§3.3Καὶ τὸ ἀπορούμενον δὲ φανερόν, ὅτι ἐστὶν ἡ κίνησις ἐν τῷ κινητῷ· ἐντελέχεια γάρ ἐστι τούτου ὑπὸ τοῦ κινητικοῦ.
此外,此前存在的疑问也变得清晰了:运动是在可动者之中的;因为运动是推动者对可动者[即它]的现实。
καὶ ἡ τοῦ κινητικοῦ δὲ ἐνέργεια οὐκ ἄλλη ἐστίν· δεῖ μὲν γὰρ εἶναι ἐντελέχειαν ἀμφοῖν·
而且推动者的活动也不是另一个东西;因为必然存在两者共同的现实。
κινητικὸν μὲν γάρ ἐστιν τῷ δύνασθαι, κινοῦν δὲ τῷ ἐνεργεῖν, ἀλλʼ ἔστιν ἐνεργητικὸν τοῦ κινητοῦ, ὥστε ὁμοίως μία ἡ ἀμφοῖν ἐνέργεια ὥσπερ τὸ αὐτὸ διάστημα ἕν πρὸς δύο καὶ δύο πρὸς ἕν, καὶ τὸ ἄναντες καὶ τὸ κάταντες·
因为推动者是因其具有潜能而成为推动者的,但它是通过现实活动来推动的,不过它是在对可动者进行活动,因而两者的活动同样是合一的,正如一对于二和二对于一的距离是同一个,以及上坡和下坡是同一个一样。
ταῦτα γὰρ ἕν μέν ἐστιν, ὁ μέντοι λόγος οὐχ εἶς·
因为这些东西是合一的,然而它们的定义并不是合一的。
ὁμοίως δὲ καὶ ἐπὶ τοῦ κινοῦντος καὶ κινουμένου.
在推动者和被推动者的情况下也同样如此。
ἔχει δʼ ἀπορίαν
λογικήν·
然而,这带来了一个逻辑上的难问。
ἀναγκαῖον γὰρ ἴσως εἶναί τινα ἐνέργειαν τοῦ ποιητικοῦ καὶ τοῦ παθητικοῦ· τὸ μὲν δὴ ποίησις, τὸ δὲ πάθησις, ἔργον δὲ καὶ τέλος τοῦ μὲν ποίημα, τοῦ δὲ πάθος.
因为能动者和受动者的活动或许必然各自是某种东西:一者是“作用”,另一者是“受动”,而一者的工作和终点是“作用产物”,另一者的则是“受动状态”。
ἐπεὶ οὖν ἄμφω κινήσεις, εἰ μὲν ἕτεραι, ἐν τίνι;
既然两者都是运动,那么如果它们是不同的,它们在什么之中呢?
ἢ γὰρ ἄμφω ἐν τῷ πάσχοντι καὶ κινουμένῳ, ἢ ἡ μὲν ποίησις ἐν τῷ ποιοῦντι, ἡ δὲ πάθησις ἐν τῷ πάσχοντι (εἰ δὲ δεῖ καὶ ταύτην ποίησιν καλεῖν, ὁμώνυμος ἂν εἴη).
因为要么两者都在受动者和被推动者之中,要么“作用”在能动者之中,而“受动”在受动者之中(如果也必须把后者称为“作用”,那它将是同名异义的)。
ἀλλὰ μὴν εἰ τοῦτο, ἡ κίνησις ἐν τῷ κινοῦντι ἔσται (ὁ γὰρ αὐτὸς λόγος ἐπὶ κινοῦντος καὶ κινουμένου), ὥστʼ ἢ πᾶν τὸ κινοῦν κινήσεται, ἢ ἔχον κίνησιν οὐ κινήσεται.
但是,如果情况是后者,运动就将在推动者之中(因为同样的道理适用于推动者和被推动者),其结果是,要么每个推动者都会运动,要么它虽然具有运动却不运动。
εἰ δʼ ἄμφω ἐν τῷ κινουμένω καὶ πάσχοντι, καὶ ἡ ποίησις καὶ ἡ πάθησις, καὶ ἡ δίδαξις καὶ ἡ μάθησις δύο οὖσαι ἐν τῷ μανθάνοντι, πρῶτον μὲν ἡ ἐνέργεια ἡ ἑκάστου οὐκ ἐν ἑκάστῳ ὑπάρξει, εἶτα ἄτοπον δύο κινήσεις ἅμα κινεῖσθαι·
但是,如果两者都在被推动者和受动者之中,“作用”和“受动”都在其中,也就是“教”和“学”作为两个不同的东西都在学习者之中,那么首先,各自的活动将不在各自之中,其次,两个运动同时被运动是荒谬的。
τίνες γὰρ ἔσονται ἀλλοιώσεις δύο τοῦ ἑνὸς καὶ εἰς ἕν εἶδος;
因为同一个东西向着同一个形式的两种性质变化会是什么呢?
ἀλλʼ ἀδύνατον.
但这是不可能的。
ἀλλὰ μία ἔσται ἡ ἐνέργεια.
然而[那么]活动就会是同一个。
ἀλλʼ ἄλογον δύο ἑτέρων τῷ εἴδει τὴν αὐτὴν καὶ μίαν εἶναι ἐνέργειαν·
但是,两个在种上不同的东西具有同一且唯一的活动,这是不合逻辑的。
καὶ ἔσται, εἴπερ ἡ δίδαξις καὶ ἡ μάθησις τὸ αὐτὸ καὶ ἡ ποίησις καὶ ἡ πάθησις, καὶ τὸ διδάσκειν τῷ μανθάνειν τὸ αὐτὸ καὶ τὸ ποιεῖν τῷ πάσχειν, ὥστε τὸν διδάσκοντα ἀνάγκη ἔσται πάντα μανθάνειν καὶ τὸν ποιοῦντα πάσχειν.
