Humanitext Reader

亚里士多德 · 物理学 §1.4#1

早期自然学者的生成说与阿那克萨哥拉的无限论

第 6 段,共 113 段 · 希腊语

内容简介

亚里士多德将早期自然哲学家的宇宙论分为两大类:一类是通过主体的浓密和希薄来产生万物,另一类是从混合物中分离出相反者(如阿那克萨哥拉和恩培多克勒),并详细阐述了阿那克萨哥拉基于“否定从非存在中生成”的无限论背景。

§1.4#1Ὡς δʼ οἱ φυσικοὶ λέγουσι, δύο τρόποι εἰσίν.
正如自然哲学家们所说,有两种方式。
οἱ μὲν γὰρ ἐν ποιήσαντες τὸ σῶμα τὸ ὑποκείμενον, ἢ τῶν τριῶν τι ἢ ἄλλο ὅ ἐστι πυρὸς μὲν πυκνότερον ἀέρος δὲ λεπτότερον, τἆλλα γεννῶσι πυκνότητι καὶ μανότητι πολλὰ ποι. οῦντες (ταῦτα δʼ ἐστὶν ἐναντία, καθόλου δʼ ὑπεροχὴ καὶ ἔλλειψις, ὥσπερ τὸ μέγα φησὶ Πλάτων καὶ τὸ μικρόν, πλὴν ὅτι ὁ μὲν ταῦτα ποιεῖ ὕλην τὸ δὲ ἓν τὸ εἶδος, οἱ δὲ τὸ μὲν ἓν τὸ ὑποκείμενον ὕλην, τὰ δʼ ἐναντία διαφορὰς καὶ εἴδη)· οἱ δʼ ἐκ τοῦ ἑνὸς ἐνούσας τὰς ἐναντιότητας ἐκκρίνεσθαι, ὥσπερ Ἀναξίμανδρός φησι, καὶ ὅσοι δʼ ἓν καὶ πολλά φασιν εἶναι, ὥσπερ Ἐμπεδοκλῆς καὶ Ἀναξαγόρας· ἐκ τοῦ μίγματος γὰρ καὶ οὗτοι ἐκκρίνουσι τἆλλα, διαφέρουσι δὲ ἀλλήλων τῷ τὸν μὲν περίοδον ποιεῖν τούτων, τὸν δʼ ἅπαξ, καὶ τὸν μὲν ἄπειρα, τά τε ὁμοιομερῆ καὶ τἀναντία, τὸν δὲ τὰ καλούμενα στοιχεῖα μόνον.
因为有些人将作为主体的身体设为一——或者是三种元素中的某一种,或者是介于火与空气之间、比火浓而比气稀的其他某种东西——通过浓密和稀薄来产生其他事物,从而使其变得繁多(而这些是相反的东西,一般而言即是过度与不足,正如柏拉图所说的“大与小”,不同之处仅在于,柏拉图将这些设为质料,而将“一”设为形式,而他们则将“一”这个主体设为质料,将相反者设为差异和形式);而另一些人则认为相反者存在于“一”之中并被分离出来,正如阿那克西曼德所说,以及所有主张“一与多”的人,如恩培多克勒和阿那克萨哥拉;因为他们也是从混合物中分离出其他事物的,但他们之间的不同之处在于,前者认为这是周期性循环的,而后者认为是一次性的,且前者认为它们是无限的——包括同质部分和相反者,而后者则认为仅是所谓的元素。
ἔοικε δὲ Ἀναξαγόρας ἄπειρα οὕτως οἰηθῆναι διὰ τὸ ὑπολαμβάνειν τὴν κοινὴν δόξαν τῶν φυσικῶν εἶναι ἀληθῆ, ὡς οὐ γιγνομένου οὐδενὸς ἐκ τοῦ μὴ ὄντος (διὰ τοῦτο γὰρ οὕτω λέγουσιν, ἦν ὁμοῦ πάντα, καὶ τὸ γίγνεσθαι τοιόνδε καθέστηκεν ἀλλοιοῦσθαι, οἱ δὲ σύγκρισιν καὶ διάκρισιν· ἔτι δʼ ἐκ τοῦ γίγνεσθαι ἐξ ἀλλήλων τἀναντία· ἐνυπῆρχεν ἄρα· εἰ γὰρ πᾶν μὲν τὸ γιγνόμενον ἀνάγκη γίγνεσθαι ἢ ἐξ ὄντων ἢ ἐκ μὴ ὄντων, τούτων δὲ τὸ μὲν ἐκ μὴ ὄντων γίγνεσθαι ἀδύνατον (περὶ γὰρ ταύτης ὁμογνωμονοῦσι τῆς δόξης ἄπαντες οἱ περὶ φύσεως. τὸ λοιπὸν ἤδη συμβαίνειν ἐξ ἀνάγκης ἐνόμισαν, ἐξ ὄντων μὲν καὶ ἐνυπαρχόντων γίγνεσθαι, διὰ μικρότητα δὲ τῶν ὄγκων ἐξ ἀναισθήτων ἡμῖν.
阿那克萨哥拉似乎之所以认为它们是以这种方式无限的,是因为他假定自然学家们共同的意见是正确的,即没有任何东西产生于非存在(因为正由于此,他们说“万物混在一起”,并且生成被规定为发生如此这般的性质变化,而另一些人则说是结合与分离);此外,还因为相反者是相互产生的;因此,它们必然原本就存在于其中;因为,如果一切生成的东西都必然要么产生于存在者,要么产生于非存在者,而在这些之中,产生于非存在者是不可能的(因为关于这一意见,所有讨论自然的人都是一致的),他们认为剩下的结论已经是必然发生的了,即它们产生于存在着的、且原本就存在于其中的东西,但由于其体积微小,对我们来说是不可感觉到的。
διό φασι πᾶν ἐν παντὶ μεμῖχθαι, διότι πᾶν ἐκ παντὸς ἑώρων γιγνόμενον· φαίνεσθαι δὲ διαφέροντα καὶ προσαγορεύεσθαι ἕτερα ἀλλήλων ἐκ τοῦ μάλισθʼ ὑπερέχοντος διὰ πλῆθος ἐν τῇ μίξει τῶν ἀπείρων· εἰλικρινῶς μὲν γὰρ ὅλον λευκὸν ἢ μέλαν ἢ γλυκὺ ἢ σάρκα ἢ ὀστοῦν οὐκ εἶναι, ὅτου δὲ πλεῖστον ἕκαστον ἔχει, τοῦτο δοκεῖν εἶναι τὴν φύσιν τοῦ πράγματος.
因此他们说万物混在万物之中,因为他们看到万物从万物中产生;而它们显得不同并被称作彼此不同的东西,是因为在无限者的混合中,在数量上最占优势的那种东西;因为并没有一个纯粹整体是白、或黑、或甜、或肉、或骨的东西,而是每个东西中所含最多的那个东西,就被认为是该事物的本性。
εἰ δὴ τὸ μὲν ἄπειρον ᾗ ἄπειρον ἄγνωστον, τὸ μὲν κατὰ πλῆθος ἢ κατὰ μέγεθος ἄπειρον ἄγνωστον πόσον τι, τὸ δὲ κατʼ εἶδος ἄπειρον ἄγνωστον ποῖόν τι.
如果无限者在其作为无限者的意义上是不可知的,那么在数量上或大小上无限的东西,在“有多少”上是不可知的,而在形式上无限的东西,在“是什么样”上是不可知的。
τῶν δʼ ἀρχῶν ἀπείρων οὐσῶν καὶ κατὰ πλῆθος καὶ κατʼ εἶδος, ἀδύνατον εἰδέναι τὰ ἐκ τούτων.
而在原理于数量上和形式上都是无限的情况下,要认识由它们构成的事物是不可能的。
οὕτω γὰρ εἰδέναι τὸ σύνθετον ὑπολαμβάνομεν, ὅταν εἰδῶμεν ἐκ τίνων καὶ πόσων ἐστίν.
因为我们认为,只有当我们知道一个复合体是由什么构成的以及由多少个部分构成时,我们才算认识了它。

