§4.10Ἐχόμενον δὲ τῶν εἰρημένων ἐστὶν ἐπελθεῖν περὶ χρόνου·
接下来要做的是探讨关于时间的问题。
πρῶτον δὲ καλῶς ἔχει διαπορῆσαι περὶ αὐτοῦ καὶ διὰ τῶν ἐξωτερικῶν λόγων, πότερον τῶν ὄντων ἐστὶν ἢ τῶν μὴ ὄντων, εἶτα τίς ἡ φύσις αὐτοῦ, ὅτι μὲν οὖν ἢ ὅλως οὐκ ἔστιν ἢ μόλις καὶ ἀμυδρῶς, ἐκ τῶνδέ τις ἂν ὑποπτεύσειεν.
首先,最好是通过那些外在的讨论来对它进行彻底的探讨:它究竟是属于存在的事物,还是属于不存在的事物,其次,它的本性是什么。 我们可以从以下几点怀疑它要么完全不存在,要么仅仅是勉强且模糊地存在。
τὸ μὲν γὰρ αὐτοῦ γέγονε καὶ οὐκ ἔστιν, τὸ δὲ μέλλει καὶ οὔπω ἔστιν.
因为时间的一部分已经过去而不再存在,另一部分将要到来而尚未存在。
ἐκ δὲ τούτων καὶ ὁ ἄπειρος καὶ ὁ ἀεὶ λαμβανόμενος χρόνος σύγκειται.
无论是无限的时间,还是任何不断取出的时间,都是由这些部分组成的。
τὸ δʼ ἐκ μὴ ὄντων συγκείμενον ἀδύνατον ἂν εἶναι δόξειε μετέχειν οὐσίας.
而由不存在的事物所组成的东西,似乎不可能具有实体。
πρὸς δὲ τούτοις παντὸς μεριστοῦ,
ἄνπερ ᾖ. ἀνάγκη, ὅτε ἔστιν, ἤτοι πάντα τὰ μέρη εἶναι ἢ ἔνια·
此外,对于任何可分割的事物,如果它确实存在,那么在它存在时,其全部部分或其中某些部分就必须存在。
τοῦ δὲ χρόνου τὰ μὲν γέγονε τὰ δὲ μέλλει, ἔστι δʼ οὐδέν, ὄντος μεριστοῦ.
然而,时间虽然是可分割的,但一部分已经过去,另一部分将要到来,却没有任何部分当前存在。
τὸ δὲ νῦν οὐ μέρος·
而“现在”并不是一个部分。
μετρεῖ τε γὰρ τὸ μέρος, καὶ συγκεῖσθαι δεῖ τὸ ὅλον ἐκ τῶν μερῶν· ὁ δὲ χρόνος οὐ δοκεῖ συγκεῖσθαι ἐκ τῶν νῦν.
因为部分能够度量整体,且整体必须由部分组成,但时间似乎并不由“现在”所组成。
ἔτι δὲ τὸ νῦν, ὃ φαίνεται διορίζειν τὸ παρελθὸν καὶ τὸ μέλλον, πότερον ἓν καὶ ταὐτὸν ἀεὶ διαμένει ἢ ἄλλο καὶ ἄλλο, οὐ ῥᾴδιον ἰδεῖν.
此外,对于这个显然划分了过去和未来的“现在”,它究竟是始终保持同一个,还是不断地变化,并不容易看清。
εἰ μὲν γὰρ αἰεὶ ἕτερον καὶ ἕτερον, μηδὲν δʼ ἐστὶ τῶν ἐν τῷ χρόνῳ ἄλλο καὶ ἄλλο μίρος ἅμα (ὃ μὴ περιέχει. τὸ δὲ περιέχεται, ὥσπερ ὁ ἐλάττων χρόνος ὑπὸ τοῦ πλείονος), τὸ δὲ νῦν μὴ ὂν πρότερον δὲ ὂν ἀνάγκη ἐφθάρθαι ποτέ, καὶ τὰ νῦν ἅμα μὲν ἀλλήλοις οὐκ ἔσται, ἐφθάρθαι δὲ ἀνάγκη ἀεὶ τὸ πρότερον.
