§2.4Λέγεται δὲ καὶ ἡ τύχη καὶ τὸ αὐτόματον τῶν αἰτίων, καὶ πολλὰ καὶ εἶναι καὶ γίγνεσθαι διὰ τύχην καὶ διὰ τὸ αὐτόματον·
运气和偶然也被说成是原因之中的事物,并且许多事物的存在和生成都被说成是由于运气和偶然。
τίνα οὖν τρόπον ἐν τούτοις ἐστὶ τοῖς αἰτίοις ἡ τύχη καὶ τὸ αὐτόματον, καὶ πότερον τὸ αὐτὸ ἡ τύχη καὶ τὸ αὐτόματον ἢ ἕτερον, καὶ ὅλως τί ἐστιν ἡ τύχη καὶ τὸ αὐτόματον, ἐπισκεπτέον.
因此,我们必须研究:运气和偶然是以何种方式存在于这些原因之中的,以及运气与偶然是相同的还是不同的,并且总的来说,运气和偶然究竟是什么。
ἔνιοι γὰρ καὶ εἰ ἔστιν ἢ μὴ ἀποροῦσιν·
因为有些人甚至对它们是否存在也产生疑问。
οὐδὲν γὰρ δὴ γίγνεσθαι ἀπὸ τύχης φασίν, ἀλλὰ πάντων εἶναί τι αἴτιον ὡρισμένον ὅσα λέγομεν ἀπὸ ταὐτομάτου γίγνεσθαι ἢ τύχης, οἷον τοῦ ἐλθεῖν ἀπὸ τύχης εἰς τὴν ἀγοράν, καὶ καταλαβεῖν ὃν ἐβούλετο μὲν οὐκ ᾤετο δέ, αἴτιον τὸ βούλεσθαι ἀγοράσαι ἐλθόντα·
因为他们说,没有任何事情是真正由于运气而生成的,而是对于所有我们说由于偶然或运气而生成的事情,都有某种确定的原因;例如,某人由于运气来到市场,并碰到了他想见但未曾料到会遇见的人,其原因在于他想要去买东西。
ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων τῶν ἀπὸ τύχης λεγομένων ἀεί τι εἶναι λαβεῖν τὸ αἶτιον, ἀλλʼ οὐ τύ.
同样地,对于其他据说由于运气而发生的所有事情,他们认为总能找到某种原因,而不是运气。
χην, ἐπεὶ εἴ γέ τι ἦν ἡ τύχη, ἄτοπον ἂν φανείη ὡς ἀληθῶς, καὶ ἀπορήσειν ἄν τις διὰ τί ποτʼ οὐδεὶς τῶν ἀρχαίων σοφῶν τὰ αἴτια περὶ γενέσεως καὶ φθορᾶς λέγων περὶ τύχης οὐδὲν διώρισεν, ἀλλʼ ὡς ἔοικεν, οὐδὲν ᾤοντο οὐδʼ ἐκεῖνοι εἶναι ἀπὸ τύχης.
因为如果运气确实是某种东西,那确实会显得非常荒谬,并且人们也会感到疑惑,为什么在古代贤哲中,没有一个人在探讨关于生成和消灭的原因时对运气作出任何规定,而是正如所显得的那样,他们也认为没有任何事物是由于运气而生的。
ἀλλὰ καὶ τοῦτο θαυμαστόν· πολλὰ γὰρ καὶ γίγνεται καὶ ἔστιν ἀπὸ τύχης καὶ ἀπὸ ταὐτομάτου, ἃ οὐκ ἀγνοοῦντες ὅτι ἔστιν ἐπανενεγκεῖν ἕκαστον ἐπί τι αἴτιον τῶν γιγνομένων, καθάπερ ὁ παλαιὸς λόγος εἶπεν ὁ ἀναιρῶν τὴν τύχην, ὅμως τούτων τὰ μὲν εἶναί φασι πάντες ἀπὸ τύχης τὰ δʼ οὐκ ἀπὸ τύχης· διὸ καὶ ἁμῶς γέ πως ἦν ποιητέον αὐτοῖς μνείαν.
但这同样令人惊异:因为有许多事物确实由于运气和偶然生成并存在,尽管人们并非不知道(正如那个否定运气的古老论说所言)生成的每一件事都可以归结为某种原因,然而对于这些事物,大家却都说有些是由于运气,有些不是由于运气;因此,他们无论如何也应该以某种方式提及它。
ἀλλὰ μὴν οὐδʼ ἐκείνων γέ τι ᾤοντο εἶναι τὴν τύχην, οἷον φιλίαν ἢ νεῖκος ἢ νοῦν ἢ πῦρ ἢ ἄλλο γέ τι τῶν τοιούτων.
但确实,他们也不认为运气是那些事物(例如友爱、争斗、理智、火或其他类似事物)中的任何一种。
ἄτοπον οὖν εἶτε μὴ ὑπελάμβανον εἶναι εἴτε οἰόμενοι παρέλειπον, καὶ ταῦτʼ ἐνίοτε χρώμενοι, ὥσπερ Ἐμπεδοκλῆς οὐκ ἀεὶ τὸν ἀέρα ἀνωτάτω ἀποκρίνεσθαί φησιν, ἀλλʼ ὅπως ἂν τύχῃ.
