§2.2Ἐπεὶ δὲ διώρισται ποσαχῶς ἡ φύσις, μετὰ τοῦτο θεωρητέον τίνι διαφέρει ὁ μαθηματικὸς τοῦ φυσικοῦ (καὶ γὰρ ἐπίπεδα καὶ στερεὰ ἔχει τὰ φυσικὰ σώματα καὶ μήκη καὶ στιγμάς, περὶ ὧν σκοπεῖ ὁ μαθηματικός)· ἔτι εἰ ἡ ἀστρολογία ἑτέρα ἢ μέρος τῆς φυσικῆς·
既然已经区分了自然是在何种意义上被谈论的,在此之后我们必须考察数学家与自然学家的区别(因为自然物体确实具有面、立体、长度和点,而这些正是数学家所研究的);此外,天文学是不同于自然学,还是自然学的一部分。
εἰ γὰρ τοῦ φυσικοῦ τὸ τί ἐστιν ἥλιος ἢ σελήνη εἰδέναι, τῶν δὲ συμβεβηκότων καθ᾿ αὑτὰ μηδέν, ἄτοπον, ἄλλως τε καὶ ὅτι φαίνονται λέγοντες οἱ περὶ φύσεως καὶ περὶ σχήματος σελήνης καὶ ἡλίου, καὶ δὴ καὶ πότερον σφαιροειδὴς ἡ γῆ καὶ ὁ κόσμος ἢ οὔ.
因为,如果自然学家的任务是了解太阳或月亮是什么,却不需要了解它们的本质属性,那将是荒谬的,尤其是那些讨论自然的人显然也会讨论月球和太阳的形状,甚至地球和宇宙是否是球形的。
περὶ τούτων μὲν οὖν πραγματεύεται καὶ ὁ μαθηματικός, ἀλλʼ οὐχ ᾗ φυσικοῦ σώματος πέρας ἕκαστον· οὐδὲ τὰ συμβεβηκότα θεωρεῖ ᾗ τοιούτοις οὖσι συμβέβηκεν·
那么,数学家也研究这些,但并不是把它们作为自然物体的界限来研究;他也不考察作为此类物体的属性。
διὸ καὶ χωρίζει· χωριστὰ γὰρ τῇ νοήσει κινήσεώς ἐστι, καὶ οὐδὲν διαφέρει, οὐδὲ γίγνεται ψεῦδος χωριζόντων.
因此他将它们分离;因为它们在思想上是可以与运动分离的,这样分离并不会造成任何差别,也不会产生任何错误。
λανθάνουσι δὲ τοῦτο ποιοῦντες καὶ οἱ τὰς ἰδέας λέγοντες· τὰ γὰρ φυσικὰ χωρίζουσιν ἡττον ὄντα χωριστὰ τῶν μαθηματικῶν.
那些主张理念的人,在没有察觉的情况下也在做同样的事情;因为他们将自然物体分离开来,尽管这些物体比数学对象更不可分离。
γίγνοιτο δ᾿ ἂν τοῦτο δῆλον, εἴ τις ἑκατέρων πειρῷτο λέγειν τοὺς ὅρους, καὶ αὐτῶν καὶ τῶν συμβεβηκότων.
这可以通过尝试陈述这两类对象及其属性的定义而变得清楚。
τὸ μὲν γὰρ περιττὸν ἔσται καὶ τὸ ἄρτιον καὶ τὸ εὐθὺ καὶ τὸ καμπύλον, ἔτι δὲ ἀριθμὸς καὶ γραμμὴ καὶ σχῆμα, ἄνευ κινήσεως, σὰρξ δὲ καὶ ὀστοῦν καὶ ἄνθρωπος οὐκέτι, ἀλλὰ ταῦτα ὥσπερ ῥὶς σιμὴ ἀλλ᾿ οὐχ ὡς τὸ καμπύλον λέγεται.
因为奇数、偶数、直线、曲线,以及数、线、图形,都可以在没有运动的情况下存在,但肉、骨和人则不再如此,这些东西就像“塌鼻”一样被谈论,而不是像“曲线”那样被谈论。
δηλοῖ δὲ καὶ τὰ φυσικώτερα τῶν μαθημάτων, οἷον ὀπτικὴ καὶ ἁρμονικὴ καὶ ἀστρολογία· ἀνάπαλιν γὰρ τρόπον τινʼ ἔχουσιν τῇ γεωμετρίᾳ.
