂν τὸ αὐτό (ἢ στιγμὴ γὰρ ἢ λίθος ἤ τι ἄλλο τοιοῦτόν ἐστι), τῷ λόγῳ δὲ ἄλλο, ὥσπερ οἱ σοφισταὶ λαμβάνουσιν ἕτερον τὸ Κορίσκον ἐν Λυκείῳ εἶναι καὶ τὸ Κορίσκον ἐν ἀγορᾷ.
而这个移动体,尽管在其作为基底的实在上是相同的(因为它或者是点、是石头,或是其他类似的东西),但在定义上是不同的,正如智者们认为,科里斯科在吕克昂与科里斯科在广场是不同的。
καὶ τοῦτο δὴ τῷ ἄλλοθι καὶ ἄλλοθι εἶναι ἕτερον· τῷ δὲ φερομένῳ ἀκολουθεῖ τὸ νῦν, ὥσπερ ὁ χρόνος τῇ κινήσει (τῷ γὰρ φερομένῳ γνωρίζομεν τὸ πρότερον καὶ ὕστερον ἐν κινήσει, ᾗ δʼ ἀριθμητὸν τὸ πρότερον καὶ ὕστερον, τὸ νῦν ἔστιν)· ὥστε καὶ ἐν τούτοις ὃ μέν ποτε ὂν νῦν ἐστι, τὸ αὐτό (τὸ πρότερον γὰρ καὶ ὕστερόν ἐστι τὸ ἐν κινήσει, τὸ δʼ εἶναι ἔτερον (ᾗ ἀριθμητὸν γὰρ τὸ πρότερον καὶ ὕστερον, τὸ νῦν ἔστιν).
而这也正是因为在不同的地方而有所不同;且“现在”追随移动体,正如时间追随运动(因为我们通过移动体认识运动中的先后,而只要先后是可数的,就有“现在”存在);因此,在这些情况下,其作为基底的实在的“现在”也是相同的(因为运动中的先后就是它),但其本质不同(因为只要先后是可数的,就有“现在”存在)。
καὶ γνώριμον δὲ μάλιστα τοῦτʼ ἔστιν· καὶ γὰρ ἡ κίνησις διὰ το κινούμενον καὶ ἡ φορὰ διὰ τὸ φερόμενον· τόδε γάρ τι τὸ φερόμενον, ἡ δὲ κίνησις οὔ.
并且,这是最显而易见的;因为运动是由于有运动者,位移也是由于有移动体;因为移动体是“这个”个体,而运动则不是。
ἔστι μὲν οὖν ὡς τὸ αὐτὸ τὸ νῦν αἰεί, ἔστι δʼ ὡς οὐ τὸ αὐτό· καὶ γὰρ τὸ φερόμενον.
因此,在某种意义上,“现在”总是相同的,在另一种意义上则不相同;因为移动体也是如此。
φανερὸν δὲ καὶ ὅτι εἴτε χρόνος μὴ εἴη, τὸ νῦν οὐκ ἂν εἴη, εἴτε τὸ νῦν μὴ εἴη, χρόνος οὐκ ἄν εἴη·
同样显而易见的是,如果没有时间,“现在”就不会存在;如果没有“现在”,时间也不会存在。
ἅμα γὰρ ὥσπερ τὸ φερόμενον καὶ ἡ φορά, οὕτως καὶ ὁ ἀριθμὸς ὁ τοῦ φερομένου καὶ ὁ τῆς φορᾶς.
因为正如移动体和位移是同时存在的,移动体的数和位移的数也是同时存在的。
χρόνος μὲν γὰρ ὁ τῆς φορᾶς ἀριθμός, τὸ νῦν δὲ ὡς τὸ φερόμενον, οἷον μονὰς ἀριθμοῦ.
时间是位移的数,而“现在”则像移动体一样,如同数的单位。
καὶ συνεχής τε δὴ ὁ χρόνος τῷ νῦν, καὶ διῄρηται κατὰ τὸ νῦν· ἀκολουθεῖ γὰρ καὶ τοῦτο τῇ φορᾷ καὶ τῷ φερομένῳ.
而且,时间通过“现在”而连续,也根据“现在”被分割;因为这也追随位移和移动体。
καὶ γὰρ ἡ κίνησις καὶ ἡ φορὰ μία τῷ φερομένῳ, ὅτι ἕν (καὶ οὐχ ὅ ποτε ὄν—καὶ γὰρ ἂν διαλίποι—ἀλλὰ τῷ λόγῳ)· καὶ ὁρίζει δὲ τὴν πρότερον καὶ ὕστερον κίνησιν τοῦτο.
这是因为,由于移动体是单一的(并不是指其作为基底的实在——否则它会有中断——而是指在定义上),运动和位移因此也是单一的;而这限定了先前的和后来的运动。
