Humanitext Reader

亚里士多德 · 物理学 §1.2#1

关于原理数量的诸说与爱利亚学派的论点

第 2 段,共 113 段 · 希腊语

内容简介

本书梳理了关于原理数量及性质的各种学说,指出爱利亚学派关于“存在者为一且静止”的观点因否定了运动的前提而超出了自然学范围,并以此开始对“存在”的多重含义进行分析。

§1.2#1Ἀνάγκη δʼ ἤτοι μίαν εἶναι τὴν ἀρχὴν ἢ πλείους, καὶ εἰ μίαν, ἤτοι ἀκίνητον, ὥς φησι Παρμενίδης καὶ Μέλισσος, ἢ κινουμένην, ὥσπερ οἱ φυσικοί, οἱ μὲν ἀέρα φάσκοντες εἶναι οἱ δʼ ὕδωρ τὴν πρώτην ἀρχήν·
原理必须要么是一个,要么是多个。 如果是一个,则要么是静止的(如巴门尼德和梅里修所说),要么是运动的(如物理学家们所说,有人主张空气是第一原理,有人则主张水是第一原理)。
εῖ δὲ πλείους, ἢ πεπερασμένας ἢ ἀπείρους, καὶ εἰ πεπερασμένας πλείους δὲ μιᾶς, ἢ δύο ἢ τρεῖς ἢ τέτταρας ἢ ἄλλον τινὰ ἀριθμόν, καὶ εἰ ἀπείρους, ἢ οὕτως ὥσπερ Δημόκριτος, τὸ γένος ἔν, σχήματι δὲ (διαφερούσας), ἢ εἴδει διαφερούσας ἢ καὶ ἐναντίας.
如果是多个,则要么是有限的,要么是无限的。 如果是多于一个的有限,则要么是两个,三个,四个,或者是其他某个数目。 如果是无限的,则要么像德谟克利特所说的那样,在属上是一,但在形状上有所不同,或者是在种上不同,甚至互为相反。
ὁμοίως δὲ ζητοῦσι καὶ οἱ τὰ ὄντα ζητοῦντες πόσα· ἐξὧν γὰρ τὰ ὄντα ἐστὶ πρώτων, ζητοῦσιταῦτα πότερον ἓν ἢ πολλά, καὶ εἰ πολλά, πεπερασμένα ἢ ἄπειρα, ὥστε τὴν ἀρχὴν καὶ τὸ στοιχεῖον ζητοῦσι πότερον ἓν ἢ πολλά.
同样地,那些探究存在者的数量的人也在进行类似的探究:因为他们问,存在者最初由之构成的那些东西是一个还是多个,如果是多个,是有限还是无限,因此他们是在探究原理和要素是一个还是多个。
τὸ μὲν οὖν εἰ ἓν καὶ ἀκίνητον τὸ ὂν σκοπεῖν οὐ περὶ φύσεος ἐστι σκοπεῖν·
因此,考察存在者是否是一且静止,并不是在考察自然。
ὥσπερ γὰρ καὶ τῷ γεωμέτρῃ οὐκέτι λόγος ἔστι πρὸς τὸν ἀνελόντα τὰς ἀρχάς, ἀλλʼ ἤτοι ἑτέρας ἐπιστήμης ἢ πασῶν κοινῆς, οὕτως οὐδὲ τῷ περὶ ἀρχῶν·
因为正如对于几何学家来说,对一个否定原理的人便不再有论证可言,而是属于另一门科学或所有科学所共有的科学,同样,对于探究原理的人来说也是如此。
οὐ γὰρ ἔτι ἀρχὴ ἔστιν, εἰ ἓν μόνον καὶ οὕτως ἓν ἔστιν.
因为如果只有一,且以这种方式是一,就不再有原理了。
γὰρ ἀρχὴ τινὸς ἢ τινῶν.
因为原理是某物或某些事物的原理。
ὅμοιον δὴ τὸ σκοπεῖν εἰ οὕτως ἓν καὶ πρὸς ἄλλην θέσιν ὁποιανοῦν διαλέγεσθαι τῶν λόγου ἕνεκα λεγομένων (οἷον τὴν Ἡρακλείτειον, ἢ εἴ τις φαίη ἄνθρωπον ἕνα τὸ ὂ εἶναι), ἢ λύειν λόγον ἐριστικόν, ὅπερ ἀμφότεροι μὲν ἔχουσιν οἱ λόγοι, καὶ ὁ Μελίσσου καὶ ὁ Παρμενίδου· καὶ γὰρ ψευδῆ λαμβάνουσι καὶ ἀσυλλόγιστοί εἰσιν·
考察它是以这种方式是一,就如同反驳为了论证而提出的任何其他论题(例如赫拉克利特的论题,或者有人如果说存在者是一个人),或如同破解一个争辩性的论证。 梅里修和巴门尼德两人的论证都属于这种争辩性的论证:因为他们都预设了错误的前提,并且他们的推论也是无效的。
μᾶλλον δʼ ὁ Μελίσσου φορτικὸς καὶ οὐκ ἔχων ἀπορίαν, ἀλλʼ ἑνὸς ἀτόπου δοθέντος τὰ ἄλλα συμβαίνει· τοῦτο δὲ οὐδὲν χαλεπόν.
或者更确切地说,梅里修的论证是粗糙的,不包含真正的难点,而只要承认了一个荒谬的前提,其余的就会随之而来,这并没有什么困难。
ἡμῖν δʼ ὑποκείσθω τὰ φύσει ἢ πάντα ἢ ἔνια κινούμενα εἶναι· δῆλον δʼ ἐκ τῆς ἐπαγωγῆς.
相反,让我们假定:自然的事物,或者全部,或者其中一些是运动着的;这通过归纳是显而易见的。
ἅμα δʼ οὐδὲ λύειν ἅπαντα προσήκει, ἀλλʼ ἢ ὅσα ἐκ τῶν ἀρχῶν τις ἐπιδεικνὺς ψεύδεται, ὅσα δὲ μή, οὔ, οἷον τὸν τετραγωνισμὸν τὸν μὲν διὰ τῶν τμημάτων γεωμετρικοῦ διαλῦσαι, τὸν δὲ Ἀντιφῶντος οὐ γεωμετρικοῦ·
同时,也没有必要去破解一切错误的论证,而只是那些从原理出发进行论证而犯了错误的部分,对于不从原理出发的部分则不然。 例如,反驳用弓形进行的化圆为方是几何学家的任务,而反驳安提丰的化圆为方则不是几何学家的任务。
οὐ μὴν ἀλλʼ ἐπειδὴ περὶ φύσεως μὲν οὔ, φυσικὰς δὲ ἀπορίας συμβαίνει λέγειν αὐτοῖς, ἴσως ἔχει καλῶς ἐπὶ μικρὸν διαλεχθῆναι περὶ αὐτῶν· ἔχει γὰρ φιλοσοφίαν ἡ σκέψις.
然而,尽管不是关于自然,但既然他们恰好谈到了物理学上的疑难,那么或许稍微讨论一下他们是好的,因为这种考察具有哲学意义。
ἀρχὴ δὲ οἰκειοτάτη πασῶν, ἐπειδὴ πολλαχῶς λέγεται τὸ ὄν, πῶς λέγουσιν οἱ λέγοντες εἶναι ἓν τὰ πάντα, πότερον οὐσίαν τὰ πάντα ἢ ποσὰ ἢ ποιά, καὶ πάλιν πότερον οὐσίαν μίαν τὰ πάντα, οἷον ἄνθρωπον ἕνα ἢ ἵππον ἕνα ἢ ψυχὴν μίαν, ἢ ποιὸν ἓν δὲ τοῦτο, οἷον λευκὸν ἢ θερμὸν ἢ τῶν ἄλλων τι τῶν τοιούτων.
而在所有的出发点中,最切合实际的原理是——既然“存在”有多种意义——去问那些主张万物为一的人是如何说的:万物是实体,是数量,还是性质? 进而,万物是一个实体(例如一个人,一匹马,或一个灵魂),还是一个性质(例如白色、热,或者其他类似的东西)?
ταῦτα γὰρ πάντα διαφέρει τε πολὺ καὶ ἀδύνατα λέγειν.
因为所有这些都有巨大的区别,并且这样主张是不可能的。
εἰ μὲν γὰρ ἔσται καὶ οὐσία καὶ ποιὸν καὶ ποσόν, καὶ ταῦτα εἴτʼ ἀπολελυμένα ἀπʼ ἀλλήλων εἴτε μή, πολλὰ τὰ ὄντα· εἰ δὲ πάντα ποιὸν ἢ ποσόν, εἶτʼ οὕσης οὐσίας εἴτε μὴ οὔσης, ἄτοπον, εἰ δεῖ ἄτοπον λέγειν τὸ ἀδύνατον.
因为如果既有实体,又有性质和数量,无论这些是相互分离的还是不分离的,存在者都是多个;但如果万物都是性质或数量,无论实体存在与否,这都是荒谬的——如果确实必须把不可能的事物称为荒谬的话。

