Humanitext Reader

亚里士多德 · 物理学 §3.1#1

探究自然中运动的重要性与运动的定义

第 26 段,共 113 段 · 希腊语

内容简介

亚里士多德指出,为了探究自然,对运动进行规定是不可或缺的。在引入与运动相关的无限、空间、真空和时间之后,他基于范畴以及潜能与现实的区分,开始将运动定义为“潜能存在者作为如此存在者的现实”。

§3.1#1Ἐπεὶ δʼ ἡ φύσις μέν ἐστιν ἀρχὴ κινήσεως καὶ μεταβολῆς, ἡ δὲ μέθοδος ἡμῖν περὶ φύσεώς ἐστι, δεῖ μὴ λανθάνειν τί ἐστι κίνησις· ἀναγκαῖον γὰρ ἀγνοουμένης αὐτῆς ἀγνοεῖσθαι καὶ τὴν φύσιν.
既然自然是运动和变化的原理,而我们的研究是关于自然的,就决不能不了解运动是什么;因为如果运动不为人所知,自然也必然不为人所知。
διορισαμένοις δὲ περὶ κινήσεως πειρατέον τὸν αὐτὸν ἐπελθεῖν τρόπον περὶ τῶν ἐφεξῆς.
在对运动做出规定之后,我们必须尝试以同样的方式探讨接下来的问题。
δοκεῖ δʼ ἡ κίνησις εἶναι τῶν συνεχῶν, τὸ δʼ ἄπειρον ἐμφαίνεται πρῶτον ἐν τῷ συνεχεῖ· διὸ καὶ τοῖς ὁριζομένοις τὸ συνεχὲς συμβαίνει προσχρήσασθαι πολλάκις τῷ λόγῳ τῷ τοῦ ἀπείρου, ὡς τὸ εἰς ἄπειρον διαιρετὸν συνεχὲς ὄν.
运动似乎属于连续之物,而无限首先显现在连续之物中;因此,规定连续之物的人往往会顺便使用无限的定义,认为连续之物就是可以无限分割的东西。
πρὸς δὲ τούτοις ἄνευ τόπου καὶ κενοῦ καὶ χρόνου κίνησιν ἀδύνατον εἶναι.
此外,如果没有空间、真空和时间,运动是不可能存在的。
δῆλον οὖν ὡς διά τε ταῦτα, καὶ διὰ τὸ πάντων εἶναι κοινὰ καὶ καθόλου ταῦτα, σκεπτέον προχειρισαμένοις περὶ ἑκάστου τούτων (ὑστέρα γὰρ ἡ περὶ τῶν ἰδίων θεωρία τῆς περὶ τῶν κοινῶν ἐστιν)· καὶ πρῶτον, καθάπερ εἴπαμεν, περὶ κινήσεαως.
因此很明显,无论是由于这些原因,还是因为这些是所有事物所共有且普遍的,我们都必须着手对其中的每一个进行考察(因为对个别事物的考察晚于对共有事物的考察);首先,正如我们所说,是关于运动。
ἔστι δὴ τὸ μὲν ἐντελεχείᾳ μόνον, τὸ δὲ δυνάμει καὶ ἐντελεχείᾳ, τὸ μὲν τόδε τι, τὸ δὲ τοσόνδε, τὸ δὲ τοιόνδε, καὶ τῶν ἄλλων. τῶν τοῦ ὄντος κατηγοριῶν ὁμοίως.
有些事物仅以现实存在,有些则以潜能和现实存在——这或者是“这个”(实体),或者是“这么大”(数量),或者是“这样的”(性质),对于存在的其他范畴也是如此。
τοῦ δὲ πρός τι τὸ μὲν καθʼ ὑπεροχὴν λέγεται καὶ κατʼ ἔλλειψιν, τὸ δὲ κατὰ τὸ ποιητικὸν καὶ παθητικόν, καὶ ὅλως κινητικόν τε καὶ κινητόν· τὸ γὰρ κινητικὸν κινητικὸν τοῦ κινητοῦ καὶ τὸ κινητὸν κινητὸν ὑπὸ τοῦ κινητικοῦ, οὐκ ἔστι δὲ κίνησις παρὰ τὰ πράγματα·
