§2.1#1Τῶν ὄντων τὰ μέν ἐστι φύσει, τὰ δὲ διʼ ἄλλας αἰτίας, φύσει μὲν τά τε ζῷα καὶ τὰ μέρη αὐτῶν καὶ τὰ φυτὰ καὶ τὰ ἀπλᾶ τῶν σωμάτων, οἷον γῆ καὶ πῦρ καὶ ἀὴρ καὶ ὕδωρ (ταῦτα γὰρ εἶναι καὶ τὰ τοιαῦτα φύσει φαμέν, πάντα δὲ ταῦτα φαίνεται διαφέροντα πρὸς τὰ μὴ φύσει συνεστῶτα.
在存在的事物中,有些是由于自然,有些则是由于其他原因。 由于自然的有动物及其部分,以及植物,还有简单物体,如土、火、气、水(因为我们说这些及此类事物是由于自然而存在的)。 而所有这些显然与非由于自然构成的事物不同。
τούτων μὲν γὰρ ἕκαστον ἐν ἑαυτῷ ἀρχὴν ἔχει κινήσεως καὶ στάσεως, τὰ μὲν κατὰ τόπον, τὰ δὲ κατʼ αὔξησι. καὶ φθίσιν, τὰ δὲ κατʼ ἀλλοίωσιν·
因为这些事物中的每一个在其自身中都具有运动和静止的原理,有些是在位置上,有些是在生长和消减上,有些则是在性质变化上。
κλίνη δὲ καὶ ἱμάτιον, καὶ εἴ τι τοιοῦτον ἄλλο γένος ἐστίν, ᾗ μὲν τετύχηκε τῆς κατηγορίας ἑκάστης καὶ καθʼ ὅσον ἐστὶν ἀπὸ τέχνης, οὐδεμίαν ὁρμὴν ἔχει μεταβολῆς ἔμφυτον, ᾗ δὲ συμβέβηκεν αὐτοῖς εἶναι λιθίνοις ἢ γηίνοις ἢ μικτοῖς ἐκ τούτων, ἔχει, καὶ κατὰ τοσοῦτον, ὡς οὔσης τῆς φύσεως ἀρχῆς τινὸς καὶ αἰτίας τοῦ κινεῖσθαι καὶ ἠρεμεῖν ἐν ᾧ ὑπάρχει πρώτως καθʼ αὑτὸ καὶ μὴ κατὰ συμβεβηκός (λέγω δὲ τὸ μὴ κατὰ συμβεβηκός, ὅτι γένοιτʼ ἂν αὐτὸς αὐτῷ τις αἴτιος ὑγιείας ὢν ἰατρός· ἀλλʼ ὅμως οὐ καθὸ ὑγιάζεται τὴν ἰατρικὴν ἔχει, ἀλλὰ συμβέβηκεν τὸν αὐτὸν ἰατρὸν εἶναι καὶ ὑγιαζόμενον· διὸ καὶ χωρίζεταί ποτʼ ἀπʼ ἀλλήλων).
而床、外套,以及任何其他此类事物,在它们获得各自的称谓以及在它们属于技术产物的范围内,都不具有任何内在的改变冲动;但只要它们碰巧是石制的或土制的、或这些物质的混合物,它们就具有这种冲动,并且仅在这一范围内具有。 这是因为自然是使它首先且在其自身中(而不是以偶性的方式)所属的那种事物运动和保持静止的某种原理和原因。 (我所说的“不是以偶性的方式”,是因为身为医生的某人可能会成为自己健康的因;但尽管如此,他并不是在被治愈的意义上拥有医术,而是碰巧同一个人既是医生又是被治愈者;因此这两者有时也会彼此分离)。
ὁμοίως δὲ καὶ τῶν ἄλλων ἕκαστον τῶν ποιουμένων· οὐδὲν γὰρ αὐτῶν ἔχει τὴν ἀρχὴν ἐν ἑαυτῷ τῆς ποιήσεως, ἀλλὰ τὰ μὲν ἐν ἄλλοις καὶ ἔξωθεν, οἷον οἰκία καὶ τῶν ἄλλων τῶν χειροκμήτων ἕκαστον, τὰ δʼ ἐν αὐτοῖς μὲν ἀλλʼ οὐ καθʼ αὐτά, ὅσα κατὰ συμβεβηκὸς αἴτια γένοιτʼ ἂν αὐτοῖς.
同样地,其他被制作出来的每一事物也是如此;因为它们中没有一个在其自身中具有制作的原理,相反,有些是在他物之中且从外部具有的,例如房屋和每一其他手工作品,而另一些虽然在自身之中,但并不是其自身作为原因,即那些在偶性上可能成为其自身原因的事物。
φύσις μὲν οὖν ἐστὶ τὸ ῥηθέν· φύσιν δὲ ἔχει ὅσα τοιαύτην ἔχει ἀρχήν.
因此,自然就是上述所言者;而凡是具有此类原理的事物,就“具有自然”。
καὶ ἔστιν πάντα ταῦτα οὐσία· ὑποκείμενον γάρ τι, καὶ ἐν ὑποκειμένῳ ἐστὶν ἡ φύσις ἀεί.
所有这些事物都是实体;因为它们是某种基底,而自然总是存在于基底之中的。
κατὰ φύσιν δὲ ταῦτά τε καὶ ὅσα τούτοις ὑπάρχει καθʼ αὐτά, οἷον τῷ πυρὶ φέρεσθαι ἄνω· τοῦτο γὰρ φύσις μὲν οὐκ ἔστιν οὐδʼ ἔχει φύσιν, φύσει δὲ καὶ κατὰ φύσιν ἐστίν.
“符合自然”的既是这些事物,也是那些在其自身中属于这些事物的东西,例如火向上运动;因为这种[向上运动]自身并不是自然,也不具有自然,但它是由于自然且符合自然的。
τί μὲν οὖν ἐστιν ἡ φύσις, εἴρηται, καὶ τί τὸ φύσει καὶ κατὰ φύσιν.
那么,自然是什么,以及“由于自然”和“符合自然”是什么,就已经说过了。
ὡς δʼ ἔστιν ἡ φύσις, πειρᾶσθαι δεικνύναι γελοῖον· φανερὸν γὰρ ὅτι τοιαῦτα τῶν ὄντων ἐστὶν πολλά.
但是,企图去证明自然是存在的,这是荒谬的;因为显而易见,存在着许多此类的事物。
τὸ δὲ δεικνύναι τὰ φανερὰ διὰ τῶν ἀφανῶν οὐ δυναμένου κρίνειν ἐστὶ τὸ διʼ αὐτὸ καὶ μὴ διʼ αὑτὸ γνώριμον (ὅτι δʼ ἐνδέχεται τοῦτο πάσχειν, οὐκ ἄδηλον· συλλογίσαιτο γὰρ ἄν τις ἐκ γενετῆς ὢν τυφλὸς περὶ χρωμάτων), ὥστε ἀνάγκη τοῖς τοιούτοις περὶ τῶν ὀνομάτων εἶναι τὸν λόγου, νοεῖν δὲ μηδέν.
用不明显的事物去证明明显的事物,是由于一个人无法区分别的什么事物是因其自身而可知的,什么不是因其自身而可知的(会陷入这种状况显然是可能的;因为一个先天失明的人也可能会对颜色进行推论),因此对于这样的人来说,他们的讨论必然只是关于名称,而什么也无法理解。