Humanitext Reader

亚里士多德 · 物理学 §2.6

运与偶然的区别及其次要原因地位

第 21 段,共 113 段 · 希腊语

内容简介

解释了偶然和运气的区别,指出偶然的适用范围更广,而运气仅限于具有选择能力的人类行动领域。此外,论证了偶然和运气都是附带原因,在本质上后于作为因自身原因的理智和自然。

§2.6Διαφέρει δʼ ὅτι τὸ αὐτόματον ἐπὶ πλεῖόν ἐστι·
偶然与[运气]的不同之处在于,偶然的范围更广。
τὸ μὲν γὰρ ἀπὸ τύχης πᾶν ἀπὸ ταὐτομάτου, τοῦτο δʼ οὐ πᾶν ἀπὸ τύχης.
也就是说,凡是出于运气的事物都是由于偶然,但并非所有由于偶然的事物都是出于运气。
ἡ μὲν γὰρ τύχη καὶ τὸ ἀπὸ τύχης ἐστὶν ὅσοις καὶ τὸ εὐτυχῆσαι ἂν ὑπάρξειεν καὶ ὅλως πρᾶξις.
因为运气和出于运气的事物,属于那些也可能获得幸运的主体,并且总的来说属于行动(实践)。
διὸ καὶ ἀνάγκη περὶ τὰ πρακτὰ εἶναι τὴν τύχην (σημεῖον δʼ ὅτι δοκεῖ ἤτοι ταὐτὸν εἶναι τῇ εὐδαιμονίᾳ ἡ εὐτυχία ἢ ἐγγύς, ἡ δʼ εὐδαιμονία πρᾶξίς τις· εὐπραξία γάρ), ὥσθ᾿ ὁπόσοις μὴ ἐνδέχεται πρᾶξαι, οὐδὲ τὸ ἀπὸ τύχης τι ποιῆσαι.
因此,运气必然关涉可行(实践)的事物(其迹象在于,人们认为幸运要么与幸福相同,要么与其临近,而幸福是一种行动;因为它是善行),因而对于那些无法行动者,它们也不能出于运气做出任何事。
καὶ διὰ τοῦτο οὔτε ἄψυχον οὐδὲν οὔτε θηρίον οὔτε παιδίον οὐδὲν ποιεῖ ἀπὸ τύχης, ὅτι οὐκ ἔχει προαίρεσιν· οὐδʼ εὐτυχία οὐδʼ ἀτυχία ὑπάρχει τούτοις, εἰ μὴ καθʼ ὁμοιότητα, ὥσπερ ἔφη Πρώταρχος εὐτυχεῖς εἶναι τοὺς λίθους ἐξ ὧν οἱ βωμοί, ὅτι τιμῶνται, οἱ δὲ ὁμόζυγες αὐτῶν καταπατοῦνται.
正因为此,无生命之物、野兽、幼儿,没有一个能出于运气做事,因为它们没有选择;它们也没有幸运或不幸,除非是通过类比,就像普罗塔库斯曾说,建造祭坛的石头是幸运的,因为它们受到尊崇,而与它们同类的石头却被践踏。
τὸ δὲ πάσχειν ἀπὸ τύχης ὑπάρξει πως καὶ τούτοις, ὅταν ὁ πραττων τι περὶ αὐτὰ πράξῃ ἀπὸ τύχης, ἄλλως δὲ οὐκ ἔστιν·
但出于运气而承受某种作用,在某种意义上也会适用于这些东西,当对它们进行某种行动的人是出于运气而行动时,否则就不是如此。
τὸ δʼ αὐτόματον καὶ τοῖς ἄλλοις ζῴοις καὶ πολλοῖς τῶν ἀψύ. χων, οἷον ὁ ἵππος αὐτόματος, φαμέν, ἦλθεν, ὅτι ἐσώθη μὲν ἐλθών, οὐ τοῦ σωθῆναι δὲ ἕνεκα ἦλθε· καὶ ὁ τρίπους αὐτόματος κατέπεσεν· ἔστη μὲν γὰρ τοῦ καθῆσθαι ἕνεκα, ἀλλ᾿ οὐ τοῦ καθῆσθαι ἕνεκα κατέπεσεν.
另一方面,偶然也属于其他动物和许多无生命之物;例如,我们说马偶然地来了,因为它的到来使它获救,但它并不是为了获救而来的;以及三脚架偶然倒下;因为它立着是为了让人坐,但它倒下并不是为了让人坐。
ὥστε φανερὸν ὅτι ἐν τοῖς ἁπλῶς ἕνεκά του γιγνομένοις, ὅταν μὴ τοῦ συμβάντος ἕνεκα γένηται ὧν ἔξω τὸ αἴτιον, τότε ἀπὸ τοῦ αὐτομάτου λέγομεν· ἀπὸ τύχης δέ, τούτων ὅσα ἀπὸ τοῦ αὐτομάτου γίγνεται τῶν προαιρετῶν τοῖς ἔχουσι προαίρεσιν.
因而显而易见,在无条件地为了某种目的而生成的事物中,当原因在外部的事情并非为了实际发生的结果而生成时,我们便说它是由于偶然;而出于运气,则是指在这些由于偶然生成的事物中,那些对于具有选择能力者而言属于可选择的事物。
