Humanitext Reader

亚里士多德 · 物理学 §1.7#2

作为生成原理的基底与形式及类比认识

第 11 段,共 113 段 · 希腊语

内容简介

定义了自然生成的根本原理是基底(质料)和形式这两个维度(若加上缺失则为三个维度),并解释了无定形的底层自然(质料)是如何通过材料与成品之间的“类比”关系而被把握的。

§1.7#2φανερὸν οὖν ὡς, εἴπερ εἰσὶν αἰτίαι καὶ ἀρχαὶ τῶν φύσει ὄντων, ἐξ ὧν πρώτων εἰσὶ καὶ γεγόνασι μὴ κατὰ συμβεβηκὸς ἀλλʼ ἕκαστον ὃ λέγεται κατὰ τὴν οὐσίαν, ὅτι γίγνεται πᾶν ἔκ τε τοῦ ὑποκειμένου καὶ τῆς μορφῆς·
因此,显然,如果自然存在物确实有其原因和原理,它们首先由这些原因和原理存在并产生(不是偶然地,而是各自作为按其实体所被陈述者),那么一切事物都是由基底和形式产生的。
σύγκειται γὰρ ὁ μουσικὸς ἄνθρωπος ἐξ ἀνθρώπου καὶ μουσικοῦ τρόπον τινά· διαλύσεις γὰρ εἰς τοὺς λόγους τοὺς ἐκείνων.
因为有音乐素养的人在某种意义上是由人和有音乐素养的所复合而成的;因为你会将它分析为两者的定义。
δῆλον οὖν ὡς γίγνοιτʼ ἂν τὰ γιγνόμενα ἐκ τούτων.
因此,显然生成的事物是由这些产生的。
ἔστι δὲ τὸ μὲν ὑποκείμενον ἀριθμῷ μὲν ἕν, εἴδει δὲ δύο (ὁ μὲν γὰρ ἄνθρωπος καὶ ὁ χρυσὸς καὶ ὅλως ἡ ὕλη ἀριθμητή· τόδε γάρ τι μᾶλλον, καὶ οὐ κατὰ συμβεβηκὸς ἐξ αὐτοῦ γίγνεται τὸ γιγνόμενον· ἡ δὲ στέρησις καὶ ἡ ἐναντίωσις συμβεβηκός· ἓν δὲ τὸ εἶδος, οἷον ἡ τάξις ἢ ἡ μουσικὴ ἢ τῶν ἄλλων τι τῶν οὕτω κατηγορουμένων.
然而,基底在数量上是一,但在形式上是二(因为人、黄金以及整个质料是可数的事物;因为它更像是“这个特定事物”,而生成物并非偶然地由它产生;而缺失和对立则是偶然的);但形式是一,例如秩序或音乐,或者其他以此方式被陈述的事物。
διὸ ἔστι μὲν ὡς δύο λεκτέον εἶναι τὰς ἀρχάς, ἔστι δʼ ὡς τρεῖς· καὶ ἔστι μὲν ὡς τἀναντία, οἷον εἴ τις λέγοι τὸ μουσικὸν καὶ τὸ ἄμουσον ἢ τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἢ τὸ ἡρμοσμένον καὶ τὸ ἀνάρμοστον, ἔστι δʼ ὡς οὔ ὑπʼ ἀλλήλων γὰρ πάσχειν τἀναντία ἀδύνατον.
因此,在某种意义上应当说原理是两个,在另一种意义上则是三个;且在某种意义上它们是对立物,例如若有人说音乐的与无音乐素养的、或热与冷、或和谐与不和谐,但在另一种意义上则不是,因为对立物不可能互相作用。
λύεται δὲ καὶ τοῦτο διὰ τὸ ἄλλο εἶναι τὸ ὑποκείμενον· τοῦτο γὰρ οὐκ ἐναντίον.
这一困难也因为基底是另一物而得以解决;因为基底并非对立物。
ὥστε οῦτε πλείους τῶν ἐναντίων αἱ ἀρχαὶ τρόπον τινά, ἀλλὰ δύο ὡς εἰπεῖν τῷ ἀριθμῶ, οὔτʼ οὖ παντελῶς δύο διὰ τὸ ἕτερον ὑπάρχειν τὸ εἶναι αὐτοῖς, ἀλλὰ τρεῖς· ἕτερον γὰρ τὸ ἀνθρώπῳ καὶ τὸ ἀμούσῳ εἶναι, καὶ τὸ ἀσχηματίστῳ καὶ χαλκῷ.
因此,在某种意义上,原理并不多于对立物,甚至可以说在数量上是两个,但另一方面,由于它们的“存在”(本性)不同,并不完全是两个,而是三个;因为做一个人与做一个无音乐素养者不同,做无形状者与做青铜也不同。
πόσαι μὲν οὖν αἱ ἀρχαὶ τῶν περὶ γένεσιν φυσικῶν, καὶ πῶς ποσαί, εἴρηται· καὶ δῆλόν ἐστιν ὅτι δεῖ ὑπὸκεῖσθαί τι τοῖς ἐναντίοις καὶ τἀναντία δύο εἶναι.
因此,关于自然生成的原理有多少,以及以何种方式有这么多,已经说过了;显然必须有某种东西作为对立物的基底,而且对立物必须有两个。
τρόπον δέ τινα ἄλλον οὐκ ἀναγκαῖον· κανὸν γὰρ ἔσται τὸ ἕτερον τῶν ἐναντίων ποιεῖν τῇ ἀπουσίᾳ καὶ παρουσίᾳ τὴν μεταβολήν.
但是在另一种意义上并非必要;因为对立物中的一方,通过其不在与存在,便足以引起变化。
ἡ δὲ ὑποκειμένη φύσις ἐπιστητὴ κατʼ ἀναλογίαν.
而底层的自然是通过类比来被认识的。
ὡς γὰρ πρὸς ἀνδριάντα χαλκὸς ἢ πρὸς κλίνην ξύλον ἢ πρὸς τῶν ἄλλων τι τῶν ἐχόντων μορφὴν τὸ ἄμορφον ἔχει πρὶν λαβεῖν τὴν μορφήν, οὕτως αὕτη πρὸς οὐσίαν ἔχει καὶ τὸ τόδε τι καὶ τὸ ὄν.
正如青铜之于雕像,木材之于床,或者在接受形式之前无形状者之于其他具有形式的事物,这种底层自然也是这样之于实体、之于“这个特定事物”以及之于存在的。
μία μὲν οὖν ἀρχὴ αὕτη, οὐχ οὕτω μία οὖσα οὐδὲ οὕτως ὂν ὡς τὸ τόδε τι, μία δὲ ἧς ὁ λόγος, ἔτι δὲ τὸ ἐναντίον τούτῳ, ἡ στέρησις.
因此,这是一原理,它并不像“这个特定事物”那样是一,也不以那样的方式是存在,但是在定义上是一,此外还有与此对立的缺失。
ταῦτα δὲ πῶς δύο καὶ πῶς πλείω, εἴρηται ἐν τοῖς ἄνω.
这些原理如何是两个以及如何是更多,已在上面说过了。
πρῶτον μὲν οὖν ἐλέχθη ὅτι ἀρχαὶ τἀναντία μόνον, ὕστερον δʼ ὅτι ἀνάγκη καὶ ἄλλο τι ὑποκεῖσθαι καὶ εἶναι τρία· ἐκ δὲ τῶν νῦν φανερὸν τίς ἡ διαφορὰ τῶν ἐναντίων, καὶ πῶς ἔχουσιν αἱ ἀρχαὶ πρὸς ἀλλήλας, καὶ τί τὸ ὑποκείμενον.
因此,最初我们说只有对立物是原理,后来又说必须有其他东西作为基底,从而原理有三个;从现在所说的来看,对立物之间的区别是什么、原理之间如何相互关联、以及基底是什么,都已显而易见。
πότερον δὲ οὐσία τὸ εἶδος ἢ τὸ ὑποκείμενον, οὔπω δῆλον.
但是,形式和基底究竟哪一个是实体,尚未明确。
ἀλλʼ ὅτι αἱ ἀρχαὶ τρεῖς καὶ πῶς τρεῖς, καὶ τίς ὁ τρόπος αὐτῶν, δῆλον.
然而,原理是三个、如何是三个以及它们的方式是什么,已很清楚。
πόσαι μὲν οὖν καὶ τίνες εἰσὶν αἱ ἀρχαί, ἐκ τούτων θεωρείσθωσαν.
因此,原理有多少以及它们是什么,应从这些方面来加以考察。

