§3.2Ὅτι δὲ καλῶς εἴρηται, δῆλον καὶ ἐξ ὧν οἱ ἄλλοι περὶ αὐτῆς λέγουσιν, καὶ ἐκ τοῦ μὴ ῥάδιον εἶναι διορίσαι ἄλλως αὐτήν.
我们对运动的定义是正确的,这不仅从其他人关于运动的说法中可以看得很清楚,而且从“不容易以其他方式来规定它”这一事实中也可以看得很清楚。
οὔτε γὰρ τὴν κίνησιν καὶ τὴν μεταβολὴν ἐν ἄλλῳ γένει θεῖναι δύναιτʼ ἄν τις, δῆλόν τε σκοποῦσιν ὡς τιθέασιν αὐτὴν ἔνιοι, ἑτερότητα καὶ ἀνισότητα καὶ τὸ μὴ ὄν φάσκοντες εἶναι τὴν κίνησιν· ὦν οὐδὲν ἀναγκαῖον κινεῖσθαι, οὔτʼ ἂν ἕτερα ᾖ οὔτʼ ἂν ἄνισα οὔτʼ ἂν οὐκ ὄντα·
因为任何人都不可能将运动和变化置于其他的属中,而且对于那些考察某些人如何安置它的人来说,这也是显而易见的:他们声称运动是“他者性”、“不等性”和“非存在”;然而,这些东西——无论它们是他者、是不等者还是非存在——都没有任何必然要运动的道理。
ἀλλʼ οὐδʼ ἡ μεταβολὴ οὔτʼ εἰς ταῦτα οὔτʼ ἐκ τούτων μᾶλλόν ἐστιν ἢ ἐκ τῶν ἀντικειμένων.
此外,变化走向这些或从这些产生,并不比从它们的相反者产生更具合理性。
σἴτιον δὲ τοῦ εἰς ταῦτα τιθέναι ὅτι ἀόριστόν τι δοκεῖ εἶναι ἡ κίνησις, τῆς δὲ ἑτέρας συστοιχίας αἱ ἀρχαὶ διὰ τὸ στερητικαὶ εἶναι ἀόριστοι· οὔτε γὰρ τόδε οὔτε τοιόνδε οὐδεμία αὐτῶν ἐστιν, οὐδὲ τῶν ἄλλων κατηγοριῶν.
他们将运动置于这些之中的原因,在于运动似乎是某种无定形的东西,而另一对立系列中的诸原理因为是欠缺性的,所以也是无定形的;因为它们中没有一个是“这个”或“如此性质的”,也不属于任何其他范畴。
τοῦ δὲ δοκεῖν ἀόριστον εἶναι τὴν κίνησιν σἴτιον ὅτι οὔτε εἰς δύναμιν τῶν ὄντων οὔτε εἰς ἐνέργειαν ἔστιν θεῖναι αὐτήν· οὔτε γὰρ τὸ δυνατὸν ποσὸν εἶναι κινεῖται ἐξ ἀνάγκης οὔτε τὸ ἐνεργείᾳ ποσόν, ῆ τε κίνησις ἐνέργεια μὲν εἶναί τις δοκεῖ, ἀτελὴς δέ· αἴτιον δʼ ὅτι ἀτελὲς τὸ δυνατόν, οὗ ἐστιν ἐνέργεια.
而运动之所以显得是无定形的原因,在于它既不能被置于存在物的潜能中,也不能被置于存在物的活动中;因为既不是潜在的具有某种数量者必然运动,也不是在现实活动中具有某种数量者必然运动。 此外,运动似乎是某种活动,但却是不完全的活动;其原因在于,作为其活动的潜能者本身是不完全的。
καὶ διὰ τοῦτο δὴ χαλεπὸν αὐτὴν λαβεῖν τί ἐστιν· ἢ γὰρ εἰς στέρησιν ἀναγκαῖον θεῖναι ἢ εἰς δύναμιν ἢ εἰς ἐνέργειαν ἀπλῆν, τούτων δʼ οὐδὲν φαίνεται ἐνδεχόμενον.
正是因为这个缘故,要把握它究竟是什么确实是困难的;因为要么必须将它置于欠缺中,要么置于潜能中,要么置于单纯的现实活动中,但这些似乎都是不可能的。
λείπεται τοίνυν ὁ εἰρημένος τρόπος, ἐνέργειαν μέν τινα εἶναι, τοιαύτην δʼ ἐνέργειαν οἵαν εἴπαμεν, χαλεπὴν μὲν ἰδεῖν, ἐνδεχομένην δʼ εἶναι.
因此,剩下的只有前面所说的方法,即它是一种活动,但是我们所说的那种活动:虽然难以看清,但确实是可能存在的。
κινεῖται δὲ καὶ τὸ κινοῦν ὥσπερ εἴρηται πᾶν, τὸ
δυνάμει ὄν κινητόν, καὶ οὖ ἡ ἀκινησία ἠρεμία ἐστίν (ᾦ γὰρ ἡ κίνησις ὑπάρχει, τούτου ἡ ἀκινησία ἠρεμία).
正如已经说过的,引起运动者如果在潜能上是可动者,并且其不动即是静止(因为运动所归属之物,其不动就是静止),那么它自身也在运动。
τὸ γὰρ πρὸς τοῦτο ἐνεργεῖν, ᾖ τοιοῦτον, αὐτὸ τὸ κινεῖν ἐστι· τοῦτο δὲ ποιεῖ θίξει, ὥστε ἅμα καὶ πάσχει·
因为,针对这个可动者,在其作为可动者的意义上进行活动,正是“引起运动”本身;而它是通过接触来做到这一点的,因此它同时也在受动。
διὸ ἡ κίνησις ἐντελέχεια τοῦ κινητοῦ, ᾖ κινητόν, συμβαίνει δὲ τοῦτο θίξει τοῦ κινητικοῦ, ὥσθ’ ἅμα καὶ πάσχει.
所以,运动是可动者作为可动者时的现实,而这是通过接触推动者而发生的,因此推动者同时也在受动。
εἶδος δὲ ἀεὶ οἴσεταί τι τὸ κινοῦν, ἤτοι τόδε ἢ τοιόνδε ἢ τοσόνδε, ὅ ἔσται ἀρχὴ καὶ αἴτιον τῆς κινήσεως, ὅταν κινῇ, οἶον ὁ ἐντελεχείᾳ ἄνθρωπος ποιεῖ ἐκ τοῦ δυνάμει ὄντος ἀνθρώπου ἄνθρωπον.
推动者总是会带来某种形式,或者是“这个”,或者是“如此性质”,或者是“如此数量”,当它推动时,这将是运动的原理和原因,正如现实中的人从潜能的人中产生出人一样。