§1.2#2οὐθὲν γὰρ τῶν ἄλλων χωριστόν ἐστι παρὰ τὴν οὐσίαν· πάντα γὰρ καθʼ ὑποκειμένου λέγεται τῆς οὐσίας.
因为其他任何东西都不能脱离实体而独立存在;因为所有这些都是以实体为基底而被述说的。
Μέλισσος δὲ τὸ ὂ ἄπειρον εἶναί φησιν.
然而,梅里修主张存在者是无限的。
ποσὸν ἄρα τι τὸ ὄν· τὸ γὰρ ἄπειρον ἐν τῷ ποσῷ, οὐσίαν δὲ ἄπειρον εἶναι ἢ ποιότητα ἢ πάθος οὐκ ἐνδέχεται εἰ μὴ κατὰ συμβεβηκός, εἰ ἅμα καὶ ποσὰ ἄττα εἶεν· ὁ γὰρ τοῦ ἀπείρου λόγος τῷ ποσῷ προσχρῆται, ἀλλʼ οὐκ οὐσίᾳ οὐδὲ τῷ ποιῶ.
因此,存在者必定是某种数量;因为无限属于数量的范畴,而实体、性质或受动状态要成为无限,除非是通过附带的方式,即它们同时也是某些数量;因为无限的定义使用了数量,而不使用实体或性质。
εἰ μὲν τοίνυν καὶ οὐσία ἔστι καὶ ποσόν, δύο καὶ οὐχ ἓν τὸ ὄν· εἰ δʼ οὐσία μόνον, οὐκ ἄπειρον, οὐδὲ μέγεθος ἕξει οὐδέν· ποσὸν γάρ τι ἔσται.
因此,如果既有实体又有数量,存在者就是两个而不是一个;但如果只有实体,它就不是无限的,也不会有任何大小;因为如果有大小,它就会是某种数量。
ἔτι
ἐπεὶ καὶ αὐτὸ τὸ ἓν πολλαχῶς λέγεται ὥσπερ καὶ τὸ ὄν, σκεπτέον τίνα τρόπον λέγουσιν εἶναι ἓν τὸ πᾶν.
此外,既然“一”本身也像“存在”一样有多种意义,我们就必须考察他们主张“万物为一”是以何种方式。
λέγεται δʼ ἓν ἢ τὸ συνεχὲς ἢ τὸ ἀδιαίρετον ἢ ὧν ὁ λόγος ὁ αὐτὸς καὶ εἶς ὁ τοῦ τί ἦν εἶναι, ὥσπερ μέθυ καὶ οἶνος.
现在,“一”可以指连续的、不可分的,或者指那些定义相同且其表示本质的定义是一的东西(例如美酒与葡萄酒)。
εἰ μὲν τοίνυν συνεχές, πολλὰ τὸ ἕν· εἰς ἄπειρον γὰρ διαιρετὸν τὸ συνεχές.
因此,如果是连续的,这一就是多;因为连续的是可以无限分割的。
(ἔχει δʼ ἀπορίαν περὶ τοῦ μέρους καὶ τοῦ ὅλου, ἴσως δὲ οὐ πρὸς τὸν λόγον ἀλλʼ αὐτὴν καθʼ αὐτήν, πότερον ἓν ἢ πλείω τὸ μέρος καὶ τὸ ὅλον, καὶ πῶς ἓν ἢ πλείω, καὶ εἰ πλεία, πῶς πλείω, καὶ περὶ τῶν μερῶν τῶν μὴ συνεχῶν· καὶ εἰ τῷ ὅλῳ ἓν ἑκάτερον ὡς ἀδιαίρετον, ὅτι καὶ αὐτὰ αὑτοῖς.
(关于部分与整体有一个疑难——不过这也许不是针对当前的论证,而是就其自身而言的——即部分与整体是一还是多,它们如何是一或多,如果是多,又是如何是多,以及关于非连续的部分;并且,如果每个部分都作为不可分的东西与整体合而为一,它们自身之间是否也合而为一。
) ἀλλὰ μὴν εἰ ὡς ἀδιαίρετον, οὐθὲν ἔσται ποσὸν οὐδὲ ποιόν, οὐδὲ δὴ ἄπειρον τὸ ὄν, ὥσπερ Μέλισσός φησιν, οὐδὲ πεπερασμένον, ὥσπερ Παρμενίδης· τὸ γὰρ πέρας ἀδιαίρετον, οὐ τὸ πεπερασμένον.
