§2.7Ὅτι δὲ ἔστιν αἴτια, καὶ ὅτι τοσαῦτα τὸν ἀριθμὸν ὅσα φαμέν, δῆλον· τοσαῦτα γὰρ τὸν ἀριθμὸν τὸ διὰ τί περιείληφεν·
原因存在,并且其数量正如我们所说的那样,这是显而易见的;因为“为什么”包摄了这一数量。
ἢ γὰρ εἰς τὸ τί ἐστιν ἀνάγεται τὸ διὰ τί ἔσχατον, ἐν τοῖς ἀκινήτοις (οἷον ἐν τοῖς μαθήμασιν· εἰς ὁρισμὸν γὰρ τοῦ εὐθέος ἢ συμμέτρου ἢ ἄλλου τινὸς ἀνάγεται ἔσχατον), ἢ εἰς τὸ κινῆσαν πρῶτον (οἷον διὰ τί ἐπολέμησαν;
因为“为什么”在不动的事物中最终归结为“它是什么”(例如在数学中;因为它最终归结为直线、可通约性或其他事物的定义),或者归结为最初的运动推动者(例如:为什么他们开战?
ὅτι ἐσύλησαν), ἢ τίνος ἕνεκα (ἵνα ἄρξωσιν), ἢ ἐν τοῖς γιγνομένοις ἡ ὕλη.
因为他们被掠夺了),或者归结为为了什么(为了统治),或者在生成的事物中归结为质料。
ὅτι μὲν οὖν τὰ αἴτια ταῦτα καὶ τοσαῦτα, φανερόν·
因此,显而易见,原因就是这些,且数量也是这么多。
ἐπεὶ δʼ αἱ αἰτίαι τέτταρες, περὶ πασῶν τοῦ φυσικοῦ εἰδέναι, καὶ εἰς πάσας ἀνάγων τὸ διὰ τί ἀποδώσει φυσικῶς, τὴν ὕλην, τὸ εἶδος, τὸ κινῆσαν, τὸ οὗ ἕνεκα.
既然原因有四种,自然学者就必须了解所有这些原因,并通过将“为什么”归结为所有这些原因,以自然学的方式做出说明,即:质料、形相、推动者和目的。
ἔρχεται δὲ τὰ τρία εἰς ἓν πολλάκις· τὸ μὲν γὰρ τί ἐστι καὶ τὸ οὗ ἕνεκα ἕν ἐστι, τὸ δʼ ὅθεν ἡ κίνησις πρῶτον τῷ εἴδει ταὐτὸ τούτοις· ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ—καὶ ὅλως ὅσα κινούμενα κινεῖ (ὅσα δὲ μή, οὐκέτι φυσικῆς· οὐ γὰρ ἐν αὑτοῖς ἔχοντα κίνησιν οὐδʼ ἀρχὴν κινήσεως κινεῖ, ἀλλʼ ἀκίνητα ὄντα· διὸ τρεῖς αἱ πραγματεῖαι, ἡ μὲν περὶ ἀκινήτων, ἡ δὲ περὶ κινουμένων μὲν ἀφθάρτων δέ, ἡ δὲ περὶ τὰ φθαρτά).
然而,这三者往往合而为一;因为“它是什么”与“为了什么”是一体的,而运动最初开始的源泉在形相上也与这些相同;因为人产生人——总括而言,所有那些自身在运动的同时又推动他物的事物都是如此(而那些自身不运动而推动他物的事物,则不再属于自然学的范围;因为它们推动他物并不是因为它们自身具有运动或运动的原理,而是作为不动者而推动的;因此,研究部门有三个:一个关于不动者,一个关于运动但不灭者,一个关于可灭者)。
ὥστε τὸ διὰ τί καὶ εἰς τὴν ὕλην ἀνάγοντι ἀποδίδοται, καὶ εἰς τὸ τί ἐστιν, καὶ εἰς τὸ πρῶτον κινῆσαν.
因此,“为什么”是由那些将其归结为质料、归结为“它是什么”以及归结为最初推动者的人来回答的。
περὶ γενέσεως γὰρ μάλιστα τοῦτον τὸν τρόπον τὰς αἰτίας σκοποῦσι, τί μετὰ τί γίγνεται, καὶ τί πρῶτον ἐποίησεν ἢ τί ἔπαθεν, καὶ οὕτως αἰεὶ τὸ ἐφεξῆς.
因为关于生成,人们尤其是以这种方式探讨原因的:什么在什么之后生成,什么首先作用或什么承受了作用,并如此这般循环往复、依次递进。
διτταὶ δὲ αἱ ἀρχαὶ αἱ κινοῦσαι φυσικῶς, ὧν ἡ ἑτέρα οὐ φυσική· οὐ γὰρ ἔχει κινήσεως ἀρχὴν ἐν αὑτῇ.
但在自然学上起推动作用的原理有两种,其中一种不是自然学的,因为它自身没有运动的原理。
τοιοῦτον δʼ ἐστὶν εἴ τι κινεῖ μὴ κινούμενον, ὥσπερ τό τε παντελῶς ἀκίνητον καὶ πάντων πρῶτον καὶ τὸ τί ἐστιν καὶ ἡ μορφή· τέλος γὰρ καὶ οὗ ἕνεκα·
如果有什么东西在不运动的情况下推动他物,它就是这样的情况,正如完全不动且为万物之首者,以及“它是什么”即形相;因为形相即是终点和目的。
ὥστε ἐπεὶ ἡ φύσις ἕνεκά του, καὶ ταύτην εἰδέναι δεῖ, καὶ πάντως ἀποδοτέον τὸ διὰ τί, οἷον ὅτι ἐκ τοῦδε ἀνάγκη τόδε (τὸ δὲ ἐκ τοῦδε ἢ ἁπλῶς ἢ ὡς ἐπὶ τὸ πολύ), καὶ εἰ μέλλει τοδὶ ἔσεσθαι (ὥσπερ ἐκ τῶν προτάσεων τὸ συμπέρασμα), καὶ ὅτι τοῦτʼ ἦν τὸ τί ἦν εἶναι, καὶ διότι βέλτιον οὕτως, οὐχ ἁπλῶς, ἀλλὰ τὸ πρὸς τὴν ἑκάστου οὐσίαν.
因此,既然自然是为了某种目的,就必须了解这一目的,并且必须从各个方面对“为什么”做出说明,例如:因为有这个,所以必然有那个(“因为这个”要么是绝对如此,要么是大抵如此),或者如果这个将要存在(正如结论来自前提),或者因为这就是本质(“它曾是什么”),或者因为这样更好——不是绝对地更好,而是相对于每个事物的本性而言更好。