Humanitext Reader

亚里士多德 · 物理学 §4.11#1

时间与运动的关系及关于前后的数之定义

第 53 段,共 113 段 · 希腊语

内容简介

作者解释了时间不能脱离变化而存在,也不是运动本身,而是随着运动而连续的,并将时间定义为“关于前后的运动的数目”。

§4.11#1Ἀλλὰ μὴν οὐδʼ ἄνευ γε μεταβολῆς·
然而,时间也并非没有变化。
ὅταν γὰρ μηδὲν αὐτοὶ μεταβάλλωμεν τὴν διάνοιαν ἢ λάθωμεν μεταβάλλοντες, οὐ δοκεῖ ἡμῖν γεγονέναι χρόνος, καθάπερ οὐδὲ τοῖς ἐν Σαρδοῖ μυθολογουμένοις καθεύδειν παρὰ τοῖς ἥρωσιν, ὅταν ἐγερθῶσι· συνάπτουσι γὰρ τῷ πρότερον νῦν τὸ ὕστερον νῦν καὶ ἓν ποιοῦσιν; ἐξαιροῦντες διὰ τὴν ἀναισθησίαν τὸ μεταξύ.
因为当我们自己的思想没有发生变化,或者没有察觉到变化时,我们并不觉得时间已经过去,正如神话中所说在撒丁岛上那些在英雄身旁睡觉的人醒来时一样;因为他们把先前的“现在”与后来的 “现在”连结起来,合而为一,由于失去知觉而消除了它们之间的间隔。
ὥσπερ οὖν εἰ μὴ ἦν ἕτερον τὸ νῦν ἀλλὰ ταὐτὸ καὶ ἕν, οὐκ ἂν ἦν χρόνος, οὕτως καὶ ἐπεὶ λανθάνει ἕτερον ὄν, οὐ δοκεῖ εἶναι τὸ μεταξὺ χρόνος.
正如如果“现在”不是不同的,而是同一个且为一,就不会有时间一样,同样,当没有察觉到“现在”是不同的时,其间的间隔也就不显得是时间。
εἰ δὴ τὸ μὴ οἴεσθαι εἶναι χρόνον τότε συμβαίνει ἡμῖν, ὅταν μὴ ὁρίσωμεν μηδεμίαν μεταβολήν, ἀλλʼ ἐν ἑνὶ καὶ ἀδιαιρέτῳ φαίνηται ἡ ψυχὴ μένειν, ὅταν δʼ αἰσθώμεθα καὶ ὁρίσωμεν, τότε φαμὲν γεγονέναι χρόνον, φανερὸν ὅτι οὐκ ἔστιν ἄνευ κινήσεως καὶ μεταβολῆς χρόνος.
既然当我们不限制任何变化,而灵魂似乎停留在一个且不可分割的状态中时,我们就认为时间不存在,而当我们感知并限定变化时,我们就说时间已经过去,那么显然,时间不能没有运动和变化。
ὅτι μὲν οὖν οὔτε κίνησις οὔτʼ ἄνευ κινήσεως ὁ χρόνος ἐστί, φανερόν· ληπτέον δέ, ἐπεὶ ζητοῦμεν τί ἐστιν ὁ χρόνος, ἐντεῦθεν ἀρχομένοις, τί τῆς κινήσεώς ἐστιν.
因此,时间既不是运动,也不是没有运动的;由于我们正在寻找时间是什么,我们必须从这个起点开始把握:时间是运动的什么。
ἅμα γὰρ κινήσεως αἰσθανόμεθα καὶ χρόνου· καὶ γὰρ ἐὰν ᾖ σκότος καὶ μηδὲν διὰ τοῦ σώματος πάσχωμεν, κίνησις δέ τις ἐν τῇ ψυχῇ ἐνῇ, εὐθὺς ἅμα δοκεῖ τις γεγονέναι καὶ χρόνος.
因为我们是同时感知到运动和时间的;即使在黑暗中,我们的肉体没有受到任何刺激,但只要灵魂中存在某种运动,立刻就会觉得同时也有某种时间已经过去。
ἀλλὰ μὴν καὶ ὅταν γε χρόνος δοκῇ γεγονέναι τις, ἅμα καὶ κίνησίς τις δοκεῖ γεγονέναι.
不仅如此,每当觉得有某种时间过去时,同时也觉得有某种运动发生。
ὥστε ἤτοι κίνησις ἢ τῆς κινήσεως τί ἐστιν ὁ χρόνος.
因此,时间或者是运动,或者是属于运动的某种东西。
ἐπεὶ οὖν οὐ κίνησις, ἀνάγκη τῆς κινήσεώς τι εἶναι αὐτόν.
既然它不是运动,那么它必然是属于运动的某种东西。
ἐπεὶ δὲ τὸ κινούμενον κινεῖται ἔκ τινος εἴς τι καὶ πᾶν μέγεθος συνεχές, ἀκολουθεῖ τῷ μεγέθει ἡ κίνησις· διὰ γὰρ τὸ τὸ μέγεθος εἶναι συνεχὲς καὶ ἡ κίνησίς ἐστιν συνεχής, διὰ δὲ τὴν κίνησιν ὁ χρόνος· ὅση γὰρ ἡ κίνησις, τοσοῦτος καὶ ὁ χρόνος αἰεὶ δοκεῖ γεγονέναι.
既然运动的事物是从某处运动到某处,且一切大小都是连续的,那么运动就追随大小;因为大小是连续的,所以运动也是连续的,而因为运动,所以时间也是连续的;因为运动有多大,时间似乎也总是过去多少。
τὸ δὴ πρότερον καὶ ὕστερον ἐν τόπῳ πρῶτόν ἐστιν.
确实,先后首先存在于空间中。
ἐνταῦθα μὲν δὴ τῇ θέσει· ἐπεὶ δʼ ἐν τῷ μεγέθει ἔστι τὸ πρότερον καὶ ὕστερον, ἀνάγκη καὶ ἐν κινήσει εἶναι τὸ πρότερον καὶ ὕστερον, ἀνάλογον τοῖς ἐκεῖ.
在那里,它们是由于位置而存在的;但既然在大小中有先后,那么在运动中也必然有先后,与那里的先后成比例。
ἀλλὰ μὴν καὶ ἐν χρόνῳ ἔστιν τὸ πρότερον καὶ ὕστερον διὰ τὸ ἀκολουθεῖν ἀεὶ θατέρῳ θάτερον αὐτῶν.
此外,在时间中也有先后,因为它们总是互相追随。
ἔστι δὲ τὸ πρότερον καὶ ὕστερον ἐν τῇ κινήσει μέν ποτε ὂν κίνησις τὸ μέντοι εἶναι αὐτῷ ἕτερον καὶ οὐ κίνησις.
而运动中的先后,其作为基底的实在虽然是运动,但其本性却与运动不同,因而不是运动。
ἀλλὰ μὴν καὶ τὸν χρόνον γε γνωρίζομεν ὅταν ὁρίσωμεν τὴν κίνησιν, τῷ πρότερον καὶ ὕστερον ὁρίζοντες· καὶ τότε φαμὲν γεγονέναι χρόνον, ὅταν τοῦ προτέρου καὶ ὑστέρου ἐν τῇ κινήσει αἴσθησιν λάβωμεν.
然而,当我们限定运动时,即用先后去限定它,我们也认识了时间;当我们在运动中获得关于先后的感觉时,我们就说时间已经过去。
ὁρίζομεν δὲ τῷ ἄλλο καὶ ἂλλο ὑπολαβεῖν αὐτά, καὶ μεταξύ τι αὐτῶν ἕτερον· ὅταν γὰρ ἕτερα τὰ ἄκρα τοῦ μέσου νοήσωμεν, καὶ δύο εἴπῃ ἡ ψυχὴ τὰ νῦν, τὸ μὲν πρότερον τὸ δʼ ὕστερον, τότε καὶ τοῦτό φαμεν εἶναι χρόνον·
我们通过把它们理解为相异的、且在它们之间有某种其他的东西来限定它们;因为当我们把两端理解为与中间相异,且灵魂说存在两个“现在”(一个是先前的,另一个是后来的)时,那时我们就说这就是时间。
τὸ γὰρ ὁριζόμενον τῷ νῦν χρόνος εἶναι δοκεῖ· καὶ ὑποκείσθω.
因为被“现在”所限定的东西被认为是时间,且让我们这样设定。
ὅταν μὲν οὖν ὡς ἓν τὸ νῦν αἰσθανώμεθα, καὶ μὴ ἤτοι ὡς πρότερον καὶ ὕστερον ἐν τῇ κινήσει ἢ ὡς τὸ αὐτὸ μὲν προτέρου δὲ καὶ ὑστέρου τινός, οὐ δοκεῖ χρόνος γεγονέναι οὐδείς, ὅτι οὐδὲ κίνησις.
因此,当我们把“现在”感知为一个,而不是要么作为运动中的先后,要么作为属于先和后的同一个“现在”时,就觉得没有任何时间过去,因为也没有任何运动发生。
ὅταν δὲ τὸ πρότερον καὶ ὕστερον, τότε λέγομεν χρόνον·
但当我们感知到先前和后来时,那时我们就说是时间。
τοῦτο γάρ ἐστιν ὁ χρόνος, ἀριθμὸς κινήσεως κατὰ τὸ πρότερον καὶ ὕστερον.
因为这就是时间:关于前后的运动的数目。