数学中更接近自然科学的部分也说明了这一点,例如光学、和声学和天文学;因为它们在某种意义上与几何学处于相反的关系。
ἡ μὲν γὰρ γεωμετρία περὶ γραμμῆς φυσικῆς σκοπεῖ, ἀλλʼ οὐχ ᾗ φυσική, ἡ δʼ ὀπτικὴ μαθηματιυκὴν μὲν γραμμήν, ἀλλʼ οὐχ ᾗ μαθηματικὴ ἀλλʼ ᾗ φυσική.
几何学考察自然之线,但不是作为自然之线来考察,而光学则考察数学之线,但不是作为数学之线,而是作为自然之线来考察。
ἐπεὶ δʼ ἡ φύσις διχῶς, τό τε
εἶδος καὶ ἡ ὕλη, ὡς ἂν εἰ περὶ σιμότητος σκοποῖμεν τί ἐστιν, οὕτω θεωρητέον· ὥστʼ οὔτʼ ἄνευ ὕλης τὰ τοιαῦτα οὔτε κατὰ τὴν ὕλην.
由于自然具有双重性,既是形相又是质料,我们必须像考察“塌鼻”是什么一样来研究它;因此,此类事物既不能脱离质料,也不能仅根据质料来考察。
καὶ γὰρ δὴ καὶ περὶ τούτου ἀπορήσειεν ἄν τις, ἐπεὶ δύο αἱ φύσεις, περὶ ποτέρας τοῦ φυσικοῦ.
事实上,关于这一点人们也可以提出疑问,既然有两种自然,自然学家到底应该研究哪一种?
ἢ περὶ τοῦ ἐξ ἀμφοῖν;
还是研究由两者合成的东西?
ἀλλʼ εἰ περὶ τοῦ ἐξ ἀμφοῖν, καὶ περὶ ἑκατέρας.
但如果是研究由两者合成的东西,那么也就需要研究其中的每一种。
πότερον οὖν τῆς αὐτῆς ἢ ἄλλης ἑκατέραν γνωρίζειν;
那么,认识每一种自然是属于同一门科学,还是不同的科学?
εἰς μὲν γὰρ τοὺς ἀρχαίους ἀποβλέψαντι δόξειεν ἂν εἶναι τῆς ὕλης (ἐπὶ μικρὸν γάρ τι μέρος Ἐμπεδοκλῆς καὶ Δημόκριτος τοῦ εἴδους καὶ τοῦ τί ἦν εἶναι ἤψαντο)· εἰ δὲ ἡ τέχνη μιμεῖται τὴν φύσιν, τῆς δὲ αὐτῆς ἐπιστήμης εἰδέναι τὸ εἶδος καὶ τὴν ὕλην μέχρι του (οἷον ἰατροῦ ὑγίειαν καὶ χολὴν καὶ φλέγμα, ἐν οἶς ἡ ὑγίεια, ὁμοίως δὲ καὶ οἰκοδόμου τό τε εἶδος τῆς οἰκίας καὶ τὴν ὕλην, ὅτι πλίνθοι καὶ ξύλα· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων), καὶ τῆς φυσικῆς ἂν εἶη τὸ γνωρίζειν ἀμφοτέρας τὰς φύσεις.
如果看一看古代哲学家,似乎应该是质料的研究(因为恩培多克勒和德谟克勒特只在极小程度上触及了形相和本质);但如果技术模仿自然,并且同一门知识在一定程度上需要了解形相和质料(例如医生了解健康,也了解健康所寄居的胆汁和粘液;同样,建筑师既了解房屋的形相,也了解作为其质料的砖块和木材;其他情况也是如此),那么自然学也应该了解这两种自然。
ἔτι τὸ οὗ ἕνεκα καὶ τὸ τέλος τῆς αὐτῆς, καὶ ὅσα τούτων ἕνεκα.
