§2.8#1Λεκτέον δὴ πρῶτον μὲν διότι ἡ φύσις τῶν ἕνεκά τὸυ αἰτίων, ἔπειτα περὶ τοῦ ἀναγκαίου, πῶς ἔχει ἐν τοῖς φυσικοῖς·
我们必须首先说明,为什么自然属于为了某种目的(目的因)的原因,然后说明必然性在自然事物中是如何起作用的。
εἰς γὰρ ταύτην τὴν αἰτίαν ἀνάγουσι πάντες, ὅτι ἐπειδὴ τὸ θερμὸν τοιονδὶ πέφυκεν καὶ τὸ ψυχρὸν καὶ ἕκαστον δὴ τῶν τοιούτων, ταδὶ ἐξ ἀνάγκης ἐστὶ καὶ γίγνεται·
因为所有人都会归结于这一原因,认为既然热、冷以及这类事物的每一个在本性上具有如此这般的性质,那么这些事物就是必然存在并生成的。
καὶ γὰρ ἐὰν ἄλλην αἰτίαν εἴπωσιν, ὅσον ἁψάμενοι χαίρειν ἐῶσιν, ὁ μὲν τὴν φιλίαν καὶ τὸ νεῖκος, ὁ δὲ τὸν νοῦν·
因为即使他们提到另一种原因,也只是触及一下便予以搁置——有人提到爱与斗争,有人提到心灵。
ἔχει δʼ ἀπορίαν τί κωλύει τὴν φύσιν μὴ ἕνεκά του ποιεῖν μηδʼ ὅτι βέλτιον, ἀλλʼ ὥσπερ ὕει ὁ Ζεὺς οὐχ ὅπως τὸν σῖτον αὐξήσῃ, ἀλλʼ ἐξ ἀνάγκης (τὸ γὰρ ἀναχθὲν ψυχθῆναι δεῖ, καὶ τὸ ψυχθὲν ὕδωρ γενόμενον κατελθεῖν·
但这里有一个难题:什么阻止了自然不是为了某个目的,也不是因为更好而作用,而是像宙斯下雨那样,并不是为了让谷物生长,而是出于必然(因为上升的气体必然会冷却,而冷却了的气体变成水后必然会降下,在此发生时,谷物碰巧得到了生长);同样地,如果某人的谷物在打谷场上坏掉了,下雨并不是为了让它坏掉,而只是碰巧发生——那么,什么阻止了自然中的各个部分也是如此呢?
τὸ δʼ αὐξάνεσθαι τούτου γενομένου τὸν σῖτον συμβαίνει), ὁμοίως δὲ καὶ εἴ τῳ ἀπόλλυται ὁ σῖτος ἐν τῇ ἅλῳ, οὐ τούτου ἕνεκα ὕει ὅπως ἀπόληται, ἀλλὰ τοῦτο συμβέβηκεν—ὥστε τί κωλύει οὕτω καὶ τὰ μέρη ἔχειν ἐν τῇ φύσει, οἷον τοὺς ὀδόντας ἐξ ἀνάγκης ἀνατεῖλαι τοὺς μὲν ἐμπροσθίους ὀξεῖς, ἐπιτηδείους πρὸς τὸ διαιρεῖν, τοὺς δὲ γομφίους πλατεῖς καὶ χρησίμους πρὸς τὸ λεαίνειν τὴν τροφήν, ἐπεὶ οὐ τούτου ἕνεκα γενέσθαι, ἀλλὰ συμπεσεῖν;
例如,牙齿出于必然地长出来,前齿尖锐而便于撕咬,臼齿扁平而有助于磨碎食物,既然这些并不是为了这个目的而生成的,而只是碰巧符合?
ὁμοίως δὲ καὶ περὶ τῶν ἄλλων μερῶν, ἐν ὅσοις δοκεῖ ὑπάρχειν τὸ ἕνεκά του.
对于似乎存在目的的其他所有部分,情况也是如此。
ὅπου μὲν οὖν ἅπαντα συνέβη ὥσπερ κἂν εἰ ἕνεκά του ἐγίγνετο, ταῦτα μὲν ἐσώθη ἀπὸ τοῦ αὐτομάτου συστάντα ἐπιτηδείως· ὅσα δὲ μὴ οὕτως, ἀπώλετο καὶ ἀπόλλυται, καθάπερ Ἐμπεδοκλῆς λέγει τὰ βουγενῆ ἀνδρόπρωα.
因此,凡是所有部分都碰巧结合得好像是为了某种目的而生成的地方,这些部分就因为通过自发作用而适宜地构成,从而保存了下来;而那些不是如此的,则已经灭绝并且正在灭绝,正如恩培多克勒所说的“人面牛身之物”。
ὁ μὲν
οὖν λόγος, ᾧ ἄν τις ἀπορήσειεν, οὗτος, καὶ εἴ τις ἄλλος τοιοῦτός ἐστιν·
这就是人们可能产生疑问的论点,以及其他任何此类论点。
ἀδύνατον δὲ τοῦτον ἔχειν τὸν τρόπον.
