Humanitext Reader

亚里士多德 · 物理学 §2.9

自然中的假设必然性与目的因的优先性

第 25 段,共 113 段 · 希腊语

内容简介

亚里士多德将自然科学中的必然性规定为“假设的必然性”,并阐明了它与数学必然性的不同。他得出结论:目的因是先于质料的原理,自然哲学家虽需讨论这两种原因,但应优先考虑目的因。

§2.9Τὸ δʼ ἐξ ἀνάγκης πότερον ἐξ ὑποθέσεως ὑπάρχει ἢ καὶ ἁπλῶς;
必然者是出于假设而存在,还是也无条件地存在?
νῦν μὲν γὰρ οἴονται τὸ ἐξ ἀνάγκης εἶναι ἐν τῇ γενέσει ὥσπερ ἂν εἴ τις τὸν τοῖχον ἐξ ἀνάγκης γεγενῆσθαι νομίζοι, ὅτι τὰ μὲν βαρέα κάτω πέφυκε φέρεσθαι τὰ δὲ κοῦφα ἐπιπολῆς, διὸ οἱ λίθοι μὲν κάτω καὶ τὰ θεμέλια, ἡ δὲ γῆ ἄνω διὰ κουφότητα, ἐπιπολῆς δὲ μάλιστα τὰ ξύλα·
因为现在人们认为,生成中的必然性就像有人认为墙壁是必然地生成的那样,因为重物天然地向下运动,轻物天然地向表面运动,所以石头和地基在下面,而泥土因为轻而在上面,木材则因为最轻而最在表面。
κουφότατα γάρ. ἀλλʼ ὅμως οὐκ ἄνευ μὲν τούτων γέγονεν, οὐ μέντοι διὰ ταῦτα πλὴν ὡς διʼ ὕλην, ἀλλʼ ἕνεκα τοῦ κρύπτειν ἄττα καὶ σώζειν.
然而,虽然没有这些东西就不能生成,但并不是因为这些东西而生成(除了作为质料的意义),而是为了遮蔽和保护某些东西。
ὁμοίως δὲ καὶ ἐν τοῖς ἄλλοις πᾶσιν, ἐν ὅσοις τὸ ἕνεκά του ἔστιν, οὐκ ἄνευ μὲν τῶν ἀναγκαίαν ἐχόντων τὴν φύσιν, οὐ μέντοι γε διά ταῦτα ἀλλʼ ἢ ὡς ὕλην, ἀλλʼ ἕνεκά του, οἷον διὰ τί ὁ πρίων τοιοσδί;
同样,在其他所有存在“为了什么”的事物中,虽然不能没有具有必然性质的东西,但并非因为它们而存在(除非作为质料),而是为了某个目的。 例如,为什么锯子是这样的?
ὅπως τοδὶ καὶ ἕνεκα τουδί.
为了能这样并且为了这个。
τοῦτο μέντοι τὸ οὗ ἕνεκα ἀδύνατον γενέσθαι, ἂν μὴ σιδηροῦς ᾖ· ἀνάγκη ἄρα σιδηροῦν εἶναι, εἰ πρίων ἔσται καὶ τὸ ἔργον αὐτοῦ.
然而,如果它不是铁制的,这个“为了什么”(目的)就无法实现;因此,如果有锯子及其工作,它就必然是铁制的。
ἐξ ὑποθέσεως δὴ τὸ ἀναγκαῖον, ἀλλʼ οὐχ ὡς τέλος· ἐν γὰρ τῇ ὕλῃ τὸ ἀναγκαῖον, τὸ δʼ οὗ ἕνεκα ἐν τῷ λόγῳ.
因此必然性是出于假设的,而不是作为终点;因为必然性存在于质料中,而“为了什么”存在于定义中。
ἔστι δὲ τὸ ἀναγκαῖον ἔν τε τοῖς μαθήμασι καὶ ἐν τοῖς κατὰ φύσιν γιγνομένοις τρόπον τινὰ παραπλησίως·
在数学中和在按照自然生成的事物中,必然性在某种程度上是类似的。
ἐπεὶ γὰρ τὸ εὐθὺ τοδί ἐστιν, ἀνάγκη τὸ τρίγωνον δύο ὀρθαῖς ἴσας ἔχειν·
因为既然直线是这样的,三角形就必然等于两个直角;但并不是因为后者,前者才如此。
ἀλλʼ οὐκ ἐπεὶ τοῦτο, ἐκεῖνο· ἀλλʼ εἴ γε τοῦτο μὴ ἔστιν, οὐδὲ τὸ εὐθὺ ἔστιν.
然而,如果后者不存在,直线也就不存在。
ἐν δὲ τοῖς γιγνομένοις ἕνεκά του ἀνάπαλιν, εἰ τὸ τέλος ἔσται ἢ ἔστι, καὶ τὸ ἔμπροσθεν ἔσται ἢ ἔστιν· εἰ δὲ μή, ὥσπερ ἐκεῖ μὴ ὄντος τοῦ συμπεράσματος ἡ ἀρχὴ οὐκ ἔσται, καὶ ἐνταῦθα τὸ τέλος καὶ τὸ οὗ ἕνεκα.
但在为了某个目的而生成的事物中,情况正好相反:如果终点将存在或存在,那么在先的事物也将存在或存在;如果不是这样,就像在数学中如果没有结论,原理就不会存在一样,在这里如果终点和“为了什么”不存在,情况也是如此。
ἀρχὴ γὰρ καὶ αὕτη, οὐ τῆς πράξεως ἀλλὰ τοῦ λογισμοῦ (ἐκεῖ δὲ τοῦ λογισμοῦ· πράξεις γὰρ οὐκ εἰσίν).
因为这(目的)也是原理,不是行动的原理,而是推论的原理(而在数学中则是推论的原理,因为没有行动)。
ὥστʼ εἰ ἔσται οἰκία, ἀνάγκη ταῦτα γενέσθαι ἢ ὑπάρχειν, ἢ εἶναι ὅλως τὴν ὕλην τὴν ἕνεκά του, οἷον πλίνθους καὶ λίθους, εἰ οἰκία·
因此,如果是房子,就必然生成或存在这些东西,或者总而言之存在着为了那个目的的质料,例如砖和石,如果是房子的话。
οὐ μέντοι διὰ ταῦτά ἐστι τὸ τέλος ἀλλʼ ἢ ὡς ὕλην, οὐδʼ ἔσται διὰ ταῦτα.
然而,终点并非因为这些东西而存在(除非作为质料),也不会因为这些东西而生成。
ὅλως μέντοι μὴ ὄντων οὐκ ἔσται οὔθʼ ἡ οἰκία οὔθʼ ὁ πρίων, ἡ μὲν εἰ μὴ οἱ λίθοι, ὁ δʼ εἰ μὴ ὁ σίδηρος·
但总而言之,如果没有这些东西,房子和锯子都不会存在:如果没有石头,房子就不会存在;如果没有铁,锯子就不会存在。
οὐδὲ γὰρ ἐκεῖ αἱ ἀρχαί, εἰ μὴ τὸ τρίγωνον δύο ὀρθαί.
因为在数学中也是如此,如果三角形不等于两个直角,原理也不存在。
φανερὸν δὴ ὅτι τὸ ἀναγκαῖον ἐν τοῖς φυσικοῖς τὸ ὡς ὕλη λεγόμενον καὶ αἱ κινήσεις αἱ ταύτης.
因此很明显,自然事物中的必然者是所谓的质料及其运动。
καὶ ἄμφω μὲν τῷ φυσικῷ λεκτέαι αἱ αἰτίαι, μᾶλλον δὲ ἡ τίνος ἕνεκα· αἴτιον γὰρ τοῦτο τῆς ὕλης, ἀλλʼ οὐχ αὕτη τοῦ τέλους·
自然哲学家应该说明这两种原因,但更应说明“为了什么”;因为它是质料的原因,而不是质料是终点的原因。
καὶ τὸ τέλος τὸ οὗ ἕνεκα, καὶ ἡ ἀρχὴ ἀπὸ τοῦ ὁρισμοῦ καὶ τοῦ λόγου, ὥσπερ ἐν τοῖς κατὰ τέχνην, ἐπεὶ ἡ οἰκία τοιόνδε, τάδε δεῖ γενέσθαι καὶ ὑπάρχειν ἐξ ἀνάγκης, καὶ ἐπεὶ ἡ ὑγίεια τοδί, τάδε δεῖ γενέσθαι ἐξ ἀνάγκης καὶ ὑπάρχειντ—οὕτως καὶ εἰ ἄνθρωπος τοδί, ταδί· εἰ δὲ ταδί, ταδί.
终点就是“为了什么”,而原理来自于定义和说明,正如在技术中那样:既然房子是这样的,这些东西就必须必然地生成和存在;既然健康是这样的,这些东西就必须必然地生成和存在——同样,如果人是这样的,那么这些就是必然的;如果这些是必然的,那么这些就是必然的。
ἴσως δὲ καὶ ἐν τῷ λόγῳ ἔστιν τὸ ἀναγκαῖον.
也许在定义中也存在着必然者。
ὁρισαμένῳ γὰρ τὸ ἔργον τοῦ πρίειν ὅτι διαίρεσις τοιαδί, αὕτη γʼ οὐκ ἔσται, εἰ μὴ ἕξει ὀδόντας τοιουσδί· οὗτοι δʼ οὔ, εἰ μὴ σιδηροῦς.
因为如果把锯割的工作定义为这样的分割,如果没有这样的齿,分割就不能实现;而如果没有铁,这些齿也不能存在。
ἔστι γὰρ καὶ ἐν τῷ λόγῳ ἔνια μόρια ὡς ὕλη τοῦ λόγου.
因为在定义中也有一些部分作为定义的质料。

