§1.6Ἐχόμενον δʼ ἂν εἴη λέγειν πότερον δύο ἢ τρεῖς ἢ πλείους εἰσίν.
接下来应该讨论的是,原理是两个、三个还是更多。
μίαν μὲν γὰρ οὐχ οἷόν τε, ὅτι οὐχ ἓν τὰ ἐναντία, ἀπείρους δʼ, ὅτι οὐκ ἐπιστητὸν τὸ ὂν ἔσται, μία τε ἐναντίωσις ἐν παντὶ γένε ἑνί, ἡ δʼ οὐσία ἕν τι γένος, καὶ ὅτι ἐνδέχεται ἐκ πεπερασμένων, βέλτιον δʼ ἐκ πεπερασμένων, ὥσπερ Ἐμπε· δοκλῆς, ἢ ἐξ ἀπείρων· πάντα γὰρ ἀποδιδόναι οἴεται ὅσαπερ Ἀναξαγόρας ἐκ τῶν ἀπείρων.
¦6 显然,原理不可能只有一个,因为对立物不是一体;也不可能是无限个,¦p.13 因为这样存在物就无法被认知。 而且每一个单一的类中只有一组对立关系,而实体是一个单一的类。 此外,由于从有限的原理中产生也是可能的,而且像恩培¦15 铎克那样从有限的原理出发,要比从无限的原理出发更好;因为他认为自己从有限中可以解释阿那克萨哥拉从无限中所能解释的一切。
ἔτι δὲ ἔστιν ἄλλα ἄλλων πρότερα ἐναντία, καὶ γίγνεται ἕτερα ἐξ ἀλλήλων, οἷον γλυκὺ καὶ πικρὸν καὶ λευκὸν καὶ μέλαν, τὰς δὲ ἀρχὰς ἀεὶ δεῖ μένειν.
再者,有些对立物先于另一些对立物,它们也相互产生,例如甜与苦、白与黑,而原理必须始终保持不变。
ὅτι μὲν οὖν οὔτε μία οὔτε ἄπειροι, δῆλον ἐκ τούτων·
¦20 因此,原理既不是一个也不是无限个,这从上述讨论中是显而易见的。
ἐπεὶ δὲ πεπερασμέναι, τὸ μὴ ποιεῖν δύο μόνον ἔχει τινὰ λόγον·
然而,既然原理是有限的,那么不把它们仅设为两个也是有一定道理的。
ἀπορήσειε γὰρ ἄν τις πῶς ἢ ἡ πυκνότης τὴν μανότητα ποιεῖν τι πέφυκεν ἢ αὕτη τὴν πυκνότητα.
因为人们可能会问,浓密怎么能本性上对稀薄起作用,或者稀薄怎么能对浓密起作用呢?
ὁμοίως δὲ καὶ ἄλλη ὁποιαοῦν ἐναντιότης· οὐ γὰρ ἡ φιλία τὸ νεῖκος συνάγει καὶ ποιεῖ τι ἐξ αὐτοῦ, οὐδὲ τὸ νεῖκος ἐξ ἐκείνης, ἀλλʼ ἄμφω ἕτερόν τι τρίτον.
对于任何其他对立关系也是如此:因为友爱并不聚集斗争并从中产生什么,斗争也不从友爱中产生什么,而是两者都作用于¦25 某种其他的第三者。
ἔνιοι δὲ καὶ πλείω λαμβάνουσιν ἐξ ὧν κατασκευάζουσι τὴν τῶν ὄντων φύσιν.
有些人甚至假定了更多的东西,并以此来构建存在物的自然。
πρὸς δὲ τούτοις ἔτι κἂν τόδε τις ἀπορήσειεν, εἰ μή τις ἑτέραν ὑποθήσει τοῖς ἐναντίοις φύσιν· οὐθενὸς γὰρ ὁρῶμεν τῶν ὄντων οὐσίαν τἀναντία, τὴν δʼ ἀρχὴν οὐ καθʼ ὑποκειμένου δεῖ λέγεσθαί τινος.
除此以外,如果人们不对对立物假设另一种底层的自然,还会产生这样的疑问:因为我们看到,在任何存在物中,其实体都不是对立物,而原理不应当是对任何主词的陈述。
ἔσται γὰρ ἀρχὴ τῆς ἀρχῆς· τὸ γὰρ ὑποκείμενον ἀρχή, καὶ πρότερον δοκεῖ τοῦ κατηγορουμένου εἶναι.
否则,¦30 就会出现原理的原理;因为主词是原理,并且似乎先于对它进行陈述的东西。
ἔτι οὐκ εἶναί φαμεν οὐσίαν ἐναντίαν οὐσίᾳ· πῶς οὖν ἐκ μὴ οὐσιῶν οὐσία ἂν εἴη;
此外,我们说实体不与实体对立;那么实体怎么能由非实体产生呢?
ἢ πῶς ἂν πρότερον μὴ οὐσία οὐσίας εἴη;
或者非实体怎么能先于实体呢?
διόπερ εἴ τις τόν τε πρότερον ἀληθῆ νομίσειεν εἶναι λόγον καὶ τοῦτον, ἀναγκαῖον, εἰ μέλλει διασώσειν ἀμφοτέρους αὐτούς, ὑποτιθέναι τι τρίτον, ὥσπερ φασὶν οἱ μίαν τινὰ φύσιν εἶναι λέγοντες τὸ πᾶν, οἷον ὕδωρ ἢ πῦρ ἢ τὸ μεταξὺ τούτων.
