§1.4#2ἔτι δʼ εἰ ἀνάγκη, οὗ τὸ μόριον ἐνδέχεται ὀπηλικονοῦν εἶναι κατὰ μέγεθος καὶ μικρότητα, καὶ αὐτὸ ἐνδέχεσθαι (λέγω δὲ τῶν τοιούτων τι μορίων, εἰς ὃ ἐνυπάρχον διαιρεῖται τὸ ὅλον), εἰ δὴ ἀδύνατον ζῷον ἢ φυτὸν ὁπηλικονοῦν εἶναι κατὰ μέγεθος καὶ μικρότητα, φανερὸν ὅτι οὐδὲ τῶν μορίων ὁτιοῦν· ἔσται γὰρ καὶ τὸ ὅλον ὁμοίως.
此外,如果这是必然的:即凡是其部分在大小(巨大和微小)上可以为任意大小者,其整体自身也同样可以如此(我这里所说的此类事物的“部分”,是指存在于整体之中,且整体被分割后的那些部分);那么,如果动物或植物在大小和微小上不可能为任意大小,显然其任何一部分也同样不可能如此;因为若非如此,整体也将同样可以为任意大小。
σὰρξ δὲ καὶ ὀστοῦν καὶ τὰ τοιαῦτα μόρια ζῴου, καὶ οἱ καρποὶ τῶν φυτῶν.
而肉、骨以及诸如此类的东西是动物的部分,果实则是植物的部分。
δῆλον τοίνυν ὅτι ἀδύνατον σάρκα ἢ ὀστοῦν ἢ ἄλλο τι ὁπηλικονοῦν εἶναι τὸ μέγεθος ἢ ἐπὶ τὸ μεῖζον ἢ ἐπὶ τὸ ἔλαττον.
因此显而易见,肉、骨或任何其他东西,无论在更大还是更小的方向上,都不可能具有任意的大小。
ἔτι εἰ πάντα μὲν ἐνυπάρχει τὰ τοιαῦτα ἐν ἀλλήλοις, καὶ μὴ γίγνεται ἀλλʼ ἐκκρίνεται ἐνόντα, λέγεται δὲ ἀπὸ τοῦ πλείονος, γίγνεται δὲ ἐξ ὁτουοῦν ὁτιοῦν (οἷον ἐκ σαρκὸς ὕδωρ ἐκκρινόμενον καὶ σὰρξ ἐξ ὕδατος), ἅπαν δὲ σῶμα πεπερασμένον ἀναιρεῖται ὑπὸ σώματος πεπερασμένου, φανερὸν ὅτι οὐκ ἐνδέχεται ἐν ἑκάστῳ ἕκαστον ὑπάρχειν.
此外,如果所有这些东西都相互存在于彼此之中,并且它们不是生成,而只是从已存在的东西中分离出来,且事物是以其中占多数的成分来命名的,而且任何东西都可以从任何东西中生成(例如从肉中分离出水,从水中分离出肉),而每一个有限的身体都会被一个有限的身体消耗殆尽,那么显然,万物存在于万物之中是不可能的。
ἀφαιρεθείσης γὰρ ἐκ τοῦ ὕδατος σαρκός, καὶ πάλιν ἄλλης γενομένης ἐκ τοῦ λοιποῦ ἀποκρίσει, εἰ καὶ ἀεὶ ἐλάττων ἔσται ἡ ἐκκρινομένη, ἀλλʼ ὅμως οὐχ ὑπερβαλεῖ μέγεθός τι τῇ μικρότητι.
因为如果从水中减去肉,又从剩余的部分中通过分离再次产生另一部分肉,即使分离出来的肉总是越来越小,但它在微小上绝不会超过某一特定的大小。
ὥστʼ εἰ μὲν στήσεται ἡ ἔκκρισις, οὐχ ἅπαν ἐν παντὶ ἐνέσται (ἐν γὰρ τῷ λοιπῷ ὕδατι οὐκ ἐνυπάρξει σάρξ), εἰ δὲ μὴ στήσεται ἀλλʼ ἀεὶ ἕξει ἀφαίρεσιν, ἐν πεπερασμένῳ μεγέθει ἴσα πεπερασμένα ἐνέσται ἄπειρα τὸ πλῆθος·
因此,如果分离过程会停止,那么并非万物都在万物之中(因为在剩余的水中将不再存在肉);而如果分离不会停止,而是始终可以进行减除,那么在一个有限的大小中,就会存在数量无限的、相等的有限部分。
τοῦτο δʼ ἀδύνατον.
