§1.7#1Ὧδʼ οὖν ἡμεῖς λέγωμεν πρῶτον περὶ πάσης γενέσεως ἐπελθόντες· ἔστι γὰρ κατὰ φύσιν τὰ κοινὰ πρῶτον εἰπόντας οὕτω τὰ περὶ ἕκαστον ἴδια θεωρεῖν.
因此,让我们首先考察一切生成,并如下阐述之:因为按照自然,先讨论共同的特征,然后再去考察各别特有的性质,才是合乎秩序的。
φαμὲν γὰρ γίγνεσθαι ἐξ ἄλλου ἄλλο καὶ ἐξ ἑτέρου ἕτερον ἢ τὰ ἁπλᾶ λέγοντες ἢ τὰ συγκείμενα.
因为我们说,一个东西由另一个东西产生,或者一个不同的东西由另一个不同的东西产生,这既适用于我们所说的简单事物,也适用于复合事物。
λέγω δὲ τοῦτο ὡδί.
我这样说明这一点。
ἔστι γὰρ γίγνεσθαι ἄνθρωπον μουσικόν, ἔστι δὲ τὸ μὴ μουσικὸν γίγνεσθαι μουσικὸν ἢ τὸν μὴ μουσικὸν ἄνθρωπον ἄνθρωπον μουσικόν.
因为,一个人可能变得有音乐素养,非音乐的可能变得有音乐素养,或者一个非音乐的人变成一个有音乐素养的人。
ἁπλοῦν μὲν οὖν λέγω τὸ γιγνόμενον τὸν ἄνθρωπον καὶ τὸ μὴ μουσικόν, καὶ ὃ γίγνεται ἀπλοῦν, τὸ μουσικόν· συγκείμενον δὲ καὶ ὃ γίγνεται καὶ τὸ γιγνόμενον, ὅταν τὸν μὴ μουσικὸν ἄνθρωπον φῶμεν γίγνεσθαι μουσικὸν ἄνθρωπον.
因此,我所说的“简单事物”,是指在生成过程中的“人”和“非音乐的”,以及生成的终点,即“音乐的”;而当我们指复合事物时,无论是生成的终点还是在生成过程中的事物都是复合的,例如当我们说“非音乐的人变成一个有音乐素养的人”。
τούτων δὲ τὸ μὲν οὐ μόνον λέγεται τόδε γίγνεσθαι ἀλλὰ καὶ ἐκ τοῦδε, οἷον ἐκ μὴ μουσικοῦ μουσικός, τὸ δʼ οὐ λέγεται ἐπὶ πάντων· οὐ γὰρ ἐξ ἀνθρώπου ἐγένετο μουσικός, ἀλλʼ ἄνθρωπος ἐγένετο μουσικός.
在这些情况中,其中之一不仅被说成是“变成这个”,而且还被说成是“由这个产生”,例如“由非音乐的产生出音乐的”;但另一情况并非在所有时候都这样说,因为我们并不说“由人产生出音乐的人”,而是说“人变成了音乐的人”。
τῶν δὲ γιγνομένων ὡς τὰ ἀπλᾶ λέγομεν γίγνεσθαι, τὸ μὲν ὑπομένον γίγνεται τὸ δʼ οὐχ ὑπομένον· ὁ μὲν γὰρ ἄνθρωπος ὑπομένει μουσικὸς γιγνόμενος ἄνθρωπος καὶ ἔστι, τὸ δὲ μὴ μουσικὸν καὶ τὸ ἄμουσον οὔτε ἁπλῶς οὔτε συντεθειμένον ὑπομένει.
