Humanitext Reader

亚里士多德 · 物理学 §2.8#2

生物的合目的活动与作为目的因的自然

第 24 段,共 113 段 · 希腊语

内容简介

作者通过动植物的合目的性活动、技术中的错误与自然界中畸形的类比,以及驳斥“不经熟虑就无目的”的观点,证明了自然是作为“为了什么”(目的因)而起作用的原因。

§2.8#2μάλιστα δὲ φανερὸν ἐπὶ τῶν ζῴων τῶν ἄλλων, ἃ οὔτε τέχνῃ οὔτε ζητήσαντα οὔτε βουλευσάμενα ποιεῖ·
这在其他动物身上最为明显,它们既不凭技术,也不凭探索或熟虑而行动。
ὅθεν διαποροῦσί τινες πότερον νῷ ἤ τινι ἄλλῳ ἐργάζονται οἵ τʼ ἄρἄχναι καὶ οἱ μύρμηκες καὶ τὰ τοιαῦτα.
由此,有些人产生疑问:蜘蛛、蚂蚁以及此类生物,究竟是凭理智还是凭其他什么在工作。
κατὰ μικρὸν δʼ οὕτω προϊόντι καὶ ἐν τοῖς φυτοῖς φαίνεται τὰ συμφέροντα γιγνόμενα πρὸς τὸ τέλος, οἷον τὰ φύλλα τῆς τοῦ καρποῦ ἕνεκα σκέπης.
而对于如此循序渐进的人来说,在植物中也同样能看到为了终点而产生的有益事物,例如叶子是为了保护果实。
ὥστʼ εἰ φύσει τε ποιεῖ καὶ ἕνεκά του ἡ χελιδὼν τὴν νεοττιὰν καὶ ὁ ἀράχνης τὸ ἀράχνιον, καὶ τὰ φυτὰ τὰ φύλλα ἕνεκα τῶν καρπῶν καὶ τὰς ῥίζας οὐκ ἄνω ἀλλὰ κάτω τῆς τροφῆς, φανερὸν ὅτι ἔστιν ἡ αἰτία ἢ τοιαύτη ἐν τοῖς φύσει γιγνομένοις καὶ οὖσιν.
因此,如果燕子筑巢、蜘蛛织网既是由于自然又是为了某个目的,且植物生出叶子是为了果实,生出根不是向上而是向下为了养分,那么显而易见,在由于自然而生成和存在的事物中,确实存在着这样一种原因。
καὶ ἐπεὶ ἡ φύσις διττή, ἡ μὲν ὡς ὕλη ἡ δʼ ὡς μορφή, τέλος δʼ αὕτη, τοῦ τέλους δὲ ἕνεκα τἆλλα, αὕτη ἂν εἴη ἡ αἰτία, ἡ οὗ ἕνεκα.
而且,既然自然是双重的,一方面作为质料,另一方面作为形式,而后者是终点,其余事物都是为了这个终点,那么这一种原因就是“为了什么”的原因(目的因)。
ἁμαρτία δὲ γίγνεται καὶ ἐν τοῖς κατὰ τέχνην (ἔγραψε γὰρ οὐκ ὀρθῶς ὁ γραμματικός, καὶ ἐπότισεν ὁ ἰατρὸς τὸ φάρμακον).
然而,在凭借技术产生的事物中也会发生错误(因为语法学家会写错字,医生也曾配错药)。
ὥστε δῆλον ὅτι ἐνδέχεται καὶ ἐν τοῖς κατὰ φύσιν.
因此很明显,在凭借自然产生的事物中也可能发生错误。
εἰ δὴ ἔστιν ἔνια κατὰ τέχνην ἐν οἷς τὸ ὀρθῶς ἕνεκά του, ἐν δὲ τοῖς ἁμαρτανομένοις ἕνεκα μέν τινος ἐπιχειρεῖται ἀλλʼ ἀποτυγχάνεται, ὁμοίως ἂν ἔχοι καὶ ἐν τοῖς φυσικοῖς, καὶ τὰ τέρατα ἁμαρτήματα ἐκείνου τοῦ ἕνεκά του.
因此,如果在凭借技术产生的事物中,有一些正确的事物是为了某个目的,而在那些出错的事物中,虽然也是为了某个目的而企图、却失败了,那么在自然事物中也当同样如此,而畸形就是那个“为了什么”的错误。
καὶ ἐν ταῖς ἐξ ἀρχῆς ἄρα συστάσεσι τὰ βουγενῆ, εἰ μὴ πρός τινα ὅρον καὶ τέλος δυνατὰ ἦν ἐλθεῖν, διαφθειρομένης ἂν ἀρχῆς τινὸς ἐγίγνετο, ὥσπερ νῦν τοῦ σπέρματος.
因此,在最初的结合中,那些“人面牛身之物”,如果它们无法达到某个界限和终点,那就是由于某种原理受到损坏而产生的,正如现在种子受到损坏时发生的那样。