σημεῖον δὲ τὸ μάτην, ὅτι λέγεται ὅταν μὴ γένηται τὸ ἕνεκα ἄλλου ἐκείνου ἕνεκα, οἶον εἰ τὸ βαδίσαι λαπάξεως ἕνεκά ἐστιν, εἰ δὲ μὴ ἐγένετο βαδίσαντι, μάτην φαμὲν βαδίσαι καὶ ἡ βάδισις ματαία, ὡς τοῦτο ὂν τὸ μάτην, τὸ πεφυκὸς ἄλλου ἕνεκα, ὅταν μὴ περαίνῃ ἐκεῖνο οὗ ἕνεκα ἦν καὶ ἐπεφύκει, ἐπεὶ εἴ τις λούσασθαι φαίη μάτην ὅτι οὐκ ἐξέλιπεν ὁ ἥλιος, γελοῖος ἂν εἴη· οὐ γὰρ ἦν τοῦτο ἐκείνου ἕνεκα.
“徒然”(徒劳)这个词就是证明,因为当那为了他物而存在的东西没有为了那他物而实现时,我们便如此说;例如,如果散步是为了排便,但对于散步的人来说并没有发生,我们便说散步是徒劳的,散步也是白费,因为这就是“徒然”的含义:那本性上为了他物而存在的东西,没有完成它原本存在且在本性上所为了的那个目的;因为如果有人说他徒劳地洗了澡,因为太阳没有日食,那他就是可笑的;因为前者并不是为了后者。
οὕτω δὴ τὸ αὐτόματον καὶ κατὰ τὸ ὄνομα ὅταν αὐτὸ μάτην γένηται· κατέπεσεν γὰρ οὐ τοῦ πατάξαι ἕνεκεν ὁ λίθος· ἀπὸ τοῦ αὐτομάτου ἄρα κατέπεσεν ὁ λίθος, ὅτι πέσοι ἂν ὑπὸ τινὸς καὶ τοῦ πατάξαι ἕνεκα.
同样,偶然(automaton)根据其名称,也正是当其自身徒然(auto matēn)发生时;因为石头落下并不是为了击中;所以石头是偶然落下的,因为它是可能被某人为了击中的目的而落下的。
μάλιστα δʼ ἐστὶ χωριζόμενον τοῦ ἀπὸ τύχης ἐν τοῖς φύσει γιγνομένοις· ὅταν γὰρ γένηταί τι παρὰ φύσιν, τότε οὐκ ἀπὸ τύχης ἀλλὰ μᾶλλον ἀπὸ ταὐτομάτου γεγονέναι φαμέν.
它在自然生成的事物中,最明显地与出于运气区分开来;因为当某种违反自然的事物生成时,我们说它是由于偶然而不是由于运气。
ἔστι δὲ καὶ τοῦτο ἕτερον· τοῦ μὲν γὰρ ἔξω τὸ αἴτιον, τοῦ δʼ ἐντός.
而这还有另一个区别:对于前者,原因在外部,而对于后者,原因在内部。
τί μὲν οὖν ἐστιν τὸ αὐτόματον καὶ τί ἡ τύχη, εἴρηται, καὶ τί διαφέρουσιν ἀλλήλων.
那么,偶然是什么,运气是什么,以及它们彼此有什么区别,都已经说过了。
τῶν δὲ τρόπων τῆς αἰτίας ἐν τοῖς ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως ἑκάτερον αὐτῶν· ἢ γὰρ τῶν φύσει τι ἢ τῶν ἀπὸ διανοίας αἰτίων ἀεί ἐστιν·
至于原因的模式,它们两者都属于运动始点之源泉中;因为它们总是属于自然的原因或来自理智的原因。
ἀλλὰ τούτων τὸ πλῆθος ἀόριστον.
但这些的数量是无定限的。
ἐπεὶ δʼ ἐστὶ τὸ αὐτόματον καὶ ἡ τύχη αἴτια ὧν ἂν ἢ νοῦς γένοιτο αἴτιος ἢ φύσις, ὅταν κατὰ συμβεβηκὸς αἴτιόν τι γένηται τούτων αὐτῶν, οὐδὲν δὲ κατὰ συμβεβηκός ἐστι πρότερον τῶν καθʼ αὑτό, δῆλον ὅτι οὐδὲ τὸ κατὰ συμβεβηκὸς αἴτιον πρότερον τοῦ καθʼ αὑτό, ὕστερον ἄρα τὸ αὐτόματον καὶ ἡ τύχη καὶ νοῦ καὶ φύσεως·
既然偶然和运气是在理智或自然可能成为其原因的事物中,当某物成为这些事物自身的附带原因时的原因,而在先的事物中没有一个是附带的胜过因自身的,那么显而易见,附带的原因也不会在先于因自身的原因。
ὥστʼ εἰ ὅτι μάλιστα τοῦ οὐρανοῦ αἴτιον τὸ αὐτόματον, ἀνάγκη πρότερον νοῦν αἴτιον καὶ φύσιν εἶναι καὶ ἄλλων πολλῶν καὶ τοῦδε τοῦ παντός.
因此,偶然和运气在后于理智和自然;因此,即使偶然在极大程度上是天界的原因,理智和自然也必然是许多其他事物以及这整个宇宙的在先原因。