而在我们说作为简单事物而生成的东西中,一类在生成中持续存在,另一类则不持续存在:因为人在变成有音乐素养的人时持续存在,并且依然是人;但非音乐的或无音乐素养的,无论作为简单事物还是复合事物,都不持续存在。
διωρισμένων δὲ τούτων, ἐξ ἁπάντων τῶν γιγνομένων τοῦτο
ἔστι λαβεῖν, ἐάν τις ἐπιβλέψῃ ὥσπερ λέγομεν, ὅτι δεῖ τι ἀεὶ ὑποκεῖσθαι τὸ γιγνόμενον, καὶ τοῦτο εἰ καὶ ἀριθμῷ ἐστιν ἕν, ἀλλʼ εἴδει γε οὐχ ἕν· τὸ γὰρ εἴδει λέγω καὶ λόγῳ ταὐτόν· οὐ γὰρ ταὐτὸν τὸ ἀνθρώπῳ καὶ τὸ ἀμούσῳ εἶναι.
在明确了这些之后,如果有人像我们所说的那样去观察,就可以从所有生成的事物中得出这样一个结论:总是必须有某种事物作为生成者的底层基质,而这个基质即使在数量上是一,但在形式上却不是一(因为我所说的“形式上”和“在定义上”是一样的);因为“做一个人”和“做无音乐素养者”并不是同一回事。
καὶ τὸ μὲν ὑπομένει, τὸ δʼ οὐχ ὑπομένει·
而且,一者持续存在,另一者则不。
τὸ μὲν μὴ ἀντικείμενον ὑπομένει (ὁ γὰρ ἄνθρωπος ὑπομένει), τὸ μὴ μουσικὸν δὲ καὶ τὸ ἄμουσον οὐχ ὑπομένει, οὐδὲ τὸ ἐξ ἀμφοῖν συγκείμενον, οἷον ὁ ἄμουσος ἄνθρωπος.
不对立的东西持续存在(因为人持续存在),而非音乐的和无音乐素养的不持续存在,由两者组成的复合事物(如无音乐素养的人)也不持续存在。
τὸ δʼ ἔκ τινος γίγνεσθαί τι, καὶ μὴ τόδε γίγνεσθαί τι, μᾶλλον μὲν λέγεται ἐπὶ τῶν μὴ ὑπομενόντων, οἷον ἐξ ἀμούσου μουσικὸν γίγνεσθαι, ἐξ ἀνθρώπου δὲ οὔ οὐ μὴν ἀλλὰ καὶ ἐπὶ τῶν ὑπομενόντων ἐνίοτε λέγεται ὡσαύτως· ἐκ γὰρ χαλκοῦ ἀνδριάντα γίγνεσθαί φαμεν, οὐ τὸν χαλκὸν ἀνδριάντα.
至于说“某物由某物产生”,而不是说“这个变成某物”,更多是针对不持续存在的事物而言的,例如说“由无音乐素养的产生出音乐的”,而不说“由人产生出”;然而,有时对于持续存在的事物也同样这样说,因为我们说“由青铜产生出雕像”,而不说“青铜变成雕像”。
τὸ μέντοι ἐκ τοῦ ἀντικειμένου καὶ μὴ ὑπομένοντος ἀμφοτέρως λέγεται, καὶ ἐκ τοῦδε τόδε καὶ τόδε τόδε· καὶ γὰρ ἐξ ἀμούσου καὶ ὁ ἄμουσος γίγνεται μουσικός.
但是,由对立的且不持续存在者而来的生成,可以用两种方式来说,即“由这个产生那个”以及“这个变成那个”;因为我们既说“由无音乐素养的产生出”,也说“无音乐素养的人变成音乐的人”。
διὸ καὶ ἐπὶ τοῦ συγκειμένου ὡσαύτως· καὶ γὰρ ἐξ ἀμούσου ἀνθρώπου καὶ ὁ ἄμουσος ἄνθρωπος γίγνεσθαι λέγεται μουσικός.