因此,无论他们是不认为它存在,还是认为它存在却省略了它,这都是荒谬的,更何况他们有时还在使用它,例如恩培多克勒就说,空气并不总是被分离到最上层,而是碰巧如此。
λέγει γοῦν ἐν τῇ κοσμοποιίᾳ ὡς “οὕτω συνέκυρσε θέων τοτέ, πολλάκι δʼ ἄλλως”· καὶ τὰ μόρια τῶν ζῴων ἀπὸ τύχης γενέσθαι τὰ πλεῖστά φησιν.
无论如何,他在其宇宙形成论中说:“当时它碰巧这样运行,但常常是另一种样子”;而且他说动物的大部分器官都是由于运气而生成的。
εἰσὶ δέ τινες
οἳ καὶ τοὐρανοῦ τοῦδε καὶ τῶν κόσμων πάντων αἰτιῶνται τὸ αὐτόματον· ἀπὸ ταὐτομάτου γὰρ γενέσθαι τὴν δίνην καὶ τὴν κίνησιν τὴν διακρίνασαν καὶ καταστήσασαν εἰς ταύτην τὴν τάξιν τὸ πᾶν.
还有一些人,把这个天体和所有宇宙的原因都归结为偶然;因为他们说,那使宇宙整体分离并建立起如今这种秩序的旋涡和运动,是由于偶然生成的。
καὶ μάλα τοῦτό γε αὐτὸ θαυμάσαι ἄξιον· λέγοντες γὰρ τὰ μὲν ζῷα καὶ τὰ φυτὰ ἀπὸ τύχης μήτε εἶναι μήτε γίγνεσθαι, ἀλλʼ ἤτοι φύσιν ἢ νοῦν ἤ τι τοιοῦτον ἕτερον εἶνα τὸ αἴτιον (οὐ γὰρ ὅ τι ἔτυχεν ἐκ τοῦ σπέρματος ἑκάστου γίγνεται, ἀλλʼ ἐκ μὲν τοῦ τοιουδὶ ἐλαία ἐκ δὲ τοῦ τοιουδὶ ἄνθρωπος), τὸν δʼ οὐρανὸν καὶ τὰ θειότατα τῶν φανερῶν ἀπὸ τοῦ αὐτομάτου γενέσθαι, τοιαύτην δʼ αἰτίαν μηδεμίαν εἶναι οἵαν τῶν ζῴων καὶ τῶν φυτῶν.
而这件事情本身确实非常值得惊异:因为他们一方面说动物和植物既不是由于运气而存在,也不是由于运气而生成,而是自然、理智或某种其他类似的东西是其原因(因为并不是任何东西都可以从任意的种子中生成,而是由这种种子生成橄榄,由那种种子生成人),另一方面却说天体和可见物中最神圣的东西是由于偶然生成的,并且没有任何像动植物那样的原因存在。
καίτοι εἰ οὕτως ἔχει, τοῦτʼ αὐτὸ ἄξιον ἐπιστάσεως, καὶ καλῶς ἔχει λεχθῆναί τι περὶ αὐτοῦ.
然而如果情况确实如此,这件事情本身就值得关注,并且对此作一些论述是妥当的。
πρὸς γὰρ τῷ καὶ ἄλλως ἄτοπον εἶναι τὸ λεγόμενον, ἔτι ἀτοπώτερον τὸ λέγειν ταῦτα ὁρῶντας ἐν μὲν τῷ οὐρανῷ οὐδὲν ἀπὸ ταὐτομάτου γιγνόμενον, ἐν δὲ τοῖς οὐκ ἀπὸ τύχης πολλὰ συμβαίνοντα ἀπὸ τύχης· καίτοι εἰκός γε ἦν τοὐναντίον γίγνεσθαι.
因为除了所说的话在其他方面很荒谬之外,更荒谬的是,他们一方面看到天体中没有任何东西是由于偶然生成的,另一方面却看到在那些不由于运气的事物中,有许多事情由于运气而发生,而在他们说出这些话时;然而本来相反的情况才更合乎情理。
εἰσὶ δέ τινες οἶς δοκεῖ εἶναι μὲν
αἰτία ἡ τύχη, ἄδηλος δὲ ἀνθρωπίνῃ διανοίᾳ ὡς θεῖόν τι οὖσα καὶ δαιμονιώτερον.
还有一些人认为,运气确实是一种原因,但由于它是某种神圣且更具神性的东西,因而对人类理智来说是不可知的。
ὥστε σκεπτέον καὶ τί ἑκάτερον, καὶ εἰ ταὐτὸν ἢ ἕτερον τό τε αὐτόματον καὶ ἡ τύχη, καὶ πῶς εἰς τὰ διωρισμένα αἴτια ἐμπίπτουσιν.
因此,我们必须考察这两者各自是什么,偶然与运气是相同还是不同,以及它们如何归入已确定的原因之中。