§2.1#2δοκεῖ δʼ ἡ φύσις καὶ ἡ
οὐσία τῶν φύσει ὄντων ἐνίοις εἶναι τὸ πρῶτον ἐνυπάρχον ἑκάστῳ, ἀρρύθμιστον ὀν καθʼ ἑαυτό, οἷον κλίνης φύσις τὸ ξύλον, ἀνδριάντος δʼ ὁ χαλκός.
然而,有些人认为,自然存在之物的自然和实体是每个事物中最初所具有的、其自身无定形的东西。 例如,床的自然是木头,而雕像的[自然]是青铜。
σημεῖον δέ φησιν Ἀντιφῶν ὅτι, εἴ τις κατορύξειε κλίνην καὶ λάβοι δύναμιν ἡ σηπεδὼν ὥστε ἀνεῖναι βλαστόν, οὐκ ἂν γενέσθαι κλίνην ἀλλὰ ξύλον, ὡς τὸ μὲν κατὰ συμβεβηκὸς ὑπάρχον, τὴν κατὰ νόμον διάθεσιν καὶ τὴν τέχνην, τὴν δʼ οὐσίαν οὖσαν ἐκείνην ἣ καὶ διαμένει ταῦτα πάσχουσα συνεχῶς.
安提丰说,如果有人把一张床埋在土里,而腐烂物获得了发出嫩芽的力量,那么长出来的不会是床,而是木头;他说这就是证据。 因为这表明,符合礼俗的排布和技术只是偶性地属于它,而实体则是那个在持续承受这些变化时依然存留的东西。
εἰ δὲ καὶ τούτων ἕκαστον πρὸς ἕτερόν τι ταὐτὸ τοῦτο πέπονθεν (οἷον ὁ μὲν χαλκὸς καὶ ὁ χρυσὸς πρὸς ὕδωρ, τὰ δʼ ὀστᾶ καὶ ξύλα πρὸς γῆν, ὁμοίως δὲ καὶ τῶν ἄλλων ὁτιοῦν), ἐκεῖνο τὴν φύσιν εἶναι καὶ τὴν οὐσίαν αὐτῶν.
如果这些[木头或青铜]中的每一个对其他某种东西也具有同样的关系(例如青铜和黄金对水,骨头和木头对土,其他任何东西也同样如此),那么那个东西就是它们的自然和实体。
διόπερ οἱ μὲν πῦρ, οἱ δὲ γῆν, οἱ δʼ ἀέρα φασίν, οἱ δἒ ὕδωρ, οἱ δʼ ἔνια τούτων, οἱ δὲ πάντα ταῦτα τὴν φύσιν εἶναι τὴν τῶν ὄντων.
因此,有些人说火,有些人说土,有些人说气,有些人说水,有些人说这些中的某些,有些人说所有这些是存在之物的自然。
ὃ γάρ τις αὐτῶν ὑπέλαβε τοιοῦτον, εἴτε ἓν εἴτε πλείω, τοῦτο καὶ τοσαῦτά φησιν εἶναι τὴν ἅπασαν οὐσίαν, τὰ δὲ ἄλλα πάντα πάθη τούτων καὶ ἕξεις καὶ διαθέσεις, καὶ τούτων μὲν ὁτιοῦν ἀΐδιν (οὐ γὰρ εἶναι μεταβολὴν αὐτοῖς ἐξ αὐτῶν), τὰ δʼ ἄλλα γίγνεσθαι καὶ φθείρεσθαι ἀπειράκις.
因为他们中任何人只要设想了其中一种或多种此类事物,就会说这一个或这几个就是全部的实体,而其他所有事物都只是这些实体的受动、状态和排布,并且认为这些[元素]中的任何一个都是永恒的(因为它们不会从自身转变为自身以外的东西),而其他事物则无休止地生成和消灭。
ἕνα μὲν οὖν τρόπον οὕτως ἡ φύσις λέγεται,
ἡ πρώτη ἑκάστῳ ὑποκειμένη ὕλη τῶν ἐχόντων ἐν αὑτοῖς ἀρχὴν κινήσεως καὶ μεταβολῆς, ἄλλον δὲ τρόπον ἡ μορφὴ καὶ τὸ εἶδος τὸ κατὰ τὸν λόγον.