词汇与语法注释

  1. 197bὅσοις καὶ τὸ εὐτυχῆσαι ἂν ὑπάρξειεν καὶ ὅλως πρᾶξις — 关系代词与格 ὅσοις 是动词 ὑπάρξειεν(属于、存在于)的补语。主格名词 πᾶξις 与作为主语的名词化不定式短语 τὸ εὐτυχῆσαι 并列,共同作为 ἂν ὑπάρξειεν 的主语。
  2. 197b22τὸ ἕνεκα ἄλλου — 中性单数宾格冠词 τὸ 将整个介词短语 ἕνεκα ἄλλου(为了他物)名词化,使其作为名词短语(“为了他物而存在的东西”)发挥作用。这与紧随其后的 ἐκείνου ἕνεκα 结合,清晰地表达了“本为了某个目的而存在的东西,却没有为了该目的而发生”这一情境。
  3. 198aτούτων αὐτῶν — 属格指示代词短语 τούτων αὐτῶν 以其前方的整个关系从句 ὧν ἂν ἢ νοῦς γένοιτο αἴτιος ἢ φύσις(理智或自然可能成为其原因的事物)为先行词,指代“这些事物自身”。它表明了偶然/运气在“这些本由理智或自然作为因自身原因产生的事物”中充当附带原因的语法关系。

引用这一段

亚里士多德, 物理学 §2.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg031.humanitext-grc1:2.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。