词汇与语法注释

  1. 190b17φανερὸν οὖν ὡς, εἴπερ εἰσὶν αἰτίαι ... ὅτι γίγνεται πᾶν — 句首以 `ὡς` 开始,在插入条件从句 `εἴπερ...` 之后,主句的补足从句再次由 `ὅτι` 引导。这形成了一种句法上的重叠(破格/无序性),在构文上应理解为 `φανερὸν ὅτι` 的结构。
  2. 190b20διαλύσεις γὰρ εἰς τοὺς λόγους τοὺς ἐκείνων — 动词 `διαλύσεις` 是第二人称单数将来直说法语气(或虚拟语气),在逻辑证明或思想实验中表示虚拟的指示或推论(“你将分析”)。
  3. 191a5κανὸν γὰρ ἔσται — 在许多抄本中,`κανόν`(尺度)被认为是 `ἱκανόν`(足够的)的笔误或异读。从上下文来看,将其解释为 `ἱκανόν`(即“因为对立物中的一方……便足以引起变化”)最为自然。
  4. 191a12οὕτως αὕτη πρὸς οὐσίαν ἔχει καὶ τὸ τόδε τι καὶ τὸ ὄν — 指示代名词 `αὕτη` 指代前文所述的 `ἡ ὑποκειμένη φύσις`(底层自然,即第一质料)。它描述了一种类比(比例)关系,即这种质料在尚未获得形式的状态下,对于实体(`οὐσία`)、这个特定事物(`τόδε τι`)以及存在(`ὄν`)所具有的关系。

引用这一段

亚里士多德, 物理学 §1.7#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg031.humanitext-grc1:1.7%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。