Humanitext Reader

亚里士多德 · 物理学 §2.5

作为附带原因的运气与偶然的定义

第 20 段,共 113 段 · 希腊语

内容简介

亚里士多德指出,运气并不适用于总是或在大多数情况下发生的事物,并进而将运气和偶然定义为在“为了某种目的而生成”的事物中的附带原因。

§2.5Πρῶτον μὲν οὖν, ἐπειδὴ ὁρῶμεν τὰ μὲν ἀεὶ ὡσαύτως γιγνόμενα τὰ δὲ ὡς ἐπὶ τὸ πολύ, φανερὸν ὅτι οὐδετέρου τούτων αἰτία ἡ τύχη λέγεται οὐδὲ τὸ ἀπὸ τύχης, οὔτε τοῦ ἔξ ἀνάγκης καὶ αἰεὶ οὔτε τοῦ ὡς ἐπὶ τὸ πολύ.
首先,因为我们看到有些事物总是以同样的方式生成,而另一些事物则在大多数情况下如此生成,所以显而易见,在这两类事物中,无论对于出于必然且总是存在的事物,还是对于在大多数情况下如此的事物,运气或出于运气的事物都不能被称为它们的原因。
ἀλλʼ ἐπειδὴ ἔστιν ἃ γίγνεται καὶ παρὰ ταῦτα, καὶ ταῦτα πάντες φασὶν εἶναι ἀπὸ τύχης, φανερὸν ὅτι ἔστι τι ἡ τύχη καὶ τὸ αὐτόματον· τά τε γὰρ τοιαῦτα ἀπὸ τύχης καὶ τὰ ἀπὸ τύχης τοιαῦτα ὄντα ἴσμεν.
但是,既然也有一些事物是在这些之外生成的,并且大家也都说这些事物是出于运气,那么显而易见,运气和偶然是存在的;因为我们知道,此类事物是出于运气,而出于运气的事物也正是此类事物。
τῶν δὲ γιγνομένων τὰ μὲν ἕνεκά του γίγνεται τὰ δʼ οὔ (τούτων δὲ τὰ μὲν κατὰ προαίρεσιν, τὰ δʼ οὐ κατὰ προαίρεσιν, ἄμφω δʼ ἐν τοῖς ἕνεκά του), ὥστε δῆλον ὅτι καὶ ἐν τοῖς παρὰ τὸ ἀναγκαῖον καὶ τὸ ὡς ἐπὶ τὸ πολὺ ἔστιν ἔνια περί ἃ ἐνδέχεται ὑπάρχειν τὸ ἕνεκά του.
在生成的事物中,有些是为了某种目的而生成的,有些则不然(在这些事物中,有些是符合选择的,有些则不符合选择,但两者都属于为了某种目的的事物),因此显而易见,即使在排除了必然事物和在大多数情况下如此的事物之中,也有一些事物可能具有“为了某种目的”的属性。
ἔστι δʼ ἕνεκά του ὅσα τε ἀπὸ διανοίας ἂν πραχθείη καὶ ὅσα ἀπὸ φύσεως.
凡是可以通过理智来做的事物,以及凡是可以通过自然而生成的事物,都是为了某种目的的。
τὰ δὴ τοιαῦτα ὅταν κατὰ συμβεβηκὸς γένηται, ἀπὸ τύ. χης φαμὲν εἶναι (ὥσπερ γὰρ καὶ ὄν ἐστι τὸ μὲν καθʼ αὑτὸ τὸ δὲ κατὰ συμβεβηκός, οὕτω καὶ αἴτιον ἐνδέχεται εἶναι, οἷον οἰκίας καθʼ αὑτὸ μὲν αἴτιον τὸ οἰκοδομικόν, κατὰ συμβεβηκὸς δὲ τὸ λευκὸν ἢ τὸ μουσικόν·
因此,当此类事物是附带地发生时,我们便说它们是出于运气(因为正如存在着的事物,有的是因其自身而存在,有的是附带地存在,所以原因也同样可能是如此:例如,对于一座房屋,建筑术本身是其因自身而起的原因,而白色或懂音乐则是其附带的原因。
τὸ μὲν οὖν καθʼ αὑτὸ αἴτιον ὡρισμένον, τὸ δὲ κατὰ συμβεβηκὸς ἀόριστον· ἄπειρα γὰρ ἂν τῷ ἑνὶ συμβαίη).
因此,因自身而起的原因是确定的,而附带的原因则是无定限的,因为一个事物可能附带着无限多的属性)。