因为,如果它是不断变化的,且时间中不同的部分不能同时存在(除非一个包容另一个,正如较短的时间被较长的时间所包容),而以前存在但现在不存在的“现在”必然在某个时候已经消灭,那么各个“现在”就不能彼此同时存在,而先前的“现在”必然总是已经消灭。
ἐν αὑτῷ μὲν οὖν ἐφθάρθαι οὐχ οἷόν τε διὰ τὸ εἶναι τότε, ἐν ἄλλῳ δὲ νῦν ἐφθάρθαι τὸ πρότερον νῦν οὐκ ἐνδέχεται.
那么,它在自身中消灭是不可能的,因为那时它正在存在;而先前的“现在”在另一个“现在”中消灭也是不可能的。
ἔστω γὰρ ἀδύνατον ἐχόμενα εἶναι ἀλλήλων τὰ νῦν, ὥσπερ στιγμὴν στιγμῆς.
因为,让我们设定“现在”之间不可能彼此相邻,就像一个点与另一个点不能相邻一样。
εἴπερ οὖν ἐν τῷ ἐφεξῆς οὐκ ἔφθαρται ἀλλʼ ἐν ἄλλῳ, ἐν τοῖς μεταξὺ νῦν ἀπείροις οὖσιν ἅμα ἂν εἴη·
如果它不是在紧接着的下一个“现在”中消灭,而是在另一个中消灭,那么它与介于其间的无数个“现在”就将同时存在。
τοῦτο δὲ ἀδύνατον.
然而,这是不可能的。
ἀλλὰ μὴν οὐδʼ αἰεὶ τὸ αὐτὸ διαμένειν δυνατόν·
但是,它也不可能始终保持同一个。
οὐδενὸς γὰρ διαιρετοῦ πεπερασμένου ἓν πέρας ἔστιν, οὔτε ἂν ἐφʼ ἓν ᾖ συνεχὲς οὔτε ἂν ἐπὶ πλείω·
因为对于任何可分割且有限的事物,并没有单一的一个界限,无论它是向一个方向连续还是向多个方向连续。
τὸ δὲ νῦν πέρας ἐστίν, καὶ χρόνον ἔστι λαβεῖν πεπερασμένον.
而“现在”是一个界限,且可以取一个有限的时间。
ἔτι εἰ τὸ ἅμα εἶναι κατὰ χρόνον καὶ μήτε πρότερον μήτε ὕστερον τὸ ἐν τῷ αὐτῷ εἶναι καὶ ἑνὶ νῦν ἐστιν, εἰ τά τε πρότερον καὶ τὰ ὕστερον ἐν τῷ νῦν τῳδί ἐστιν, ἅμα ἂν εἴη τὰ ἔτος γενόμενα μυριοστὸν τοῖς γενομένοις τήμερον, καὶ οὔτε πρότερον οὔτε ὕστερον οὐδὲν ἄλλο ἄλλου.
再者,如果在时间上“同时存在”(即既不先也不后)就是存在于同一个且单一的“现在”中,那么,如果先前的和后来的都在这同一个“现在”中,万年前发生的事就将与今天发生的事同时存在,且任何事物对其他事物而言都将既非先也非后。
περὶ μὲν οὖν τῶν ὑπαρχόντων αὐτῷ τοσαῦτʼ ἔστω διηπορημένα·
关于时间所具有的属性,就先探讨这么多。
τί δʼ ἐστὶν ὁ χρόνος καὶ τίς αὐτοῦ ἡ φύσις, ὁμοίως ἔκ τε τῶν παραδεδομένων ἄδηλόν ἐστιν, καὶ περὶ ὧν τυγχάνομεν διεληλυθότες πρότερον.