但情况不可能是这样。
ταῦτα μὲν γὰρ καὶ πάντα τὰ φύσει ἢ αἰεὶ οὕτω γίγνεται ἢ ὡς ἐπὶ τὸ πολύ, τῶν δʼ ἀπὸ τύχης καὶ τοῦ αὐτομάτου οὐδέν.
因为这些以及所有自然事物,要么总是如此生成,要么是大抵如此生成,而由运气或自发作用产生的事物则不然。
οὐ γὰρ ἀπὸ τύχης οὐδʼ ἀπὸ συμπτώματος δοκεῖ ὕειν πολλάκις τοῦ χειμῶνος, ἀλλʼ ἐὰν ὑπὸ κύνα· οὐδὲ καύματα ὑπὸ κύνα, ἀλλʼ ἂν χειμῶνος.
因为在冬天经常下雨,人们并不认为这是由于运气或巧合,但如果在伏天(犬星升起之时)下雨,人们就会这么认为;在伏天炎热,人们也不认为是巧合,但在冬天炎热就会这么认为。
εἰ οὖν ἢ ἀπὸ συμπτώματος δοκεῖ ἢ ἕνεκά του εἶναι, εἰ μὴ σἷόν τε ταῦτʼ εἶναι μήτε ἀπὸ συμπτώμᾳτος μήτʼ ἀπὸ ταὐτομάτου, ἕνεκά του ἂν εἴη.
因此,如果这些现象要么被认为是巧合,要么是为了某种目的,而如果它们既不可能出于巧合,也不可能出于自发,那么它们就必然是为了某种目的。
ἀλλὰ μὴν φύσει γʼ ἐστὶ τὰ τοιαῦτα πάντα, ὡς κἂν αὐτοὶ φαῖεν οἱ ταῦτα λέγοντες.
然而,所有这些事物确实都是自然存在的,正如那些发表上述论点的人自己也会承认的那样。
ἔστιν ἄρα τὸ ἕνεκά του ἐν τοῖς φύσει γιγνομένοις
καὶ οὖσιν.
因此,在自然生成和存在的事物中,确实存在着为了某种目的。
ἔτι ἐν ὅσοις τέλος ἔστι τι, τούτου ἕνεκα πράττεται τὸ πρότερον καὶ τὸ ἐφεξῆς.
此外,凡是有终点的地方,其先前的步骤和连续的过程都是为了这个终点而进行的。
οὐκοῦν ὡς πράττεται, οὔτω πέφυκε, καὶ ὡς πέφυκεν, οὕτω πράττεται ἕκαστον, ἂν μή τι ἐμποδίζῃ.
因此,事情是如何进行的,它在本性上也就是怎样的;而它在本性上是怎样的,在没有障碍的情况下,每一个事物也就是如何进行的。
πράττεται δʼ ἕνεκά του· καὶ πέφυκεν ἄρα ἕνεκά του.
而事情是为了某种目的进行的,因此,它在本性上也是为了某种目的。
οἷον εἰ οἰκία τῶν φύσει γιγνομένων ἦν, οὕτως ἂν ἐγίγνετο ὡς νῦν ὑπὸ τῆς τέχνης· εἰ δὲ τὰ φύσει μὴ μόνον φύσει ἀλλὰ καὶ τέχνῃ γίγνοιτο, ὡσαύτως ἂν γίγνοιτο ᾗ πέφυκεν.
例如,如果房屋是自然生成的事物之一,它就会像现在通过技术生成那样生成;如果自然的事物不仅能通过自然生成,还能通过技术生成,那么它们就会以与自然本性相同的方式生成。
ἕνεκα ἄρα θατέρου θάτερον.
因此,一者是为了另一者。
ὅλως δὲ ἡ τέχνη τὰ μὲν ἐπιτελεῖ ἃ ἡ φύσις ἀδυνατεῖ ἀπεργάσασθαι, τὰ δὲ μιμῖεται.
总之,技术一方面完成了自然无法做完的工作,另一方面模仿自然。
εἰ οὖν τὰ κατὰ τέχνην ἕνεκά του, δῆλον ὅτι καὶ τὰ κατὰ φύσιν· ὁμοίως γὰρ ἔχει πρὸς ἄλληλα ἐν τοῖς κατὰ τέχνην καὶ ἐν τοῖς κατὰ φύσιν τὰ ὕστερα πρὸς τὰ πρότερα.
因此,如果技术的事物是为了某种目的,显而易见,自然的事物也是为了某种目的;因为在技术的事物和自然的事物中,后来的步骤与先前的步骤之间的关系是相同的。