词汇与语法注释

  1. 200aἐξ ὑποθέσεως — 意为“假设的必然性”(条件必然性)。数学中的必然性是从起点单向流向结论,而自然与技术中的必然性则是通过预设(假设)一个目的(终点),从而反向推导出实现该目的所需的质料和手段。
  2. 200aἀλλʼ εἴ γε τοῦτο μὴ ἔστιν, οὐδὲ τὸ εὐθὺ ἔστιν — 这里的 τοῦτο(这)指结论(三角形内角和等于两直角),而 τὸ εὐθύ(直)指前提或原理。在数学中,这表明了否定后件的逻辑关系:如果结论不成立,前提/原理也不成立。
  3. 200aἀρχὴ γὰρ καὶ αὕτη, οὐ τῆς πράξεως ἀλλὰ τοῦ λογισμοῦ — αὕτη(这)指终点(目的)。虽然目的在行动(实践)中是最后产生的结果,但是在思考如何实现它的推论中,它是出发点(原理)。
  4. 200bἔστι γὰρ καὶ ἐν τῷ λόγῳ ἔνια μόρια ὡς ὕλη τοῦ λόγου — 指出即使在定义(里路)中,也存在着相当于某种“质料”的部分。正如“锯子”的定义中包含了“铁”或“特定的齿”这类质料要素,定义的组成部分充当了被形式所规定的质料。

引用这一段

亚里士多德, 物理学 §2.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg031.humanitext-grc1:2.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。