§1.3#1Τόν τε δὴ τρόπον τοῦτον ἐπιοῦσιν ἀδύνατον φαίνεται τὰ ὄντα ἓν εἶναι, καὶ ἐξ ὧν ἐπιδεικνύουσι, λύειν οὐ χαλεπόν.
因此,对于用这种方法进行探讨的人来说,存在者为一看来是不可能的,而且,从他们用来证明的论据中去破解其论证,也并不困难。
ἀμφότεροι γὰρ ἐριστικῶς συλλογίζονται, καὶ Μέλισσος καὶ Παρμενίδης μὲν οὖν παραλογίζεται Μέλισσος, δῆλον·
因为他们两人,即梅里修与巴门尼德,都在进行争辩式的推论。
οἴεται γὰρ εἰληφέναι, εἰ τὸ γενόμενον ἔχει ἀρχὴν ἅπαν, ὅτι καὶ τὸ μὴ γενόμενον οὐκ ἔχει.
确实,梅里修进行了谬误推论,这是显而易见的;因为他以为自己已经设定了:如果凡生成者皆有起点,那么非生成者便没有起点。
εἶτα καὶ τοῦτο ἄτοπον, τὸ παντὸς εἶναι ἀρχήντοῦ πράγματος καὶ μὴ τοῦ χρόνου, καὶ γενέσεως μὴ τῆς ἁπλῆς ἀλλὰ καὶ ἀλλοιώσεως, ὥσπερ οὐκ ἀθρόας γιγνομένης μεταβολῆς.
而且,主张一切事物皆有起点也是荒谬的——这指的是事物的起点而非时间的起点,并且不仅是简单意义上的生成,还包括质变,就好像变化不会一下子发生似的。
ἔπειτα διὰ τί ἀκίνητον, εἰ ἕν;
其次,如果它是一,为什么它是静止不动的?
ὥσπερ γὰρ καὶ τὸ μέρος ἓν ὄν, τοδὶ τὸ ὕδωρ, κινεῖται ἐν ἑαυτῶ, διὰ τί οὐ καὶ τὸ πᾶν;
因为正如作为一部分且为一的这部分水,在自身内部运动,那为什么全体就不能如此呢?
ἔπειτα ἀλλοίωσις διὰ τί οὐκ ἂν εἴη;
再者,为什么不能有性质改变呢?
ἀλλὰ μὴν οὐδὲ τῷ εἴδει οἷόν τε ἓν εἶναι, πλὴν τῷ ἐξ οὗ (οὕτως δὲ ἓν καὶ τῶν φυσικῶν τινες λέγουσιν, ἐκείνως δʼ οὔ)· ἄνθρωπος γὰρ ἵππου ἕτερον τῷ εἴδει καὶ τἀναντία ἀλλήλων.
然而,存在者在形式上也不可能是单一的,除非是在“由之构成”的质料意义上(某些自然哲学家是以这种方式说它是一,但决不是以那种方式说它是一);因为人在形式上不同于马,相反的事物也彼此不同。
καὶ πρὸς Παρμενίδην δὲ ὁ αὐτὸς τρόπος τῶν λόγων,
καὶ εἴ τινες ἄλλοι εἰσὶν ἴδιοι· καὶ ἡ λύσις τῇ μὲν ὅτι ψευδὴς τῇ δὲ ὅτι οὐ συμπεραίνεται, ψευδὴς μὲν ᾗ ἁπλῶς λαμβάνει τὸ ὂν λέγεσθαι, λεγομένου πολλαχῶς, ἀσυμπέραντος δὲ ὅτι, εἰ μόνα τὰ λευκὰ ληφθείη, σημαίνοντος ἓν τοῦ λευκοῦ, οὐθὲν ἧττον πολλὰ τὰ λευκὰ καὶ οὐχ ἕν· οὔτε γὰρ τῇ συνεχείᾳ ἓν ἔσται τὸ λευκὸν οὔτε τῷ λόγῳ.
\n而针对巴门尼德,也可以采用同样的论证方式,即使还有一些适用于他个人的特殊论证;而其破解之道,一方面在于其前提是虚假的,另一方面在于其结论无法推导出来;说其前提虚假,是因为他把“存在”设想为单义地被表述,而实际上它有多重含义;结论无法推导出来,是因为即使仅假设白色的事物,且“白”只表达一个意思,白色的事物同样是多而不是一;因为白色事物既不会因连续性而合而为一,也不会在定义上合而为一。
ἄλλο γὰρ ἔσται τὸ εἶναι λευκῷ καὶ τῷ δεδεγμένῳ.