此外,目的(为了什么)和终极属于同一门科学,所有为了这些目的而存在的事物也是如此。
ἡ δὲ φύσις τέλος καὶ οὗ ἕνεκα (ὧν γὰρ συνεχοῦς τῆς κινήσεως οὔσης ἔστι τι τέλος, τοῦτο τὸ ἔσχατον καὶ τὸ οὗ ἕνεκα·
而自然就是终极和目的。
διὸ καὶ ὁ ποιητὴς γελοίως προήχθη εἰπεῖν “ἔχει τελευτήν, ἧσπερ οὕνεκ᾿ ἐγένετο”· βούλεται γὰρ οὐ πᾶν εἶναι τὸ ἔσχατον τέλος, ἀλλὰ τὸ βέλτιστον)·
(因为在那些运动是连续且存在某种终极的事物中,这最后一项就是目的;这就是为什么诗人滑稽地被引导说“他得到了终结,这就是他出生的目的”;因为他不想让每一个最后的事物都是终极,而只有最善的才是。
ἐπεὶ καὶ ποιοῦσιν αἱ τέχναι τὴν ὕλην αἱ μὲν ἁπλῶς αἱ δὲ εὐεργόν, καὶ χρώμεθα ὡς ἡμῶν ἕνεκα πάντων ὑπαρχόντων (ἐσμὲν γάρ πως καὶ ἡμεῖς τέλος· διχῶς γὰρ τὸ οὗ ἕνεκα· εἴρηται δʼ ἐν τοῖς περὶ φιλοσοφίας.
)此外,技术也制造其质料,有些技术是简单地制造,有些是使其易于加工,而且我们使用一切事物,就好像它们都是为了我们而存在的一样(因为在某种意义上我们也是目的;因为“为了什么”有两种含义,这已在《论哲学》中讨论过)。
δύο δὲ αἱ ἄρχουσαι τῆς ὕλης καὶ γνωρίζουσαι τέχναι, ἥ χρωμένη καὶ τῆς ποιητικῆς ἡ ἀρχιτεκτονική.
而且有两种支配并认识质料的技术:使用的技术和在生产技术中处于支配地位的技术。
διὸ καὶ ἡ χρωμένη ἀρχιτεκτονική πως, διαφέρει δὲ ᾗ ἡ μὲν τοῦ εἴδους γνωριστική, ἡ ἀρχιτεκτονική, ἡ δὲ ὡς ποιητική, τῆς ὕλης· ὁ μὲν γὰρ κυβερνήτης ποῖόν τι τὸ εἶδος τοῦ πηδαλίου γνωρίζει καὶ ἐπιτάττει, ὁ δʼ ἐκ ποίου ξύλου καὶ ποίων κινήσεων ἔσται.
因此,使用的技术在某种意义上也是支配性的,但它们的区别在于,支配性技术(使用的技术)认识形相,而另一种作为生产性的技术则认识质料;例如舵手知道并规定舵应该具有怎样的形相,而另一方则知道它应该由什么木材以及通过什么运动制成。
ἐν μὲν οὖν τοῖς κατὰ τέχνην ἡμεῖς ποιοῦμεν τὴν ὕλην τοῦ ἔργου ἕνεκα, ἐν δὲ τοῖς φυσικοῖς ὑπάρχει οὖσα.
因此,在符合技术的事物中,我们为了成果而制造质料,但在自然事物中,质料是已经存在的。
ἔτι τῶν πρός τι ἡ ὕλη· ἄλλῳ γὰρ εἴδει ἄλλη ὕλη.
此外,质料属于相对者;因为不同的形相需要不同的质料。
μέχρι δὴ
πόσου τὸν φυσικὸν δεῖ εἰδέναι τὸ εἶδος καὶ τὸ τί ἐστιν;
那么,自然学家应当在多大程度上了解形相和“它是什么”?
ἢ ὥσπερ ἰατρὸν νεῦρον ἢ χαλκία χαλκόν, μέχρι τοῦ τίνος ἕνεκα ἕκαστον, καὶ περὶ ταῦτα ἅ ἐστι χωριστὰ μὲν εἴδει, ἐν ὕλῃ δέ;
是像医生了解腱,或者铁匠了解青铜那样,直到认识每一个是为了什么,并且关注那些在形相上是可分离的、但在质料中的事物吗?
ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ καὶ ἥλιος.
因为人产生人,太阳也是如此。
πῶς δʼ ἔχει τὰ χωριστὸν καὶ τί ἐστι, φιλοσοφίας ἔργον διορίσαι τῆς πρώτης.
至于可分离的事物处于何种状态以及它是什么,则是第一哲学的工作来确定的。