Humanitext Reader

亚里士多德 · 物理学 §4.9#2

质料的潜能实现与对虚空的最终否定

第 51 段,共 113 段 · 希腊语

内容简介

亚里士多德解释说,体积或温度的变化并不涉及吸收外部的新要素,而是单一底层物质潜能的实现,从而得出了不存在分离虚空的结论。

§4.9#2ἔστι δὲ καὶ σώματος ὕλη καὶ μεγάλου καὶ μικροῦ ἡ αὐτή.
物体的,无论是在变大还是变小时,其物质也是同一的。
δῆλον δέ· ὅταν γὰρ ἐξ ὕδατος ἀὴρ γένηται, ἡ αὐτὴ ὕλη οὐ προσλαβοῦσά τι ἄλλο ἐγένετο, ἀλλʼ ὃ ἦν δυνάμει, ἐνεργείᾳ ἐγένετο, καὶ πάλιν ὕδωρ ἐξ ἀέρος ὡσαύτως, ὁτὲ μὲν εἰς μέγεθος ἐκ μικρότητος, ὁτὲ δʼ εἰς μικρότητα ἐκ μεγέθους.
这是很明显的:因为当空气从水中生成时,是同一物质没有吸收任何其他东西而发生变化的,潜能上是它的,在现实中就变成了它。 反之,水从空气中生成也是同样,有时从微小变到巨大,有时从巨大变到微小。
ὁμοίως τοίνυν κἂν ὁ ἀὴρ πολὺς ὢν ἐν ἐλάττονι γίγνηται ὄγκῳ καὶ ἐξ ἐλάττονος μείζων, ἡ δυνάμει οὖσα ὕλη γίγνεται ἄμφω.
因此,同样地,即使空气量很多而变成较小的体积,或者从较小的体积变成较大,那潜能上是双重状态的物质就变成了这两种状态。
ὥσπερ γὰρ καὶ ἐκ ψυχροῦ θερμὸν καὶ ἐκ θερμοῦ ψυχρὸν ἡ αὐτή, ὅτι ἦν δυνάμει, οὕτω καὶ ἐκ θερμοῦ μᾶλλον θερμόν, οὐδενὸς γενομένου ἐν τῇ ὕλῃ θερμοῦ ὃ οὐκ ἦν θερμὸν ὅτε ἧττον ἦν θερμόν, ὥσπερ γε οὐδʼ ἡ τοῦ μείζονος κύκλου περιφέρεια καὶ κυρτότης ἐὰν γίγνηται ἐλάττονος κύκλου, ἢ ἡ αὐτὴ οὖσα ἢ ἄλλη, ἐν οὐθενὶ ἐγγέγονε τὸ κυρτὸν ὃ ἦν οὐ κυρτὸν ἀλλʼ εὐθύ (οὐ γὰρ τῷ διαλείπειν τὸ ἧττον ἢ τὸ μᾶλλον ἔστιν)·
正如同一物质因为在潜能上如此,就能从冷变热、从热变冷,同样,它也能从热变得更热,而并非在物质中产生某种在它没那么热时还不热的热的要素。 正如当一个较大圆的圆周和弯曲变成较小圆的圆周和弯曲时(无论这是同一圆周还是另一个),并非在任何部分产生了某种先前非弯曲而是直的弯曲部分(因为较少或较多并不是通过间断而存在的)。
οὐδʼ ἔστι τῆς φλογὸς λαβεῖν τι μέγεθος ἐν οὐ καὶ θερμότης καὶ λευκότης ἔνεστιν.
也无法取火焰的任何大小,其中是不包含热和白的。
οὕτω τοίνυν καὶ ἡ πρότερον θερμότης πρὸς τὴν ὕστερον.
因此,以前的热与以后的热也是这种关系。
ὥστε καὶ τὸ μέγεθος καὶ ἡ μικρότης τοῦ αἰσθητοῦ ὄγκου οὐ προσλαβούσης τι τῆς ὕλης ἐπεκτείνεται, ἀλλʼ ὅτι δυνάμει ἐστὶν ὕλη ἀμφοῖν·
所以,感觉体积的变大和变小,并不是因为物质吸收了什么而膨胀,而是因为物质在潜能上就是这两者。
ὥστʼ ἐστὶ τὸ αὐτὸ πυκνὸν καὶ μανόν, καὶ μία ὕλη αὐτῶν.
因此,浓密和稀薄是同一的,且它们的物质是单一的。
ἔστι δὲ τὸ μὲν πυκνὸν βαρύ, τὸ δὲ μανὸν κοῦφον.
而浓密是重的,稀薄是轻的。
δύο γὰρ ἔστιν ἐφʼ ἑκατέρου, τοῦ τε πυκνοῦ καὶ τοῦ μανοῦ· τό τε γὰρ βαρὺ καὶ τὸ σκληρὸν πυκνὰ δοκεῖ εἶναι, καὶ τἀναντία μανὰ τό τε κοῦφον καὶ τὸ μαλακόν· διαφωνεῖ δὲ τὸ βαρὺ καὶ τὸ σκληρὸν ἐπὶ μολίβδου καὶ σιδήρου.
因为在浓密和稀薄的每一方中都有两种性质:重和硬被认为是浓密的,而它们的对立面轻和软被认为是稀薄的;但在铅和铁身上,重和硬是不一致的。
ἐκ δὴ τῶν εἰρημένων φανερὸν ὡς οὔτʼ ἀποκεκριμένον κενὸν ἔστιν, οὔθ᾿ ἁπλῶς οὔτʼ ἐν τῷ μανῷ, οὔτε δυνάμει, εἰ μή τις βούλεται πάντως καλεῖν κενὸν τὸ αἴτιον τοῦ φέρεσθαι.
因此,从所说的话中可以明显看出,不存在分离的虚空,无论绝对地还是在稀薄之物中,也无论在潜能上,除非有人非要将移动的原因称为虚空不可。
οὕτω δʼ ἡ τοῦ βαρέος καὶ κούφου ὕλη, ᾗ τοιαύτη, εἴη ἂν τὸ κενόν· τὸ γὰρ πυκνὸν καὶ τὸ μανὸν κατὰ ταύτην τὴν ἐναντίωσιν φορᾶς ποιητικά, κατὰ δὲ τὸ σκληρὸν καὶ μαλακὸν πάθους καὶ ἀπαθείας, καὶ οὐ φορᾶς ἀλλʼ ἑτεροιώσεως μᾶλλον.
如果是这样的话,那么重和轻的物质,只要它作为这种性质,就可能被称为虚空;因为浓密和稀薄,在这一对立关系中,是产生移动的,但在硬和软的关系中,是产生主动和受动的,而不是移动,而毋宁是质变。
καὶ περὶ μὲν κενοῦ, πῶς ἔστι καὶ πῶς οὐκ ἔστι, διωρίσθω τὸν τρόπον τοῦτον.
关于虚空,它是如何存在以及如何不存在,就以此种方式予以规定。