¦28 因此,在一种意义上,自然就是这样被称呼的:即在自身中具有运动和变化原理的每一个事物中最初奠基的质料。 而在另一种意义上,自然是符合定义的形状和形相。
ὥσπερ γὰρ τέχνη λέγεται τὸ κατὰ τέχνην καὶ τὸ τεχνικόν, οὕτω καὶ φύσις τὸ κατὰ φύσιν καὶ τὸ φυσικόν, οὔτε δὲ ἐκεῖ πω φαῖμεν ἂν ἔχειν κατὰ τὴν τέχνην οὐδέν, εἰ δυνάμει μόνον ἐστὶ κλίνη, μή πω δ᾿ ἔχει τὸ εἶδος τῆς κλίνης, οὐδ᾿ εἶναι τέχνην, οὔτ᾿ ἐν τοῖς φύσει συνισταμένοις·
因为,正如“技术”是指符合技术和技术性的东西,同样,“自然”也是指符合自然和自然性的东西。 但在前一种情况下,如果床仅仅在潜能上是床,而尚不具有床的形相,我们不会说它已具有任何符合技术的东西,也不会说它是技术;而在由自然构成的事物中也是如此。
τὸ γὰρ δυνάμει σὰρξ ἢ ὀστοῦν οὔτ᾿ ἔχει πω τὴν ἑαυτοῦ φύσιν, πρὶν ἂν λάβῃ τὸ εἶδος τὸ κατὰ τὸν λόγον, ᾧ ὁριζόμενοι λέγομεν τί ἐστι σὰρξ ἢ ὀστοῦν, οὔτε φύσει ἐστίν.
因为在潜能上是肉或骨的东西,在获得符合定义的形相之前(通过这一定义,我们说明肉或骨是什么),尚不具有其自身的自然,也不是因自然而存在的。
ὥστε ἄλλον τρόπον ἡ φύσις ἂν εἴη τῶν ἐχόντων ἐν αὑτοῖς κινήσεως ἀρχὴν ἡ μορφὴ καὶ τὸ εἶδος, οὐ χωρισιὸν ὂν ἀλλ᾿ ἢ κατὰ τὸν λόγον.
因此,在另一种意义上,对于自身中具有运动原理的事物来说,自然就是形状和形相,它除了在定义中之外,是不可分离的。
(τὸ δ᾿ ἐκ τούτων φύσις μὲν οὐκ ἔστιν, φύσει δέ, οἷον ἄνθρωπος.
(而由这些合成的东西不是自然,而是由于自然而存在的,例如人。
) καὶ μᾶλλον αὕτη φύσις τῆς ὕλης· ἕκαστον γὰρ τότε λέγεται ὅταν ἐντελεχείᾳ ᾖ, μᾶλλον ἢ ὅταν δυνάμει.
)并且,这种[作为形相的]自然更甚于质料;因为当每一个事物处于现实态时,比它在潜能上时,更被称为其自身。
ἔτι γίγνεται ἄνθρωπος ἐξ ἀνθρώπου, ἀλλ᾿ οὐ κλίνη ἐκ κλίνης·
此外,人是由人产生的,而床并不是由床产生的。
διὸ καί φασιν οὐ τὸ σχῆμα εἶναι τὴν φύσιν ἀλλὰ τὸ ξύλον, ὅτι γένοιτ᾿ ἄν, εἰ βλαστάνοι, οὐ κλίνη ἀλλὰ ξύλον.
这就是为什么他们说形状不是自然,而木头才是,因为如果它发芽,长出来的不会是床,而是木头。
εἰ δ᾿ ἄρα τοῦτο φύσις, καὶ ἡ μορφὴ φύσις· γίγνεται γὰρ ἐξ ἀνθρώπου ἄνθρωπος.
但如果这是自然,那么形状也是自然;因为人是由人产生的。
ἔτι δ᾿ ἡ φύσις ἡ λεγομένη ὡς γένεσις ὁδός ἐστιν εἰς φύσιν.
此外,作为生成而被谈论的自然是通往自然的道路。
οὐ γὰρ ὥσπερ ἡ ἰάτρευσις λέγεται οὐκ εἰς ἰατρικὴν ὁδὸς ἀλλ᾿ εἰς ὑγίειαν· ἀνάγκη μὲν γὰρ ἀπὸ ἰατρικῆς οὐκ εἰς ἰατρικὴν εἶναι τὴν ἰάτρευσιν, οὐχ οὕτω δ᾿ ἡ φύσις ἔχει πρὸς τὴν φύσιν, ἀλλὰ τὸ φυόμενον ἐκ τινὸς εἰς τὶ ἔρχεται ᾗ φύεται.
因为它并不像医治,医治被称为通往健康而不是通往医术的道路;因为医治必然是从医术出发,而不是通往医术,但自然[作为生成]与自然的关系并非如此,相反,生长之物是从某物出发,在它生长的范围内,走向某物。
τί σὖν φύεται;
那么,它成长为什么?
οὐχὶ ἐξ οὗ, ἀλλʼ εἰς ὅ.
不是成长为它所从出的东西,而是成长为它所走向的东西。
ἡ ἄρα μορφὴ φύσις.
因此,形状就是自然。
ἡ δὲ μορφὴ καὶ ἡ φύσις διχῶς λέγεται· καὶ γὰρ ἡ στέρησις εἶδός πώς ἐστιν.
然而,形状和自然有两种含义;因为缺失在某种意义上也是形相。
εἰ δ᾿ ἔστιν στέρησις καὶ ἐναντίον τι περὶ τὴν ἁπλῆν γένεσιν ἢ μὴ ἔστιν, ὕστερον ἐπισκεπτέον.
至于在单纯生成中是否存在缺失和某种对立面,或者不存在,必须在以后进行考察。