如果“教”和“学”是同一个,“作用”和“受动”是同一个,那么“去教”与“去学”也就是同一个,“去作用”与“去受动”也就是同一个,这样一来,教者就必然在一切事上学习,而作用者也必然受动。
ἤ
οὔτε τὸ τὴν ἄλλου ἐνέργειαν ἐν ἑτέρῳ εἶναι ἄτοπον (ἔστι γὰρ ἡ δίδαξις ἐνέργεια τοῦ διδασκαλικοῦ, ἔν τινι μέντοι, καὶ οὐκ ἀποτετμημένη, ἀλλὰ τοῦδε ἐν τῷδε, οὔτε μίαν δυοῖν κωλύει οὐθὲν τὴν αὐτὴν εἶναι (μὴ ὡς τῷ εἶναι τὸ αὐτό, ἀλλʼ ὡς ὑπάρχει τὸ δυνάμει ὄν πρὸς τὸ ἐνεργοῦν), οὔτʼ ἀνάγκη τὸν διδά· σκοντα μανθάνειν, οὐδʼ εἰ τὸ ποιεῖν καὶ πάσχειν τὸ αὐτό ἐστιν, μὴ μέντοι ὥστε τὸν λόγον εἶναι ἕνα τὸν 〈τὸ〉τί ἦν εἶναι λέγοντα, οἷον ὡς λώπιον καὶ ἱμάτιον, ἀλλʼ ὡς ἡ ὁδὸς ἡ Θήβηθεν Ἀθήναζε καὶ ἡ Ἀθήνηθεν εἰς Θήβας, ὥσπερ εἴρηται καὶ πρότερον;
或者,一个东西的活动在另一个东西之中并不是荒谬的(因为“教”是具有教学能力者的活动,但它确实是在某物之中,并且不是被切断的,而是此物在彼物之中的活动),也没有什么能阻止同一活动同时属于两者(并非是在本质上是同一个,而是作为潜在存在者相对于活动着的存在者所具有的关系),即使“去作用”和“去受动”是同一个,教者也不必然要去学习,只要说明“它是什么”的本质定义并不是同一个就行,不像“外套”和“斗篷”那样,而是像从底比斯到雅典的路和从雅典到底比斯的路一样,正如之前已经说过的那样。
οὐ γὰρ ταὐτὰ πάντα ὑπάρχει τοῖς ὁπωσοῦν τοῖς αὐτοῖς, ἀλλὰ μόνον οἶς τὸ εἶναι τὸ αὐτό.
因为,并非所有相同的东西都属于那些在任何意义上相同的东西,而只属于那些本质相同的东西。
οὐ μὴν ἀλλʼ οὐδʼ εἰ ἡ δαδαξις τῇ μαθήσει τὸ αὐτό, καὶ τὸ μανθάνειν τῷ διδάσκειν, ὥσπερ οὐδʼ εἰ ἡ διάστασις μία τῶν διεστηκότων, καὶ τὸ διίστασθαι ἐνθένθε ἐκεῖσε κἀκεῖθεν δεῦρο ἕν καὶ τὸ αὐτό.
不仅如此,即使“教”与“学”相同,“去学”与“去教”相同,也并不像“如果两个分离之物的距离是一个,那么从这里到那里和从那里到这里也就是一个且相同”。
ὅλως δʼ εἰπεῖν οὐδʼ ἡ δίδαξις τῇ μαθήσει οὐδʼ ἡ ποίησις τῇ παθήσει τὸ αὐτὸ κυρίως, ἀλλʼ ᾦ ὑπάρχει ταῦτα, ἡ κίνησις·
总而言之,“教”与“学”以及“作用”与“受动”在严格意义上都不是同一个,而是这些东西所归属的那个东西——即运动——是同一个。
τὸ γὰρ τοῦδε ἐν τῶδε καὶ τὸ τοῦδε ὑπὸ τοῦδε ἐνέργειαν εἶναι ἕτερον τῷ λόγῳ.
因为,“此物在彼物之中的活动”与“此物由彼物所引起的活动”在定义上是不同的。
τί μὲν οὖν ἐστιν κίνησις εἴρηται καὶ καθόλου καὶ κατὰ μέρος·
因此,运动是什么,已经从总体上和具体上都说清楚了。
οὐ γὰρ ἄδηλον πῶς ὁρισθήσεται τῶν εἰδῶν ἕκαστον αὐτῆς· ἀλλοίωσις μὲν γὰρ ἡ τοῦ ἀλλοιωτοῦ, ᾖ ἀλλοιωτόν, ἐντελέχεια.
因为如何定义它的每一个种,并不是不清晰的:性质变化是可变化者作为可变化者时的现实。
ἔτι δὲ γνωριμώτερον, ἡ τοῦ δυνάμει ποιητικοῦ καὶ παθητικοῦ, ᾖ τοιοῦτον, ἀπλῶς τε καὶ πάλιν καθʼ ἕκαστον, ἢ οἰκοδόμησις ἢ ἰάτρευσις.
更加清晰的是,潜在的能动者和受动者作为如此之物时的现实,这既是就一般而言,也是就具体情况而言,例如建房或医治。
τὸν αὐτὸν δὲ λεχθήσεται τρόπον καὶ περὶ τῶν ἄλλων κινήσεων ἑκάστης.
对于其他每一种运动,也将用同样的方式来说明。