Humanitext Reader

亚里士多德 · 物理学 §1.9

质料与缺失的区别及质料的非生非灭

第 13 段,共 113 段 · 希腊语

内容简介

亚里士多德批评了前人未能区分“质料”与“缺失”的错误,并论证了作为最初基底的质料自身是未生且不可毁灭的。

§1.9Ἡμμένοι μὲν οὖν καὶ ἕτεροί τινές εἰσιν αὐτῆς, ἀλλʼ οὐχ ἱκανῶς.
因此,其他一些人也接触到了这一[本性],但并不充分。
πρῶτον μὲν γὰρ ὁμολογοῦσιν ἀπλῶς γίγνεσθαί τι ἐκ μὴ ὄντος, ᾗ Παρμενίδην ὀρθῶς λέγειν· εἶτα φαίνεται αὐτοῖς, εἴπερ ἐστὶν ἀριθμῷ μία, καὶ δυνάμει μία μόνον εἶναι.
因为首先,他们同意某物是从不存在者中单纯地产生的,在这一意义上,他们认为巴门尼德说得对;其次,在他们看来,如果[基底本性]在数量上是一,那么在潜能上也必定仅是一。
τοῦτο δὲ διαφέρει πλεῖστον.
但这会产生极大的差别。
ἡμεῖς μὲν γὰρ ὕλην καὶ στέρησιν ἕτε. ρόν φαμεν εἶναι, καὶ τούτων τὸ μὲν οὐκ ὂν εἶναι κατὰ συμβεβηκός, τὴν ὕλην, τὴν δὲ στέρησιν καθʼ αὐτήν, καὶ τὴν μὲν ἐγγὺς καὶ οὐσίαν πως, τὴν ὕλην, τὴν δὲ οὐδαμῶς·
因为我们说,质料与缺失是不同的,在它们之中,一个是偶性上的不存在者,即质料,而另一个即缺失则是其自身的不存在者;而且前者(质料)接近于存在,在某种意义上是实体,而后者(缺失)则绝非如此。
οἱ δὲ τὸ μὴ ὂν τὸ μέγα καὶ τὸ μικρὸν ὁμοίως, ἢ τὸ συναμφότερον ἢ τὸ χωρὶς ἑκάτερον.
但他们却同样把不存在者当作“大与小”,无论是两者的结合还是各自独立。
ὥστε παντελῶς ἕτερος ὁ τρόπος οὗτος τῆς τριάδος κἀκεῖνος.
因此,这种基于三联体的方式与他们的那一种完全不同。
μέχρι μὲν γὰρ δεῦρο προῆλθον, ὅτι δεῖ τινὰ ὑποκεῖσθαι φύσιν, ταύτην μέντοι μίαν ποιοῦσιν· καὶ γὰρ εἴ τις δυάδα ποιεῖ, λέγων μέγα καὶ μικρὸν αὐτήν, οὐθὲν ἧττον ταὐτὸ ποιεῖ· τὴν γὰρ ἑτέραν παρεῖδεν.
因为他们确实进展到了这一步,即必须有某种作为基底的本性存在,然而他们却把这一本性当作单一的;因为即使有人把它当作双联体,称其为“大与小”,他仍然做着同样的事情,因为他忽视了另一个。
ἡ μὲν γὰρ ὑπομένουσα συναιτία τῇ μορφῇ τῶν γιγνομένων ἐστίν, ὥσπερ μήτηρ· ἡ δʼ ἑτέρα μοῖρα τῆς ἐναντιώσεως πολλάκις ἂν φαντασθείη τῷ πρὸς τὸ κακοποιὸν αὐτῆς ἀτενίζοντι τὴν διάνοιαν οὐδʼ εἶναι τὸ παράπαν.
因为那留存下来的一方是与形相共同作为生成之物的共同原因,如同母亲一样;而相反性质的另一部分(缺失),对于那些仅将心思专注于其有害的一面的人来说,往往甚至显得根本不存在。
ὄντος γάρ τινος θείου καὶ ἀγαθοῦ καὶ ἐφετοῦ, τὸ μὲν ἐναντίον αὐτῷ φαμεν εἶναι, τὸ δὲ ὁ πέφυκεν ἐφίεσθαι καὶ ὀρέγεσθαι αὐτοῦ κατὰ τὴν αὐτοῦ φύσιν.
因为,既然存在着某种神圣、善且令人向往的东西,我们说,一者是与它相反的,而另一者则是其本性上会去追求并渴望它的东西。
τοῖς δὲ συμβαίνει τὸ ἐναντίον ὀρέγεσθαι τῆς αὐτοῦ φθορᾶς.
但在他们看来,其结果却是相反者在渴望自身的消灭。
καίτοι οὔτε αὐτὸ αὐτοῦ οἷόν τε ἐφίεσθαι τὸ εἶδος διὰ τὸ μὴ εἶναι ἐνδεές, οὔτε τὸ ἐναντίον (φθαρτικὰ γὰρ ἀλλήλων τὰ ἐναντία), ἀλλὰ τοῦτʼ ἔστιν ἡ ὕλη, ὥσπερ ἂν εἰ θῆλυ ἄρρενος καὶ αἰσχρὸν καλοῦ· πλὴν οὐ καθʼ αὐτὸ αἰσχρόν, ἀλλὰ κατὰ συμβεβηκός, οὐδὲ θῆλυ, ἀλλὰ κατὰ συμβεβηκός.
然而,形相自身既不可能追求自身,因为它是无所缺少的,相反者也不可能追求它(因为相反者是互相毁灭的),相反,追求它的乃是质料,正如雌性追求雄性,丑陋追求美丽一样;只是它并非其自身丑陋,而是偶性上丑陋,也不是雌性,而是偶性上如此。
φθείρεται δὲ καὶ γίγνεται ἔστι μὲν ὥς, ἔστι δʼ ὡς οὔ.
此外,[质料]的消灭和产生在某种意义上存在,但在另一种意义上则不存在。
ὡς μὲν γὰρ τὸ ἐν ᾧ, καθʼ αὐτὸ φθείρεται (τὸ γὰρ φθειρόμενον ἐν τούτῳ ἐστίν, ἡ στέρησις· ὡς δὲ κατὰ δύναμιν, οὐ καθʼ αὐτό, ἀλλʼ ἄφθαρτον καὶ ἀγένητον ἀνάγκη αὐτὴν εἶναι.
因为作为[缺失]在其中的那个东西,它在自身中消灭(因为被消灭的东西在这个之中,即缺失);但作为在潜能意义上的它,则不是在其自身中消灭,而是它必然是不可消灭且未被产生的。
εἴτε γὰρ ἐγίγνετο, ὑποκεῖσθαί τι δεῖ πρῶτον ἐξ οὗ ἐνυπάρχοντος· τοῦτο δʼ ἐστὶν αὐτὴ ἡ φύσις, ὥστʼ ἔσται πρὶν γενέσθαι (λέγω γὰρ ὕλην τὸ πρῶτον ὑποκείμενον ἑκάστῳ, ἐξ οὗ γίγνεταί τι ἐνυπάρχοντος μὴ κατὰ συμβεβηκός)· εἴτε φθείρεται, εἰς τοῦτο ἀφίξεται ἔσχατον, ὥστε ἐφθαρμένη ἔσται πρὶν φθαρῆναι.
因为,如果它产生,就必须首先有某种作为其基础的东西,它作为内在成分从中产生;但这正是这一本性自身,因此它将在产生之前就已经存在(因为我所说的质料,是指每一事物的最初基底,某物作为内在成分从中产生,而不是以偶性的方式);而如果它消灭,它将最终归于这一东西,因此它在被消灭之前就已经被消灭了。
περὶ δὲ τῆς κατὰ τὸ εἶδος ἀρχῆς, πότερον μία ἢ πολλαὶ καὶ τίς ἢ τίνες εἰσίν, διʼ ἀκριβείας τῆς πρώτης φιλοσοφίας ἔργον ἐστὶν διορίσαι, ὥστʼ εἰς ἐκεῖνον τὸν καιρὸν ἀποκείσθω, περὶ δὲ τῶν φυσικῶν καὶ φθαρτῶν εἰδῶν ἐν τοῖς ὕστερον δεικνυμένοις ἐροῦμεν.
关于根据形相的原理,它是一还是多,以及它或它们是什么,精确地加以规定是第一哲学的工作,因此让它暂且留待那个时机。 而关于自然的和可消灭的形相,我们将在后面表明的篇章中谈及。
ὅτι μὲν οὖν εἰσὶν ἀρχαί, καὶ τίνες, καὶ πόσαι τὸν ἀριθμόν, διωρίσθω ἡμῖν οὕτως· πάλιν δʼ ἄλλην ἀρχὴν ἀρξάμενοι λέγωμεν.
因此,关于原理是存在的,以及它们是什么,在数量上是多少,让我们以此方式予以规定;再次,让我们从另一个起点开始,继续讨论。