但这是不可能的。
πρὸς δὲ τούτοις, εἰ ἅπαν μὲν σῶμα ἀφαιρεθέντος τινὸς ἔλαττον ἀνάγκη γίγνεσθαι, τῆς δὲ σαρκὸς ὥρισται τὸ ποσὸν καὶ μεγέθει καὶ μικρότητι, φανερὸν ὅτι ἐκ τῆς ἐλαχίστης σαρκὸς οὐθὲν ἐκκριθήσεται σῶμα· ἔσται γὰρ ἐλάττων τῆς ἐλαχίστης.
除此之外,如果任何身体在被减去某物后必然变得更小,而肉的量在大小和微小上都是有限制的,那么显然,从最小的肉中将不能分离出任何身体;因为这个分离出来的部分将会比最小的还要小。
ἔτι δʼ ἐν τοῖς ἀπείροις σώμασιν ἐνυπάρχοι ἂν ἤδη σὰρξ ἄπειρος καὶ οἷμα καὶ ἐγκέφαλος, κεχωρισμένα μέντοι ἀπʼ ἀλλήλων οὔ, οὐθὲν δʼ ἧττον ὄντα, καὶ ἄπειρον ἕκαστον· τοῦτο δʼ ἄλογον.
此外,在那些无限的身体中,就已经会存在无限的肉、无限的血和无限的脑,虽然它们并未彼此分离开来,但它们同样存在,且每一个在数量上都是无限的;但这是不合常理的。
τὸ δὲ μηδέποτε διακριθήσεσθαι οὐκ εἰδότως μὲν λέγεται, ὀρθῶς δὲ λέγεται· τὰ γὰρ πάθη ἀχώριστα· εἰ οὖν μέμικται τὰ χρώματα καὶ αἱ ἕξεις, ἐὰν διακριθῶσιν, ἔσται τι λευκὸν καὶ ὑγιεινὸν οὐχ ἕτερόν τι ὂν οὐδὲ καθʼ ὑποκειμένου.
至于“它们绝不会被完全分离出来”这一说法,虽然说者不知其所以然,但说得是对的;因为属性是不可分离的;因此,如果颜色和状态是混合在一起的,一旦它们被分离出来,就会存在某种“白色的东西”或“健康的东西”,它们既不是任何别的实体,也不属于任何主体。
ὥστε ἄτοπος τὰ ἀδύνατα ζητῶν ὁ νοῦς, εἶπερ βούλεται μὲν διακρῖναι, τοῦτο δὲ ποιῆσαι ἀδύνατον καὶ κατὰ τὸ ποσὸν καὶ κατὰ τὸ ποιόν, κατὰ μὲν τὸ ποσὸν ὅτι οὐκ ἔστιν ἐλάχιστον μέγεθος, κατὰ δὲ τὸ ποιὸν ὅτι ἀχώριστα τὰ πάθη.
所以,如果知性确实想要进行分离,那它就是在追求不可能的事情,因而在数量上和在性质上都是不可能做到的——在数量上是因为不存在最小的大小,在性质上是因为属性是不可分离的。
οὐκ ὀρθῶς δὲ οὐδὲ τὴν γένεσιν λαμβάνει τῶν ὁμοειδῶν.
同样,他对于同类事物的生成的理解也是不对的。
ἔστι μὲν γὰρ ὡς ὁ πηλὸς εἰς πηλοὺς διαιρεῖται, ἔστι δʼ ὡς οὕ.
因为在某种意义上,泥土可以被分割成许多泥土,但在另一种意义上则不能。
καὶ οὐχ ὁ αὐτὸς τρόπος, ὡς πλίνθοι ἐξ οἰκίας καὶ οἰκία ἐκ πλίνθων, οὕτω καὶ ὕδωρ καὶ ἀὴρ ἐξ ἀλλήλων καὶ εἰσὶ καὶ γίγνονται.
而且,水和空气相互存在并相互生成的方式,并不等同于砖块来自房屋、房屋来自砖块的方式。
βέλτιόν τε ἐλάττω καὶ πεπερασμένα λαβεῖν, ὅπερ ποιεῖ Ἐμπεδοκλῆς.
因此,设定较少且有限的原理是更好的,而这正是恩培多克勒所做的。