ἀκολουθεῖ δὲ καὶ τοῦτό πως τῇ στιγμῇ· καὶ γὰρ ἡ στιγμὴ καὶ συνέχει τὸ μῆκος καὶ ὁρίζει· ἔστι γὰρ τοῦ μὲν ἀρχὴ τοῦ δὲ τελευτή.
并且,这在某种意义上也追随点;因为点也既连接又限定长度;因为它是这一段的起点,也是那一段的终点。
ἀλλʼ ὅταν μὲν οὕτω λαμβάνῃ τις ὡς δυσὶ χρώμενος τῇ μιᾷ, ἀνάγκη ἵστασθαι, εἰ ἔσται ἀρχὴ καὶ τελευτὴ ἡ αὐτὴ στιγμή·
但是,如果有人像把一个点当作两个来使用那样去使用同一个点,那么如果要使同一个点成为起点和终点,就必须静止。
τὸ δὲ νῦν διὰ τὸ κινεῖσθαι τὸ φερόμενον αἰεὶ ἕτερον.
然而,因为移动体在移动,“现在”便总是不同的。
ὥσθʼ ὁ χρόνος ἀριθμὸς οὐχ ὡς τῆς αὐτῆς στιγμῆς, ὅτι ἀρχὴ καὶ τελευτή, ἀλλʼ ὡς τὰ ἔσχατα τῆς γραμμῆς μᾶλλον—καὶ οὐχ ὡς τὰ μέρη, διά τε τὸ εἰρημένον (τῇ γὰρ μέσῃ στιγμῇ ὡς δυσὶ χρήσεται, ὥστε ἠρεμεῖν συμβήσεται), καὶ ἔτι φανερὸν ὅτι οὐδὲν μόριον τὸ νῦν τοῦ χρόνου, οὐδʼ ἡ διαίρεσις τῆς κινήσεως, ὥσπερ οὐδʼ ἡ στιγμὴ τῆς γραμμῆς· αἱ δὲ γραμμαὶ αἱ δύο τῆς μιᾶς μόρια.
因此,时间是数,但不是像同一个点(因为它既是起点又是终点)那样的数,而是更像线段的两端——且不是像其部分(这既是由于刚才所说的理由:如果把中间的点当作两个来使用,就会导致静止),而且显而易见, “现在”不是时间的部分,分割也不是运动的部分,正如点不是线的部分一样;但两条线是一条线的部分。
ᾗ μὲν οὖν πέρας τὸ νῦν, οὐ χρόνος, ἀλλὰ συμβέβηκεν· ᾗ δʼ ἀριθμεῖ, ἀριθμός·
因此,就“现在”作为极限而言,它并不是时间,而只是附带性的;但就它进行计数而言,它是数。
τὰ μὲν γὰρ πέρατα ἐκείνου μόνον ἐστὶν οὗ ἐστιν πέρατα, ὁ δʼ ἀριθμὸς ὁ τῶνδε τῶν ἵππων, ἡ δεκάς, καὶ ἄλλοθι.
因为极限仅属于它作为极限的那个东西,但这些马的数,即“十”,也可以存在于其他地方。
ὅτι μὲν τοίνυν ὁ χρόνος ἀριθμός ἐστιν κινήσεαως κατὰ τὸ πρότερον καὶ ὕστερον, καὶ συνεχής (συνεχοῦς γάρ), φανερόν.
由此可见,时间是关于先后的运动的数目,并且是连续的,这是显而易见的。

词汇与语法注释

  1. 219bὃ μέν ποτε ὄν — 亚里士多德的独特表达,意为“作为基底的实在”。它指代在变化背后保持同一性的主语性或物质性存在,与作为定义或本质的侧面(`τὸ εἶναι`)相对立。
  2. 219bτὸ Κορίσκον ἐν Λυκείῳ εἶναι — 带有宾格主语的冠词不定式结构,由中性单数冠词 `τὸ` 使其名词化,意为“科里斯科在吕克昂”。
  3. 220aᾗ μὲν οὖν πέρας τὸ νῦν, οὐ χρόνος, ἀλλὰ συμβέβηκεν — 省略句 `οὐ χρόνος` 的主语是 `τὸ νῦν`。全句意为“因此,就‘现在’作为极限而言,它并不是时间,而只是附带(在时间上)的”。`συμβέβηκεν` 表示其性质仅为偶性。

引用这一段

亚里士多德, 物理学 §4.11#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg031.humanitext-grc1:4.11%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。