ἔτι ἀνάγκη σπέρμα γενέσθαι πρῶτον, ἀλλὰ μὴ εὐθὺς τὰ ζῶα· καὶ τὸ “οὐλοφυὲς μὲν πρῶτα” σπέρμα ἦν.
此外,必须首先产生种子,而不是立即产生动物;而所谓“最初产生的未分化之物”就是种子。
ἔτι καὶ ἐν τοῖς φυτοῖς ἔνεστι τὸ ἕνεκά του, ἦττον δὲ διήρθρωται·
此外,在植物中也存在着“为了什么”,只不过比较不明显。
πότερον οὖν καὶ ἐν τοῖς φυτοῖς ἐγίγνετο, ὥσπερ τὰ βουγενῆ ἀνδρόπρῳρα, οὕτω καὶ ἀμπελογενῆ ἐλαιόπρῳρα, ἢ οὔ;
那么,在植物中是否也像产生“人面牛身之物”那样,产生了“橄榄面葡萄身之物”,还是没有呢?
ἄτοπον γάρ· ἀλλὰ μὴν ἔδει γε, εἴπερ καὶ ἐν τοῖς ζῴοις.
因为这太荒谬了;然而,如果在动物中确实如此,那么在植物中也应当如此。
ἔτι ἔδει καὶ ἐν τοῖς σπέρμασι γίγνεσθαι ὅπως ἔτυχεν·
此外,在种子中也应当发生任意碰巧的事。
ὅλως δʼ ἀναιρεῖ ὁ οὕτως λέγων τὰ φύσει τε καὶ φύσιν·
总之,这样说的人否定了自然的事物和自然本身。
φύσει γάρ, ὅσα ἀπό τινος ἐν αὑτοῖς ἀρχῆς συνεχῶς κινούμενα ἀφικνεῖται εἴς τι τέλος·
因为,凡是由于自身内部的某种原理出发,通过连续不断的运动而达到某个终点的事物,就是由于自然而存在的。
ἀφʼ ἑκάστης δὲ οὐ τὸ αὐτὸ ἑκάστοις οὐδὲ τὸ τυχόν, ἀεὶ μέντοι ἐπὶ τὸ αὐτό, ἂν μή τι ἐμποδίσῃ.
由每种原理产生的既不是完全相同的东西,也不是任意碰巧的东西,而是在没有障碍的情况下,总是朝着相同的目标发展。
τὸ δὲ οὗ ἕνεκα, καὶ ὃ τούτου ἕνεκα, γένοιτο ἂν καὶ ἀπὸ τύχης, οἷον λέγομεν ὅτι ἀπὸ τύχης ἦλθεν ὁ ξένος καὶ λυσάμενος ἀπῆλθεν, ὅταν ὥσπερ ἕνεκα τούτου ἐλθὼν πράξῃ, μὴ ἕνεκα δὲ τούτου ἔλθῃ.
而“为了什么”以及“为了这个而存在的东西”,也可能由运气产生。 例如,我们说那个外乡人是凭运气来的,并且在赎了人之后离去,虽然他做起事来就像是为了这个目的而来,但他实际上并不是为了这个目的而来的。
καὶ τοῦτο κατὰ συμβεβηκός (ἡ γὰρ τύχη τῶν κατὰ συμβεβηκὸς αἰτίων, καθάπερ καὶ πρότερον εἴπομεν), ἀλλʼ ὅταν τοῦτο αἰεὶ ἢ ὡς ἐπὶ τὸ πολὺ γένηται, οὐ συμβεβηκὸς οὐδʼ ἀπὸ τύχης· ἐν δὲ τοῖς φυσικοῖς ἀεὶ οὕτως, ἂν μή τι ἐμποδίσῃ.
这是偶性的(因为正如我们先前所说,运气属于偶性的原因);但当这种情况总是或大抵发生时,它就不是偶性的,也不是由于运气;而在自然事物中,只要没有阻碍,情况总是如此。
ἄτοπον δὲ τὸ μὴ οἴεσθαι ἕνεκά του γίγνεσθαι, ἐὰν μὴ ἴδωσι τὸ κινοῦν βουλευσάμενον.
如果不看到推动者进行熟虑,就认为事物不是为了某个目的而生成,这是荒谬的。
καίτοι καὶ ἡ τέχνη οὐ βουλεύεται» καὶ εἰ ἐνῆν ἐν τῷ ξύλῳ ἡ ναυπηγική, ὁμοίως ἂν τῇ φύσει ἐποίει· ὥστʼ εἰ ἐν τῇ τέχνῃ ἔνεστι τὸ ἕνεκά του, καὶ ἐν τῇ φύσει.
其实,即使是技术也并不进行熟虑。 如果造船术存在于木材之中,它就会以与自然相同的方式发挥作用;因此,如果“为了什么”存在于技术中,它也同样存在于自然中。
μάλιστα δὲ δῆλον, ὅταν τις ἰατρεύῃ αὐτὸς ἑαυτόν·
这在某人自己医治自己时最为明显,因为自然就类似于此。
τούτῳ γὰρ ἔοικεν ἡ φύσις. ὅτι μὲν οὖν αἰτία ἡ φύσις, καὶ οὕτως ὡς ἕνεκά του, φανερόν.
由此可见,自然是一种原因,并且是“为了什么”这样的原因。