词汇与语法注释

  1. 25καθάπερ οὐδὲ τοῖς ἐν Σαρδοῖ μυθολογουμένοις καθεύδειν παρὰ τοῖς ἥρωσιν, ὅταν ἐγερθῶσι — 撒丁岛上在英雄身旁睡觉的神话人物的例子。因为他们在长眠中无法感知时间的流逝,所以将入睡前的“现在”与醒来时的“现在”合而为一。这表明,对变化的意识感知对于时间的认知是不可或缺的。
  2. 20ἔστι δὲ τὸ πρότερον καὶ ὕστερον ἐν τῇ κινήσει μέν ποτε ὂν κίνησις τὸ μέντοι εἶναι αὐτῷ ἕτερον καὶ οὐ κίνησις. — 亚里士多德特有的区分“作为基底存在的东西(μέν ποτε ὄν)”与“其本质(τὸ εἶναι αὐτῷ)”的表达。运动中的先后在作为支撑其存在的基底上是运动的一部分,但在概念定义上并不是运动本身,而是具有不同于运动的本质。
  3. 2τοῦτο γάρ ἐστιν ὁ χρόνος, ἀριθμὸς κινήσεως κατὰ τὸ πρότερον καὶ ὕστερον. — 亚里士多德对时间的著名定义。这里的“数(ἀριθμός)”不是指用来计算的能动的数(计算之数),而是指被测量和被计算的对象(被数之数)。

引用这一段

亚里士多德, 物理学 §4.11#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg031.humanitext-grc1:4.11%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。