词汇与语法注释

  1. 187a20οἱ δʼ ... ἐκκρίνεσθαι — 受开头 `Ὡς δʼ οἱ φυσικοὶ λέγουσι`(正如自然哲学家们所说)中的主动词 `λέγουσι` 支配,代表另一学派的 `οἱ δʼ`(另一些人)的主张内容由不定式 `ἐκκρίνεσθαι`(被分离出来)表示。这是间接引语中的不定式结构,由于逻辑主语与主句主语一致,因而使用主格 `οἱ δʼ` 而非宾格。
  2. 187a23τῷ τὸν μὲν περίοδον ποιεῖν τούτων, τὸν δʼ ἅπαξ — 无前置词的与格冠词不定式 `τῷ ... ποιεῖν` 表示与动词 `διαφέρουσι`(不同)相关的方面或原因(在于……)。该不定式的逻辑主语为宾格的 `τὸν μὲν`(指代前者的恩培多克勒)和 `τὸν δʼ`(指代后者的阿那克萨哥拉),且不定式动词 `ποιεῖν` 在后半句 `τὸν δʼ ἅπαξ` 中作为共同谓语被省略。
  3. 187a32εἰ γὰρ πᾶν μὲν ... — 这是一个极长的句式结构,由 `εἰ`(如果)引导的条件从句一直延伸到 `ἀδύνατον` (187a34),中间夹杂了插入语 `(περὶ γὰρ ταύτης ... φύσεως)`,最后才连接到结果主句 `τὸ λοιπὸν ... ἐνόμισαν`(他们认为剩下的结论……)。把握这一宏大结构对于准确理解上下文至关重要。

引用这一段

亚里士多德, 物理学 §1.4#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg031.humanitext-grc1:1.4%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。