因此,对于复合事物也是一样:因为我们既说“由无音乐素养的人产生出”,也说“无音乐素养的人变成音乐的人”。
πολλαχῶς δὲ λεγομένου τοῦ γίγνεσθαι, καὶ τῶν μὲν οὐ γίγνεσθαι ἀλλὰ τόδε τι γίγνεσθαι, ἀπλῶς δὲ γίγνεσθαι τῶν οὐσιῶν μόνον, κατὰ μὲν τἆλλα φανερὸν ὅτι ἀνάγκη ὑποκεῖσθαί τι τὸ γιγνόμενον (καὶ γὰρ ποσὸν καὶ ποιὸν καὶ πρὸς ἕτερον καὶ ποὺ γίγνεται ὑποκειμένου τινὸς διὰ τὸ μόνην τὴν οὐσίαν μηθενὸς κατʼ ἄλλου λέγεσθαι ὑποκειμένου, τὰ δʼ ἄλλα πάντα κατὰ τῆς οὐσίας)· ὅτι δὲ καὶ αἱ οὐσίαι καὶ ὅσα ἁπλῶς ὄντα ἐξ ὑποκειμένου τινὸς γίγνεται, ἐπισκοποῦντι γένοιτο ἂν φανερόν.
生成有多种含义,有些事物并非绝对地生成,而是变成“这个特定的事物”,而“绝对的生成”只属于实体。 即便如此,在其他情况下,生成的东西显然必须有某种基质作为基础(因为数量、性质、关系或地点都是在某个基质下生成的,这是因为只有实体不作为属性而陈述于其他任何主体,而其他所有事物都陈述于实体);但是,只要细加考察,就会明白即使是实体以及其他一切绝对存在的事物,也是由某种底层基质产生的。
ἀεὶ γὰρ ἔστι ὁ ὑπόκειται, ἐξ οὗ τὸ γιγνόμενον, οἷον τὰ φυτὰ καὶ τὰ ζῶα ἐκ σπέρματος.
因为始终有某种基质作为底层,生成物即由此产生,例如植物和动物由种子产生。
γίγνεται δὲ τὰ γιγνόμενα ἁπλῶς τὰ μέν μετασχηματίσει, οἷον ἀνδριάς, τὰ δὲ προσθέσει, οἷον τὰ αὐξανόμενα, τὰ δʼ ἀφαιρέσει, οἷον ἐκ τοῦ λίθου ὁ Ἑρμῆς, τὰ δὲ συνθέσει, οἷον οἰκία, τὰ δʼ ἀλλοιώσει, οἷον τὰ τρεπόμενα κατὰ τὴν ὕλην.
而在那些绝对生成的事物中,有些是通过改变形状而生成的(例如雕像),有些是通过增加而生成的(例如生长物),有些是通过删减而生成的(例如由石头刻成的赫耳墨斯像),有些是通过组合而生成的(例如房屋),有些是通过质变而生成的(例如在质料方面发生转化者)。
πάντα δὲ τὰ οὕτω γιγνόμενα φανερὸν ὅτι ἐξ ὑποκειμένων γίγνεται.
显然,所有以这些方式生成的事物,都是由底层基质生成的。
ὥστε δῆλον ἐκ τῶν εἰρημένων ὅτι τὸ γιγνόμενον ἅπαν ἀεὶ συνθετόν ἐστι, καὶ ἔστι μέν τι γιγνόμενον, ἔστι δέ τι ὃ τοῦτο γίγνεται, καὶ τοῦτο διττόν· ἢ γὰρ τὸ ὑποκείμενον ἢ τὸ ἀντικείμενον.
因此,由上述可见,一切生成的事物始终都是复合的;一方面有生成的产物,另一方面有变成这个产物的东西,而后者是双重的:或者是基质,或者是对立物。
λέγω δὲ ἀντικεῖσθαι μὲν τὸ ἄμουσον, ὑποκεῖσθαι δὲ τὸν ἄνθρωπον, καὶ τὴν μὲν ἀσχημοσύνην καὶ τὴν ἀμορφίαν καὶ τὴν ἀταξίαν τὸ ἀντικείμενον, τὸν δὲ χαλκὸν ἢ τὸν λίθον ἢ τὸν χρυσὸν τὸ ὑποκείμενον.
我所说的“对立物”是指无音乐素养的,而“基质”是指人;无形状、无形式、无秩序是对立物,而青铜、石头、黄金则是基质。