然而,时间是什么,以及它的本性是什么,从传下来的说法和我们之前已经讨论过的内容来看,同样是不清楚的。
οἱ μὲν γὰρ τὴν τοῦ ὅλου κίνησιν εἶναί φασιν, οἱ δὲ τὴν σφαῖραν αὐτήν.
因为有些人说时间是宇宙整体的运动,另一些人则说是天球本身。
καίτοι τῆς περιφορᾶς καὶ τὸ μέρος χρόνος τίς ἐστι, περιφορὰ δέ γε οὔ· μέρος γὰρ περιφορᾶς τὸ ληφθέν, ἀλλʼ οὐ περιφορά.
然而,天体旋转的一部分也是某种时间,但它绝对不是旋转本身;因为所取的部分是旋转的一部分,而不是旋转。
ἔτι δʼ εἰ πλείους ἦσαν οἱ οὐρανοί, ὁμοίως ἂν ἦν ὁ χρόνος ἡ ὁτουοῦν αὐτῶν κίνησις, ὥστε πολλοὶ χρόνοι ἅμα.
此外,如果天有多个,那么其中任何一个天的运动也同样会是时间,从而会有许多时间同时存在。
ἡ δὲ τοῦ ὅλου σφαῖρα ἔδοξε μὲν τοῖς εἰποῦσιν εἶναι ὁ χρόνος, ὅτι ἔν τε τῷ χρόνῳ πάντα ἐστὶν καὶ ἐν τῇ τοῦ ὅλου σφαίρᾳ·
至于宇宙整体的球体,那些说它是时间的人之所以这样想,是因为所有事物既在时间中,也在宇宙整体的球体中。
ἔστιν δʼ εὐηθικώτερον τὸ εἰρημένον ἢ ὥστε περὶ αὐτοῦ τὰ ἀδύνατα ἐπισκοπεῖν, ἐπεὶ δὲ δοκεῖ μάλιστα κίνησις εἶναι καὶ μεταβολή τις ὁ χρόνος, τοῦτʼ ἂν εἴη σκεπτέον.
但这种说法过于幼稚,不值得去考察其必然导致的荒谬后果。 既然时间最被认为是一种运动和某种变化,那么我们就必须对此进行考察。
ἡ μὲν οὖν ἑκάστου μεταβολὴ καὶ κίνησις ἐν αὐτῷ τῷ μεταβάλλοντι μόνον ἐστίν, ἢ οὗ ἂν τύχῃ ὂν αὐτὸ τὸ κινούμενον καὶ μεταβάλλον·
然而,每个事物的变化和运动仅仅在发生变化的事物本身之中,或者在运动和变化的事物恰好存在的那个地方。
ὁ δὲ χρόνος ὁμοίως καὶ πανταχοῦ καὶ παρὰ πᾶσιν.
而时间则是同样地、在所有地方、且在所有人身旁存在。
ἔτι δὲ μεταβολὴ μέν ἐστι θάττων καὶ βραδυτέρα, χρόνος δʼ οὐκ ἔστιν·
此外,变化有较快和较慢,而时间则没有。
τὸ γὰρ βραδὺ καὶ ταχὺ χρόνῳ ὥρισται, ταχὺ μὲν τὸ ἐν ὀλίγῳ πολὺ κινούμενον, βραδὺ δὲ τὸ ἐν πολλῷ ὀλίγον·
因为较慢和较快是用时间来定义的(在短时间内移动得多就是快,在长时间内移动得少就是慢)。
ὁ δὲ χρόνος οὐχ ὥρισται χρόνῳ, οὔτε τῷ ποσός τις εἶναι οὔτε τῷ ποιός.
而时间却不用时间来定义,无论在数量上还是在质量上。
ὅτι μὲν τοίνυν οὐκ ἔστιν κίνησις, φανερόν·
因此,时间并不是运动,这是很明显的。
μηδὲν δὲ διαφερέτω λέγειν ἡμῖν ἐν τῷ παρόντι κίνησιν ἢ μεταβολήν.
不过,对我们目前而言,说运动还是说变化,并没有什么区别。