词汇与语法注释

  1. 20ἃ οὔτε τέχνῃ οὔτε ζητήσαντα οὔτε βουλευσάμενα ποιεῖ — 由 οὔτε 连接的与格名词 τέχνῃ(表示手段)与主格中性复数分词 ζητήσαντα 和 βουλευσάμενα 处于并列关系,共同修饰主动词 ποιεῖ。分词在性、数、格上与关系代词 ἃ(先行词为 τὰ ἄλλα ζῷα)保持一致。
  2. 25τῆς τοῦ καρποῦ ἕνεκα σκέπης — 介词 ἕνεκα 支配属格。在此处,属格短语 τοῦ καρποῦ 与介词 ἕνεκα 嵌套在冠词 τῆς 及其支配的名词 σκέπης(属格)之间,构成了修饰 σκέπη 的结构(“为了果实的保护”)。
  3. 199b5διαφθειρομένης ἂν ἀρχῆς τινὸς ἐγίγνετο — 这构成了带有 ἂν + 未完成过去直陈式(ἐγίγνετο)的虚拟条件句的主句(与过去或现在事实相反)。διαφθειρομένης ... ἀρχῆς τινὸς 是属格独立结构,表示假设条件(“如果某种原理被损坏的话”)。
  4. 199b26ἄτοπον δὲ τὸ μὴ οἴεσθαι ἕνεκά του γίγνεσθαι, ἐὰν μὴ ἴδωσι τὸ κινοῦν βουλευσάμενον — 带冠词不定式 τὸ μὴ οἴεσθαι 充当句子主语,中性形容词 ἄτοπον 作其表语。不定式的隐含主语(泛指的“人们”)与条件从句动词 ἴδωσι(虚拟式第三人称复数)的主语相一致。βουλευσάμενον 是修饰宾格 τὸ κινοῦν(“推动者”)的伴随分词。

引用这一段

亚里士多德, 物理学 §2.8#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg031.humanitext-grc1:2.8%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。