καθάπερ οὖν ἐλέχθη, ὅταν ἐν τοῖς ἕνεκά του γιγνομένοις τοῦτο γένηται, τότε λέγεται ἀπὸ ταὐ τομάτου καὶ ἀπὸ τύχης (αὐτῶν δὲ πρὸς ἄλληλα τὴν διαφορὰν τούτων ὕστερον διοριστέον· νῦν δὲ τοῦτο ἔστω φανερόν, ὅτι ἄμφω ἐν τοῖς ἕνεκά τού ἐστιν)· οἶον ἕνεκα τοῦ ἀπολαβεῖν τὸ ἀργύριον ἦλθεν ἂν κομιζομένου τὸν ἔρανον, εἰ ᾔδει· ἦλθε δʼ οὐ τούτου ἕνεκα, ἀλλὰ συνέβη αὐτῷ ἐλθεῖν, καὶ ποιῆσαι τοῦτο τοῦ κομίσασθαι ἕνεκα· τοῦτο δὲ οὔθ’ ὡς ἐπὶ τὸ πολὺ φοιτῶν εἰς τὸ χωρίον οὔτʼ ἐξ ἀνάγκης· ἔστι δὲ τὸ τέλος, ἡ κομιδή, οὐ τῶν ἐν αὐτῷ αἰτίων, ἀλλὰ τῶν προαιρετῶν καὶ ἀπὸ διανοίας· καὶ λέγεταί γε τότε ἀπὸ τύχης ἐλθεῖν, εἰ δὲ προελόμενος καὶ τούτου ἕνεκα ἢ ἀεὶ φοιτῶν ἢ ὡς ἐπὶ τὸ πολύ, οὐκ ἀπὸ τύχης.
因此,如前所说,当这种情况发生在为了某种目的而生成的事物中时,就被称为由于偶然和由于运气(而这两者彼此之间的区别,我们在后文必须予以规定;但现在,这一点应当是清楚的:两者都属于为了某种目的的事物中);例如,如果他知道的话,他本会为了收回借款而在那人筹集捐款时前来;但他并不是为了这个目的而前来的,但他前去、并为了收回借款而做这件事,却是碰巧发生在他身上的;而且他既不是在大多数情况下常去那个地方,也不是出于必然;而这一目的(即收回款项)并不是他自身内固有的原因,而是属于可选择的、并且来自理智的原因;而当时他确实被说是出于运气前来的;但如果他是事先选择并为此目的而来的,或者如果他总是常去或在大多数情况下常去那里,那就不是出于运气。
δῆλον ἄρα ὅτι ἡ τύχη αἰτία κατὰ συμβεβηκὸς ἐν τοῖς κατὰ προαίρεσιν τῶν ἕνεκά του.
因此,显而易见,运气是伴随着选择的、为了某种目的的事物中的附带原因。
διὸ περὶ τὸ αὐτὸ διάνοια καὶ τύχη· ἡ γὰρ προαίρεσις οὐκ ἄνευ διανοίας.
所以,理智和运气关涉同样的事物,因为选择不能没有理智。
ἀόριστα μὲν οὖν τὰ αἴτια ἀνάγκη εἶναι ἀφʼ ὧν ἂν γένοιτο τὸ ἀπὸ τύχης.
因此,产生出于运气的事物的原因必然是无定限的。
ὅθεν καὶ ἡ τύχη τοῦ ἀορίστου εἶναι δοκεῖ καὶ ἄδηλος ἀνθρώπῳ, καὶ ἔστιν ὡς οὐδὲν ἀπὸ τύχης δόξειεν ἂν γίγνεσθαι.
所以,运气似乎也属于无定限的事物,并且对人来说是不可知的;而且在某种意义上,可能显得没有任何事物是由于运气而生成的。
πάντα γὰρ ταῦτα ὀρθῶς λέγεται, εὐλόγως.
因为所有这些说法都是正确的,并且是合乎情理的。
ἔστιν μὲν γὰρ ὡς γίγνεται ἀπὸ τύχης· κατὰ συμβεβηκὸς γὰρ γίγνεται, καὶ ἔστιν αἴτιον ὡς συμβεβηκὸς ἡ τύχη· ὡς δʼ ἁπλῶς οὐδενός· οἷον οἰκίας οἰκοδόμος μὲν αἴτιος, κατὰ συμβεβηκὸς δὲ αὐλητής, καὶ τοῦ ἐλθόντα κομίσασθαι τὸ ἀργύριον, μὴ τούτου ἕνεκα ἐλθόντα, ἄπειρα τὸ πλῆθος· καὶ γὰρ ἰδεῖν τινὰ βουλόμενος καὶ διώκων καὶ φεύγων καὶ θεασόμενος.
因为在某种意义上确实有出于运气而生成的事物,因为它们是附带地生成的,而且运气是一种作为附带存在的原因;但绝对而言,它不是任何事物的原因;例如,关于房屋,建筑师是其原因,而附带地,吹笛者也是其原因;又如,那来收回借款但并不是为此目的而来的人,其原因为数无限:比如因为想要见某人、或是正在追赶、或是正在逃跑、或是要去观看演出。
καὶ τὸ φάναι εἶναί πι παράλογον τὴν τύχην ὀρθῶς· ὁ γὰρ λόγος ἢ τῶν ἀεὶ ὄντων ἢ τῶν ὡς ἐπὶ τὸ πολύ, ἡ δὲ τύχη ἐν τοῖς γιγνομένοις παρὰ ταῦτα.