词汇与语法注释

  1. 26σώματος ὕλη καὶ μεγάλου καὶ μικροῦ — 属格的 σώματος 和 μεγάλου καὶ μικροῦ 都修饰 ὕλη。这一结构表述了物体体积变化中物质的同一性:“物体的物质,无论在变大还是变小时。”
  2. 217bοὐδενὸς γενομένου ἐν τῇ ὕλῃ θερμοῦ ὃ οὐκ ἦν θερμὸν ὅτε ἧττον ἦν θερμόν — 独立属格(οὐδενὸς γενομένου...)中嵌入了一个关系从句(ὃ οὐκ 意为“...”)。这是一个难懂的句式,用以解释质变的连续性与潜能性:当热度增加时,并不是因为物质中新产生了某种原本(在没那么热时)不热的、独立的热的成分。
  3. 5τῷ διαλείπειν — 无介词的与格不定式,表示手段或原因:“通过间断(存在间隙)”。这里的 διαλείπειν 用以否定对立学说的假设,即热或弯曲等连续性质是由离散的要素与间隙(即不热或直的部分)交织而成的。
  4. 25ᾗ τοιαύτη — 关系代词的与格阴性单数 ᾗ 起到“在……的范围内 / 只要”的副词性限制功能,与 τοιαύτη(与 ὕλη 一致的阴性指示代词)结合。在此意为“只要物质具有这种性质”,即“只要它具备作为移动原因的性质(重与轻)”。

引用这一段

亚里士多德, 物理学 §4.9#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg031.humanitext-grc1:4.9%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。