因此,如果有人认为先前的论证和当前的论证都是真实的,那么,189b 只要他想同时保留这两者,就必须假设某种第三者,就像那些主张万物是某种单一自然的人所说的那样,例如水、火或介于两者之间者。
δοκεῖ δὲ τὸ μεταξὺ μᾶλλον· πῦρ γὰρ ἤδη καὶ γῆ καὶ ἀὴρ καὶ ὕδωρ μετʼ ἐναντιοτήτων συμπεπλεγμένα ἐστίν.
而中间者似乎更为合适:因为火、土、空气和水已经与各种对立性交织在一起了。
διὸ καὶ οὐκ ἀλόγως ποιοῦσιν οἱ τὸ ὑποκείμενον ἕτερον τούτων ποιοῦντες, τῶν δʼ ἄλλων οἱ ἀέρα· καὶ γὰρ ὁ ἀὴρ ἥκιστα ἔχει τῶν ἄλλων διαφορὰς αἰσθητάς· ἐχόμενον δὲ τὸ ὕδωρ, ἀλλὰ πάντες γε τὸ ἓν τοῦτο τοῖς ἐναντίοις σχηματίζουσιν, πυκνότητι καὶ μανότητι καὶ τῷ μᾶλλον καὶ ἧττον.
因此,那些将基质p.14 设为这些之外的另一种东西的人,以及其他人中将空气设为基质的人,其做法并非没有道理:因为在其他东西中,空气所具有的感官差异最少;其次是水。 但是,所有人都用对立物,即通过浓密和稀薄、以及¦10 更多和更少,来塑造这一个基质。
ταῦτα δʼ ἐστὶν ὅλως ὑπεροχὴ δηλονότι καὶ ἔλλειψις, ὥσπερ εἴρηται πρότερον.
这些显然总体上就是过度和不足,正如前面所说的那样。
καὶ ἔοικε παλαιά εἶναι καὶ αὕτη ἡ δόξα, ὅτι τὸ ἓν καὶ ὑπεροχὴ καὶ ἔλλειψις ἀρχαὶ τῶν ὄντων εἰσί.
而且这个观点似乎也很古老,即“一”和“过度与不足”是存在物的原理。
πλὴν οὐ τὸν αὐτὸν τρόπον, ἀλλʼ οἱ μὲν ἀρχαῖοι τὰ δύο μὲν ποιεῖν τὸ δὲ ἓν πάσχειν, τῶν δʼ ὑστέρων τινὲς τοὐναντίον τὸ μὲν ἓν ποιεῖν τὰ δὲ δύο πάσχειν φασὶ μᾶλλον.
只不过方式不同:古代人认为“二”起作用(能动)而“一”承受作用(受动),而后期¦15 的一些人则相反,认为“一”起作用而“二”承受作用。
τὸ μὲν οὖν τρία φάσκειν τὰ στοιχεῖα εἶναι ἔκ
τε τούτων καὶ ἐκ τοιούτων ἄλλων ἐπισκοποῦσι δόξειεν ἂν ἔχειν τινὰ λόγον, ὥσπερ εἴπομεν, τὸ δὲ πλείω τριῶν οὐκέτι·
¦16 因此,从这些以及其他类似的方面进行考察,主张元素有三个,正如我们所说,似乎是有一定道理的,但主张多于三个则不再有道理。
πρὸς μὲν γὰρ τὸ πάσχειν ἱκανὸν τὸ ἕν, εἰ δὲ τεττάρων ὄντων δύο ἔσονται ἐναντιώσεις, δεήσει χωρὶς ἑκατέρᾳ ὑπάρχειν ἑτέραν τινὰ μεταξὺ φύσιν· εἰ δʼ ἐξ ἀλλήλων δύνανται γεννᾶν δύο οὖσαι, περίεργος ἂν ἡ ἑτέρα τῶν ἐναντιώσεαων εἴη.
因为对于承受作用而言,一个基质已经足够;但如果因为有四个元素而有两组¦20 对立,那么每一组对立都需要分别拥有另一个中间自然;而如果这两组对立能够相互产生,那么其中一组对立就是多余的。
ἅμα δὲ καὶ ἀδύνατον πλείους εἶναι ἐναντιώσεις τὰς πρώτας.
同时,存在多个最初的对立也是不可能的。
ἡ γὰρ οὐσία ἕν τι γένος ἐστὶ τοῦ ὄντος, ὥστε τῶ πρότερον καὶ ὕστερον διοίσουσιν ἀλλήλων αἱ ἀρχαὶ μόνον, ἀλλʼ οὐ τῷ γένει· ἀεὶ γὰρ ἐν ἑνὶ γένει μία ἐναντίωσις ἔστιν, πᾶσαί τε αἱ ἐναντιώσεις ἀνάγεσθαι δοκοῦσιν εἰς μίαν.
因为实体是存在的一个单一类,因此原理之间¦25 仅在先和后上有所不同,而不在类上不同;因为在每一个类中始终只有一组对立,且所有的对立似乎都可以还原为一组。
ὅτι μὲν οὖν οὔτε ἓν τὸ στοιχεῖον οὔτε πλείαω δυοῖν ἢ τριῶν, φανερόν· τούτων δὲ πότερον, καθάπερ εἴπομεν, ἀπορίαν ἔχει πολλήν.
因此,显然元素既不是一个,也不多于两个或三个;但正如我们所说,在这两者中究竟是哪一个,具有极大的困难。