§2.3#1Διυρισμένων δὲ τούτων ἐπισκεπτέον περὶ τῶν αἰτίων, ποῖά τε καὶ πόσα τὸν ἀριθμόν ἐστιν.
在这些事情被确定之后,我们必须考察关于原因的问题,它们是哪几种,以及在数量上有多少个。
ἐπεὶ γὰρ τοῦ εἰδέναι χάριν ἡ πραγματεία, εἰδέναι δὲ οὐ πρότερον οἰόμεθα ἕκαστον πρὶν ἂν λάβωμεν τὸ διὰ τί περὶ ἕκαστον (τοῦτο δʼ ἐστὶ τὸ λαβεῖν τὴν πρώτην αἰτίαν), δῆλον ὅτι καὶ ἡμῖν τοῦτο ποιητέον καὶ περὶ γενέσεως καὶ φθορᾶς καὶ πάσης τῆς φυσικῆς μεταβολῆς, ὅπως εἰδότες αὐτῶν τὰς ἀρχὰς ἀνάγειν εἰς αὐτὰς πειρώμεθα τῶν ζητουμένων ἕκαστον.
因为,既然我们的研究是为了获得知识,而在我们把握了关于每一个事物的“为什么”(也就是把握第一原因)之前,我们并不认为自己了解它,所以显然我们对于生成、消灭以及一切自然变化也必须这样做,以便在了解了它们的原理之后,能够尝试将我们所研究的每一个问题都还原到这些原理上去。
ἕνα μὲν οὖν τρόπον αἴτιον λέγεται τὸ ἐξ οὗ γίγνεταί τι ἐνυπάρχοντος, οἷον ὁ χαλκὸς τοῦ ἀνδριάντος καὶ ὁ ἄργυρος τῆς φιάλης καὶ τὰ τούτων γένη·
因此,在一种意义上,那作为事物由以产生且在其中内在的东西被称为原因,例如雕像的青铜、银杯的银,以及这些的属。
ἄλλον δὲ τὸ εἶδος καὶ τὸ παράδειγμα, τοῦτο δʼ ἐστὶν ὁ λόγος ὁ τοῦ τί ἦν εἶναι καὶ τὰ τούτου γένη (οἷον τοῦ διὰ πασῶν τὰ δύο πρὸς ἕν, καὶ ὅλως ὁ ἀριθμός) καὶ τὰ μέρη τὰ ἐν τῷ λόγῳ.
在另一种意义上,是指形相和原型,也就是本质(它曾是的存在)的定义(逻各斯)及其属(例如,对于八度音程而言,是二比一的比例,以及总而言之的数),以及定义中的部分。
ἔτι ὅθεν ἡ ἀρχὴ τῆς μεταβολῆς ἡ πρώτη ἢ τῆς ἠρεμήσεως, οἷον ὁ βουλεύσας αἴτιος, καὶ ὁ πατὴρ τοῦ τέκνου, καὶ ὅλως τὸ ποιοῦν τοῦ ποιουμένου καὶ τὸ μεταβάλλον τοῦ μεταβαλλομένου.
此外,是指变化或静止的最初源头由以产生的那个东西。 例如,策划者是原因,父亲是孩子的[原因],总而言之,制造者是所制造之物的[原因],改变者是所改变之物的[原因]。
ἔτι ὡς τὸ τέλος· τοῦτο δʼ ἐστὶν τὸ οὗ ἕνεκα, οἶον τοῦ περιπατεῖν ἡ ὑγίεια·
此外,是指作为终极的原因,也就是“为了什么”,例如健康是散步的[原因]。
διὰ τί γὰρ περιπατεῖ;
因为为什么散步?
φαμέν “ἵνα ὑγιαίνῃ”, καὶ εἰπόντες οὕτως οἰόμεθα ἀποδεδωκέναι τὸ αἶτιον.
我们说“为了健康”,并且这样说了之后,我们认为自己已经给出了原因。
καὶ ὅσα δὴ κινήσαντος ἄλλου μεταξὺ γίγνεται τοῦ τέλους, οἷον τῆς ὑγιείας ἡ ἰσχνασία ἢ ἡ κάθαρσις ἢ τὰ φάρμακα ἢ τὰ ὄργανα· πάντα γὰρ ταῦτα τοῦ τέλους ἕνεκά ἐστιν, διαφέρει δὲ ἀλλήλων ὡς ὄντα τὰ μὲν ἔργα τὰ δʼ ὄργανα.