因为“作为白”与“接受白的主体”是不同的。
καὶ οὐκ ἔσται παρὰ τὸ λευκὸν οὐθὲν χωριστόν· οὐ γὰρ ᾗ χωριστὸν ἀλλὰ τῷ εἶναι ἕτερον τὸ λευκὸν καὶ ᾧ ὑπάρχει.
而且,除了白色事物之外,并没有任何分离独立的东西;这并非由于它是可分离的,而是因为“作为白”与“它所依附的主体”在存在上是不同的。
ἀλλὰ τοῦτο Παρμενίδης οὔπω συνεώρα.
但是,巴门尼德当时尚未看清这一点。
ἀνάγκη δὴ λαβεῖν μὴ μόνον ἓν σημαίνειν τὸ ὄν, καθʼ οὗ ἂν κατηγορηθῇ, ἀλλὰ καὶ ὅπερ ὂν καὶ ὅπερ ἕν.
因此,我们必须不仅假定“存在”在被述说的主体上只表达一个意思,而且要假定它表达“本质上的存在”和“本质上的一”。
τὸ γὰρ συμβεβηκὸς καθʼ ὑποκειμένου τινὸς λέγεται, ὥστε ᾧ συμβέβηκε τὸ ὄν, οὐκ ἔσται (ἕτερον γὰρ τοῦ ὄντος)· ἔσται τι ἄρα οὐκ ὄν.
因为偶性是关于某一基底而被述说的,因此,凡是“存在”作为偶性所依附的对象,它都将不是(因为它与“存在”本身不同);所以,就会有某种“不存在者”存在。
οὐ δὴ ἔσται ἄλλῳ ὑπάρχον τὸ ὅπερ ὄν.
因此,“本质上的存在”绝不能依附于他物。
οὐ γὰρ ἔσται ὄν τι αὐτὸ εἶναι, εἰ μὴ πολλὰ τὸ ὂν σημαίνει οὕτως ὥστε εἶναί τι ἕκαστον.
因为,除非“存在”以每样东西都是某种存在者的方式表达多种意思,否则它自身不可能是什么存在着的东西。
ἀλλʼ ὑπόκειται τὸ ὂν σημαίνειν ἕν.
但是,这里设定了“存在”只表达一个意思。
εἰ οὖν τὸ ὅπερ ὄν μηδενὶ συμβέβηκεν ἀλλὰ τὰ ἄλλα ἐκείνῳ, τί μᾶλλον τὸ ὅπερ ὂν σημαίνει τὸ ὂν ἢ μὴ ὄν;
因此,如果“本质上的存在”不作为任何东西的偶性,而是由其他事物作为偶性依附于它,那么“本质上的存在”为什么比“不存在”更能表达“存在”呢?
εἰ γὰρ ἔσται τὸ ὅπερ ὂν καὶ λευκόν, τὸ λευκῷ δʼ εἶναι μὴ ἔστιν ὅπερ ὄν (οὐδὲ γὰρ συμβεβηκέναι αὐτῷ οἷόν τε τὸ ὄν· οὐδὲν γὰρ ὂν ὃ οὐχ ὅπερ ὄν), οὐκ ἄρα ἄν τὸ λευκόν· οὐχ οὕτω δὲ ὥσπερ τι μὴ ὄν, ἀλλʼ ὅλως μὴ ὄν.
因为,如果“本质上的存在”也是白的,但“作为白”并不是“本质上的存在”(因为“存在”也不能作为偶性依附于它,因为没有任何存在者不是“本质上的存在”),那么白色事物就将不是存在者;但这并不是指某种特定的非存在,而是完全的非存在。
τὸ ἄρα ὅπερ ὂν οὐκ ὄν· ἀληθὲς γὰρ εἰπεῖν ὅτι λευκόν, τοῦτο δὲ οὐκ ὄν ἐσήμαινεν.
因此,“本质上的存在”也就是不存在了;因为说它是白的是真实的,而这表达了它是非存在。
ὥστε καὶ τὸ λευκὸν σημαίνει ὅπερ ὄν· πλείω ἄρα σημαίνει τὸ ὄν.
结果,甚至“白”也表达了“本质上的存在”;因此,“存在”表达了多种意思。
οὐ τοίνυν οὐδὲ μέγεθος ἔξει τὸ ὄν, εἴπερ ὅπερ ὂν τὸ ὄν· ἑκατέρῳ γὰρ ἕτερον τὸ εἶναι τῶν μορίαων.
因此,如果存在者是“本质上的存在”,存在者甚至不会有大小;因为它的每一部分的存在都是不同的。