而在关系之中,有些是根据过度和不及来谈论的,有些是根据主动和被动来谈论的,总的来说是根据能动者和受动者;因为能动者是对受动者而言的能动者,而受动者是被能动者所动的受动者。
μεταβάλλει γὰρ ἀεὶ τὸ μεταβάλλον ἢ κατʼ οὐσίαν ἢ κατὰ ποσὸν ἢ κατὰ ποιὸν ἢ κατὰ τόπον, κοινὸν δʼ ἐπὶ τούτων οὐδὲν ἔστι λαβεῖν, ὡς φαμέν, ὃ οὔτε τόδε οὔτε ποσὸν οὔτε ποιὸν οὔτε τῶν ἄλλων κατηγορημάτων οὐθέν·
但是,除了具体事物之外并没有运动;因为变化着的事物总是或者在实体上,或者在数量上,或者在性质上,或者在空间上发生变化,而正如我们所说,在这些之中无法把握任何一个既非“这个”,也非数量,也非性质,也非其他范畴中任何一个的共同之物。
ὥστʼ οὐδὲ κίνησις οὐδὲ μεταβολὴ οὐθενὸς ἔσται παρὰ τὰ εἰρημένα, μηθενός γε ὄντος παρὰ τὰ εἰρημένα.
因此,既然在上述范畴之外没有任何东西存在,那么在上述范畴之外也就不会有任何事物的运动或变化。
ἕκαστον δὲ διχῶς ὑπάρχει πᾶσιν, οἷον τὸ τόδε (τὸ μὲν γὰρ μορφὴ αὐτοῦ, τὸ δὲ στέρησις), καὶ κατὰ τὸ ποιόν (τὸ μὲν γὰρ λευκὸν τὸ δὲ μέλαν), καὶ κατὰ τὸ ποσὸν τὸ μὲν τέλειον τὸ δʼ ἀτελές.
而这每一范畴都以双重方式存在于一切事物中,例如“这个”(因为其一是其形式,另一则是缺乏),在性质上(其一是白,另一是黑),在数量上(其一是完全,另一是不完全)。
ὁμοίως δὲ καὶ κατὰ τὴν φορὰν τὸ μὲν ἄνω τὸ δὲ κάτω, ἢ τὸ μὲν κοῦφον τὸ δὲ βαρύ.
同样,在位移上,其一向上,另一向下,或者其一是轻,另一是重。
ὥστε κινήσεαως καὶ μεταβολῆς ἔστιν εἴδη τοσαῦτα ὅσα τοῦ ὄντος.
因此,运动和变化的种类与存在的种类一样多。
διῃρημένου δὲ καθʼ ἕκαστον γένος τοῦ μὲν ἐντελεχείᾳ τοῦ δὲ δυνάμει, ἡ τοῦ δυνάμει ὄντος ἐντελέχεια, ᾗ τοιοῦτον, κίνησίς ἐστιν, οἷον τοῦ μὲν ἀλλοιωτοῦ, ᾗ ἀλλοιωτόν, ἀλλοίωσις, τοῦ δὲ αὐξητοῦ καὶ τοῦ ἀντικειμένου
由于在每一个类别中,都区分为现实存在者与潜能存在者,因此潜能存在者作为如此存在者的现实,就是运动。 例如,可质变者作为可质变者的现实就是质变,而可增长者及其相反者的现实……

词汇与语法注释

  1. 1ἀγνοουμένης αὐτῆς — 属格独立绝对结构,表条件(“如果它〔运动〕不为人所知”)。代词 αὐτῆς 指代前文的名词 κίνησις(运动)。
  2. 15τοῖς ὁριζομένοις — 作为无人称动词 συμβαίνει(发生、以致于)的逻辑主语的与格。τοῖς ὁριζομένοις 是分词的冠词用法(名词化),意为“规定(连续之物)的人”。
  3. 10ᾗ τοιοῦτον — 关系代名词 ὅς 的阴性单数与格 ᾗ 作为副词使用的习惯表达,意为“作为如此、在它是如此的范围内(qua)”。在此处它是限制运动定义的一个关键性句法与哲学用语,意为“潜能存在者仅在它作为‘潜能存在者’这一规定性的范围内”。

引用这一段

亚里士多德, 物理学 §3.1#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg031.humanitext-grc1:3.1%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。