§3.1#2φθιτοῦ (οὐδὲν γὰρ ὄνομα κοινὸν ἐπʼ ἀμφοῖν) αὔξησις καὶ φθίσις, τοῦ δὲ γενητοῦ καὶ φθαρτοῦ γένεσις καὶ φθορά, τοῦ δὲ φορητοῦ φορά.
……的现实就是增长和减少(因为两者的合并并无共同的名称),可产生者与可毁灭者的现实就是产生与毁灭,而可位移者的现实就是位移。
ὅτι δὲ τοῦτο ἔστιν ἡ κίνησις, ἐντεῦθεν δῆλον.
运动就是这个,由此显而易见。
ὅταν γὰρ τὸ οἰκοδομητόν, ᾗ τοιοῦτον αὐτὸ λέγομεν εἶναι, ἐντελεχείᾳ ᾖ οἰκοδομεῖται, καὶ ἔστιν τοῦτο οἰκοδόμησις·
因为当可建筑者,在我们称其为如此的意义上,处于现实状态且正在被建筑时,这就是建筑活动。
ὁμοίως δὲ καὶ μάθησις καὶ ἰάτρευσις καὶ κύλισις καὶ ἅλσις καὶ ἅδρυνσις καὶ γήρανσις.
同样,学习、医疗、旋转、跳跃、成熟和老化也是如此。
ἐπεὶ δʼ ἔνια ταὐτὰ καὶ δυνάμει καὶ ἐντελεχείᾳ ἐστίν, οὐχ ἅμα δὲ ἢ οὐ κατὰ τὸ αὐτό, ἀλλʼ οἶον θερμὸν μὲν ἐντελεχείᾳ ψυχρὸν δὲ δυνάμει, πολλὰ ἤδη ποιήσει καὶ πείσεται ὑπʼ ἀλλήλων· ἅπαν γὰρ ἔσται ἅμα ποιητικὸν καὶ παθητικόν.
由于某些事物在潜能上和现实上都是相同的,但不是同时或不是在同一方面——而是例如,在现实上是热的,在潜能上是冷的——所以许多事物就会互相作用和受动;因为一切事物都将同时是能动的和受动的。
ὥστε καὶ τὸ κινοῦν φυσικῶς κινητόν· πᾶν γὰρ τὸ τοιοῦτον κινεῖ κινούμενον καὶ αὐτό.
因此,自然地引起运动者也是受动者;因为所有这类事物在引起运动时自身也在运动。
δοκεῖ μὲν οὖν τισιν ἅπαν κινεῖσθαι τὸ κινοῦν, οὐ μὴν ἀλλὰ περὶ τούτου μὲν ἐξ ἄλλων ἔσται δῆλον ὅπως ἔχει (ἔστι γάρ τι κινοῦν καὶ ἀκίνητον), ἡ δὲ τοῦ δυνάμει ὄντος 〈ἐντελέχεια〉, ὅταν ἐντελεχείᾳ ὄν ἐνεργῇ οὐχ ᾖ αὐτὸ ἀλλʼ ᾖ κινητόν, κίνησίς ἐστιν.
虽然在一些人看来,一切引起运动者自身都在运动,但无论如何,关于这一点,通过其他讨论将会清楚其实际情况如何(因为存在着某种引起运动而自身不动的动者),但当潜能存在者作为现实存在而活动时,不是作为它自身而是作为可动者进行活动,这种〈现实〉就是运动。
λέγω δὲ τὸ ὡδί.
我的意思是这样。
ἔστι γᾲρ ὁ χαλκὸς δυνάμει ἀνδριάς, ἀλλʼ ὅμως οὐχ ἡ τοῦ χαλκοῦ ἐντελέχεια, ᾖ χαλκός, κίνησίς ἐστιν· οὐ γὰρ τὸ αὐτὸ τὸ χαλκῷ εἶναι καὶ δυνάμει τινί, ἐπεὶ εἰ ταὐτὸν ᾖν ἀπλῶς καὶ κατὰ τὸν λόγον, ᾖν ἂν ἡ τοῦ χαλκοῦ, ᾖ χαλκός, ἐντελέχεια κίνησις·
例如,铜在潜能上是铜像,但尽管如此,铜作为铜的现实并不是运动;因为“是铜”与“是某种潜能”并不相同,因为如果它们在绝对意义上和定义上是相同的,那么铜作为铜的现实就会是运动。
οὐκ ἔστιν δὲ ταὐτόν, ὡς εἴρηται (δῆλον δʼ ἐπὶ τῶν ἐναντίων· τὸ μὲν γὰρ δύνασθαι ὑγιαίνειν καὶ δύνασθαι κάμνειν ἕτερον—καὶ γὰρ ἂν τὸ κάμνειν καὶ τὸ ὑγιαίνειν ταὐτὸν ᾖν— τὸ δὲ ὑποκείμενον καὶ τὸ ὑγιαῖνον καὶ τὸ νοσοῦν, εἴθ’ ὑγρότης εἴθʼ αἷμα, ταὐτὸν καὶ ἔν).
但正如所说,它们并不相同(这在相反者中是很明显的:因为能够健康与能够生病是不同的——否则,生病与健康就会是相同的——而作为基础的受体,无论是水分还是血液,作为变健康者和生病者,都是同一个)。
ἐπεὶ δʼ οὐ ταὺτόν, ὥσπερ οὐδὲ χρῶμα ταὐτὸν καὶ ὁρατόν, ἡ τοῦ δυνατοῦ, ᾖ δυνατόν, ἐντελέχεια φανερὸν ὅτι κίνησίς ἐστιν.
既然它们并不相同,就像颜色与可见者并不相同一样,那么显而易见,潜在者的潜在者意义上的现实就是运动。
ὅτι μὲν οὖν
ἐστιν αὕτη, καὶ ὅτι συμβαίνει τότε κιννεῖσθαι ὅταν ἡ ἐντελέχεια ᾖ αὐτή, καὶ οὔτε πρότερον οὔτε ὕστερον, δῆλον·
因此,运动是这个,并且只有当这种现实存在时才发生运动,既不在其前,也不在其后,这是显而易见的。
ἐνδέχεται γὰρ ἕκαστον ὁτὲ μὲν ἐνεργεῖν ὁτὲ δὲ μή, οιἶον τὸ οἰκοδομητόν, καὶ ἡ τοῦ οἰκοδομητοῦ ἐνέργεια, οἰκοδομητόν, οἰκοδόμησίς ἐστιν (ἢ γὰρ οἰκοδόμησις ἡ ἐνέργεια ἢ ἡ οἰκία· ἀλλʼ ὅταν οἰκία ᾖ, οὐκέτʼ οἰκοδομητὸν ἔστιν· οἰκοδομεῖται δὲ τὸ οἰκοδομητόν· ἀνάγκη οὖν οἰκοδόμησιν τὴν ἐνέργειαν εἶναι)· ἡ δʼ οἰκοδόμησις κίνησίς τις.
因为每一个事物都有可能有时活动,有时不活动,例如可建筑者,而可建筑者作为可建筑者的活动就是建筑活动(因为其活动或者是建筑活动,或者是房屋;但当房屋存在时,就不再有可建筑者了;而被建筑的是可建筑者;因此,活动必定是建筑活动);而建筑活动是某种运动。
ἀλλὰ μὴν ὁ αὐτὸς ἐφαρμόσει λόγος καὶ ἐπὶ τῶν ἄλλων κινήσεων.
然而,同样的道理也适用于其他运动。