并且,说运气是某种反常(不合乎情理)的事物也是正确的;因为理(规律)要么属于总是存在的事物,要么属于大多数情况下如此的事物,而运气则存在于在这些之外生成的事物中。
ὥστʼ ἐπεὶ ἀόριστα τὰ οὕτως αἴτια, καὶ ἡ τύχη ἀόριστον.
因此,既然此类原因是无定限的,运气也是无定限的。
ὅμως δʼ ἐπʼ ἐνίων ἀπορήσειεν ἄν τις, ἆῤ οὖν τὰ τυχόντα αἴτι᾿ ἂν γένοιτο τῆς τύχης·
然而,在某些情况下,人们还是会产生疑问:那么,难道任意碰巧发生的事物都可以成为运气的因吗?
οἷον ὑγιείας ἢ πνεῦμα ἢ εἵλησις, ἀλλʼ οὐ τὸ ἀποκεκάρθαι·
例如,对于健康而言,风或晒太阳是原因,而不是剪头发吗?
ἔστιν γὰρ ἄλλα ἄλλων ἐγγύτερα τῶν κατὰ συμβεβηκὸς αἰτίων.
因为在附带原因中,确实有一些比另一些更邻近。
τύχη δὲ ἀγαθὴ μὲν λέγεται ὅταν ἀγαθόν τι ἀποβῇ, φαύλη δὲ ὅταν φαῦλόν τι, εὐτυχία δὲ καὶ δυστυχία ὅταν μέγεθος ἔχοντα ταῦτα· διὸ καὶ τὸ παρὰ μικρὸν κακὸν ἢ ἀγαθὸν λαβεῖν μέγα ἢ εὐτυχεῖν ἢ ἀτυχεῖν ἐστίν, ὅτι ὡς ὑπάρχον λέγει ἢ διάνοια· τὸ γὰρ παρὰ μικρὸν ὥσπερ οὐδὲν ἀπέχειν δοκεῖ.
当某种好的结果产生时,被称为好运气,当坏的结果产生时,被称为坏运气;而当这些结果具有相当的规模时,则被称为幸运或不幸;因此,差一点就遭受巨大的恶或获得巨大的善,也是属于幸运或不幸,因为理智会把这当作已经到手的事物来谈论;因为“差一点”似乎就像没有任何距离一样。
ἔτι ἀβέβαιον ἡ εὐτυχία εὐλόγως· ἡ γὰρ τύχη ἀβέβαιος· οὔτε γὰρ ἀεὶ οὔθʼ ὡς ἐπὶ τὸ πολὺ οἷόν τʼ εἶναι τῶν ἀπὸ τύχης οὐθέν.
此外,幸运是不稳定的,这也是合乎情理的;因为运气是不稳定的;因为出于运气的事物,既不可能总是存在,也不可能在大多数情况下如此。
ἔστι μὲν οὖν ἄμφω αἴτια, καθάπερ εἴρηται, κατὰ συμβεβηκός—καὶ ἡ τύχη καὶ τὸ αὐτόματον—ἐν τοῖς ἐνδεχομένοις γίγνεσθαι μὴ ἁπλῶς μηδʼ ὡς ἐπὶ τὸ πολύ, καὶ τούτων ὅσʼ ἂν γένοιτο ἕνεκά του.
因此,正如前面所说,两者——运气与偶然——都是附带的原因,这存在于那些既非绝对、亦非在大多数情况下如此而生成的事物中,并且在这些事物中,又限于那些可以为了某种目的而生成的事物。

词汇与语法注释

  1. 196b17ἄμφω δʼ ἐν τοῖς ἕνεκά του — 在括号内的句子“但两者都属于为了某种目的的事物”中,ἕνεκά του 表示目的。亚里士多德将伴随“选择”的行为以及源于“自然”的过程,都归入“为了某种目的”这一上位范畴中。
  2. 196b33ἦλθεν ἂν ... εἰ ᾔδει — 这是一个由条件从句中的 εἰ 加直说过去时(εἰ ᾔδει)与主句中的 ἂν 加直说过去时(ἦλθεν ἂν)构成的过去反事实条件句。它表示与过去事实相反的情况:“如果他当时知道,他就会来(但实际上他不知道,因此并非为此目的而来)”。
  3. 197a15τοῦ ἐλθόντα κομίσασθαι τὸ ἀργύριον — 这是一个带有定冠词属格的不定式结构(τοῦ ... κομίσασθαι),作为原因属格或修饰前文的 αἴτια(原因),构成“关于他前来并收回钱款这一事件的[附带原因]”这一结构。不定式 κομίσασθαι 的逻辑主语由对格分词 ἐλθόντα(阳性单数)表示。

引用这一段

亚里士多德, 物理学 §2.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg031.humanitext-grc1:2.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。