同样,在另一个东西启动了运动之后,在达到终极之间所产生的任何事物也是如此,例如为了健康而进行的消瘦、通便、药物或器具;因为所有这些都是为了终极,只是它们彼此不同,有些是行为,有些是工具。
τὰ μὲν οὖν αἴτια σχεδὸν τοσαυταχῶς
λέγεται, συμβαίνει δὲ πολλαχῶς λεγομένων τῶν αἰτίων καὶ πολλὰ τοῦ αὐτοῦ αἴτια εἶναι, οὐ κατὰ συμβεβηκός, οἷον τοῦ ἀνδριάντος καὶ ἡ ἀνδριαντοποιικὴ καὶ ὁ χαλκός, οὐ καθʼ ἕτερόν τι ἀλλʼ ἀνδριάς, ἀλλʼ οὐ τὸν αὐτὸν τρόπον, ἀλλὰ τὸ μὲν ὡς ὕλη τὸ δʼ ὡς ὅθεν ἡ κίνησις.
那么,原因大约在这么多意义上被谈论。 由于原因是在多种意义上被谈论的,因此同一事物就会有许多个(非偶发的)原因。 例如,对于雕像而言,雕像制造术和青铜都是原因,不是作为其他什么,而正是作为雕像[的原因],但不是以同样的方式,而一个作为质料,另一个作为运动的源头。
ἔστιν δέ τινα καὶ ἀλλήλων αἴτια, οἷον τὸ πονεῖν τῆς εὐεξίας καὶ αὕτη τοῦ πονεῖν· ἀλλʼ οὐ τὸν αὐτὸν τρόπον, ἀλλὰ τὸ μὲν ὡς τέλος τὸ δʼ ὡς ἀρχὴ κινήσεως.
有些事物也是互为原因的,例如锻炼是身体健康的[原因],而健康又是锻炼的[原因];但不是以相同的方式,而一个作为终极,另一个作为运动的源头。
ἔτι δὲ τὸ αὐτὸ τῶν ἐναντίων ἐστίν· ὃ γὰρ παρὸν αἶτιον τοῦδε, τοῦτο καὶ ἀπὸν αἰτιώμεθα ἐνίοτε τοῦ ἐναντίου, οἷον τὴν ἀπουσίαν τοῦ κυβερνήτου τῆς τοῦ πλοίου ἀνατροπῆς, οὗ ἦν ἡ παρουσία αἰτία τῆς σαωτηρίας.
此外,相同的事物也是相反事物的原因;因为那个因其存在而成为某物原因的东西,有时我们也会因其缺席而将其指责为相反事物的原因,例如舵手的缺席是船只倾覆的原因,而他的存在则是安全的[原因]。
ἅπαντα δὲ τὰ νῦν εἰρημένα σἴτια εἰς τέτταρας πίπτει τρόπσυς τοὺς φανερωτάτους.
现在所说的一切原因都归入最明显的四种方式。
τὰ μὲν γὰρ στοιχεῖα τῶν συλλαβῶν καὶ ἡ ὕλη τῶν σκευαστῶν καὶ τὸ πῦρ καὶ τὰ τοιαῦτα τῶν σωμάτων καὶ τὰ μέρη τοῦ ὅλου καὶ αἱ ὑποθέσεις τοῦ συμπεράσματος ὡς τὸ ἐξ οὗ αἴτιά ἐστιν, τούτων δὲ τὰ μὲν ὡς τὸ ὑποκείμενον, οἷον τὰ μέρη, τὰ δὲ ὡς τὸ τί ἦν εἶναι, τό τε ὅλον καὶ ἡ σύνθεσις καὶ τὸ εἶδος·
因为音节的元素、人造物的质料、物体的火及类似之物、整体的部分、结论的前提,都是作为“由以产生者”的原因;而在这些之中,有些是作为基底,例如部分,另一些则是作为本质,即整体、结合和形相。
τὸ δὲ σπέρμα καὶ ὁ ἰατρὸς καὶ ὁ βουλεύσας καὶ ὅλως τὸ ποιοῦν, πάντα ὅθεν ἀρχὴ τῆς μεταβολῆς ἢ στάσεως·
而种子、医生、策划者,以及总而言之的制造者,都是变化或静止的源头由以产生的东西。
τὰ δʼ ὡς τὸ τέλος καὶ τἀγαθὸν τῶν ἄλλων· τὸ γὰρ οὗ ἕνεκα βέλτιστον καὶ τέλος τῶν ἄλλων ἐθέλει εἶναι· διαφερέτω δὲ μηδὲν εἰπεῖν αὐτὸ ἀγαθὸν ἢ φαινόμενον ἀγαθόν.
而另一些则是作为终极和其余事物的善;因为“为了什么”往往意图成为其余事物的最善者和终极;至于说它是真实的善还是表象的善,并没有什么不同。