词汇与语法注释

  1. 185aτῷ γεωμέτρῃ — 与格 τῷ γεωμέτρῃ 起到关涉与格的作用(“对于几何学家来说,不再有论证”)。相同的结构在随后的 τῷ περὶ ἀρχῶν 中重复出现,其中省略了动词和名词(λόγος ἔστι)(“对于[探究]原理的人来说也同样[没有论证]”)。
  2. 5ὅμοιον δὴ τὸ σκοπεῖν εἰ οὕτως ἓν καὶ πρὸς ἄλλην θέσιν ὁποιανοῦν διαλέγεσθαι — 这是 ὅμοιον ... καί ... 的相关结构,意为“考察……就如同针对……进行辩论”。这里的 καί 起到引入比较基准的作用(相当于 English 中的 as 或 with),而不是简单的并列连词“和”。
  3. 20πότερον οὐσίαν τὰ πάντα ἢ ποσὰ ἢ ποιά — 此处构成间接疑问从句,是依附于主句动词 λέγουσιν(“他们说”)的“宾格加不定式”结构的一部分。其中省略了不定式 εἶναι,使得 τὰ πάντα 作为主语宾格,而 οὐσίαν, ποσά, ποιά 作为谓语宾格。

引用这一段

亚里士多德, 物理学 §1.2#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg031.humanitext-grc1:1.2%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。