词汇与语法注释

  1. 192a2ᾗ Παρμενίδην ὀρθῶς λέγειν — 由关系副词 ᾗ(在……方面/意义上)引导的带对格的不定式句,表明他们认为“巴门尼德说得对”(即无不能生有)这一观点的立足点。
  2. 192a14ἡ μὲν γὰρ ὑπομένουσα... ἡ δʼ ἑτέρα μοῖρα... — 具有不同性质的原理之间的对比。ἡ μὲν γὰρ ὑπομένουσα(留存下来的一方)指“质料”(ὕλη),而 ἡ δʼ ἑτέρα μοῖρα τῆς ἐναντιώσεως(相反性质的另一部分)指“缺失”(στέρησις)。
  3. 192a27ὡς μὲν γὰρ τὸ ἐν ᾧ... ὡς δὲ κατὰ δύναμιν... — 解释质料双重维度的句法结构。ὡς τὸ ἐν ᾧ(作为其在其中的那个东西)指“(缺失)处于其中的”(偶性的维度),而 ὡς κατὰ δύναμιν(作为在潜能意义上的)指“(接受形相的)潜能/能力”(自身的维度)。在前者意义上质料会消灭,但在后者意义上它是不可消灭且未被产生的。

引用这一段

亚里士多德, 物理学 §1.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg031.humanitext-grc1:1.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。