)然而,如果是作为不可分的东西而为一,就不会有任何数量和性质,存在者也就不会是无限的(如梅里修所说),也不会是有限的(如巴门尼德所说);因为是界限本身不可分,而不是被限制的东西不可分。
ἀλλὰ μὴν εἰ τῷ λόγῳ ἓν τὰ ὄντα πάντα ὡς λώπιον καὶ μάτιον, τὸν Ἡρακλείτου λόγον συμβαίνει λέγειν αὐτοῖς· ταὐτὸν γὰρ ἔσται ἀγαθῷ καὶ κακῷ εἶναι, καὶ ἀγαθῷ καὶ μὴ ἀγαθῷ εἶναι—ὥστε ταὐτὸν ἔσται ἀγαθὸν καὶ οὐκ ἀγαθόν, καὶ ἄνθρωπος καὶ ἵππος, καὶ οὐ περὶ τοῦ ἓν εἶναι τὰ ὄντα ὁ λόγος ἔσται ἀλλὰ περὶ τοῦ μηδέν—καὶ τὸ τοιῳδὶ εἶναι καὶ τοσῳδὶ ταὐτόν.
然而,如果所有存在者在定义上是一,就像外套和衣物一样,那他们就碰巧主张了赫拉克利特的论点;因为“作为善”和“作为恶”将是同一的,“作为善”和“作为非善”也将是同一的——从而,同一事物既是善又是非善,既是人又是马,他们的论证将不是关于存在者为一,而是关于无——而且,具有某种性质和具有某种数量也将是同一的。
ἐθορυβοῦντο δὲ καὶ οἱ ὕστεροι τῶν ἀρχαίων ὅπως μὴ ἄμα γένηται αὐτοῖς τὸ αὐτὸ ἐν καὶ πολλά.
甚至后期的古代人也感到惶恐,唯恐同一事物同时成为一和多。
διὸ οἱ μὲν τὸ ἐστὶν ἀφεῖλον, ὥσπερ Λυκόφρων, οἱ δὲ τὴν λέξιν μετερρύθμιζον, ὅτι ὁ ἄνθρωπος οὐ λευκός ἐστιν ἀλλὰ λελεύκωται, οὐδὲ βαδίζων ἐστὶν ἀλλὰ βαδίζει, ἵνα μή ποτε τὸ ἐστὶ προσάπτοντες πολλὰ εἶναι ποιῶσι τὸ ἕν, ὡς μοναχῶς λεγομένου τοῦ ἑνὸς ἢ τοῦ ὄντος.
因此,有些人去掉了“是”(如吕科弗隆),而另一些人则改变了措辞,说人不是“是白的”,而是“被白化了”,不是“是散步的” 而是“在散步”,以免通过附加“是”而使一变成多,仿佛“一”或“存在”只有一种用法。
πολλὰ δὲ τὰ ὄντα ἢ λόγῳ (οἷον ἄλλο τὸ λευκῷ εἶναι καὶ μουσικῷ, τὸ δʼ αὐτὸ ἄμφω· πολλὰ ἄρα τὸ ἕν) ἢ διαιρέσει, ὥσπερ τὸ ὅλον καὶ τὰ μέρη.
但是,存在者为多,要么是在定义上(例如,作为白色和作为有教养的虽然不同,但同一事物却兼具两者;因此一即是多),要么是通过分割(如整体与部分)。
ἐνταῦθα δὲ ἤδη ἠπόρουν, καὶ ὡμολόγουν τὸ ἓν πολλὰ εἶναι—ὥσπερ οὐκ ἐνδεχόμενον ταὐτὸν ἕν τε καὶ πολλὰ εἶναι, μὴ τἀντικείμενα δέ· ἔστι γὰρ τὸ ἓν καὶ δυνάμει καὶ ἐντελεχείᾳ.
在这些点上,他们已经陷入了困境,并承认了一即是多——仿佛同一事物不可能同时是一和多,除非它们是相反的;因为一既是潜在的,又是现实的。