Humanitext Reader

亚里士多德 · 物理学 §1.1

自然学的研究对象与从普遍到原理的探究方法

第 1 段,共 113 段 · 希腊语

内容简介

阐明了自然探究的方法论,指出研究必须从对我们而言更易知的事物(混杂的整体或普遍者)出发,走向在自然上更易知、更明白的事物(原理、要素和个别者)。

§1.1Ἐπειθὴ τὸ εἰδέναι καὶ τὸ ἐπίστασθαι συμβαίνει περὶ πάσας τὰς μεθόδους, ὧν εἰσὶν ἀρχαὶ ἢ αἴτια ἢ στοιχεῖα, ἐκ τοῦ ταῦτα γνωρίζειν (τότε γὰρ οἰόμεθα γιγνώσκειν ἕκαστον, ὅταν τὰ αἴτια γνωρίσωμεν τὰ πρῶτα καὶ τὰς ἀρχὰς τὰς πρώτας καὶ μέχρι τῶν στοιχείων), δῆλον ὅτι καὶ τῆς περὶ φύσεως ἐπιστήμης πειρατέον διορίσασθαι πρῶτον τὰ περὶ τὰς ἀρχάς.
既然在所有具有原理、原因或要素的研究方法中,认知和理解都产生于对这些事物的认识(因为我们只有在认识了它们的第一原因、第一原理乃至要素时,才认为自己了解了每一事物),那么显然,在关于自然的科学中,我们也必须首先尝试去规定关于原理的事情。
πέφυκε δὲ ἐκ τῶν γνωριμωτέρων ἡμῖν ἡ ὁδὸς καὶ σαφεστέρων ἐπὶ τὰ σαφέστερα τῇ φύσει καὶ γνωριμώτερα· οὐ γὰρ ταὐτὰ ἡμῖν τε γνώριμα καὶ ἁπλῶς.
我们自然的道路是从对我们而言更易知、更明白的事物,走向在自然上更明白、更易知的事物;因为对我们而言易知的事物与绝对易知的事物并不相同。
διόπερ ἀνάγκη τὸν τρόπον τοῦτον προάγειν ἐκ τῶν ἀσαφεστέρων μὲν τῇ φύσει ἡμῖν δὲ σαφεστέρων ἐπὶ τὰ σαφέστερα τῇ φύσει καὶ γνωριμώτερα.
因此,我们必须必然地以这种方式,从在自然上较不明白但对我们而言更明白的事物,走向在自然上更明白且更易知的事物。
ἔστι δʼ ἡμῖν τὸ πρῶτον δῆλα καὶ σαφῆ τὰ συγκεχυμένα μᾶλλον· ὕστερον δʼ ἐκ τούτων γίγνεται γνώριμα τὰ στοιχεῖα καὶ αἱ ἀρχαὶ διαιροῦσι ταῦτα, διὸ ἐκ τῶν καθόλου ἐπὶ τὰ καθʼ ἕκαστα δεῖ προϊέναι· τὸ γὰρ ὅλον κατὰ τὴν αἴσθησιν γνωριμώτερον, τὸ δὲ καθόλου ὅλον τί ἐστι· πολλὰ γὰρ περιλαμβάνει ὡς μέρη τὸ καθόλου.
首先对我们而言显而易见和明白的,倒是那些较混杂的整体;随后,通过将这些整体进行划分,其要素和原理便从其中变得为人们所知。 因此,我们必须从普遍者走向个别者;因为就感觉而言,整体是更易知的,而普遍者也是一种整体,因为普遍者将许多事物作为部分包含在内。
πέπονθε δὲ ταὐτὸ τοῦτο τρόπον τινὰ καὶ τὰ ὀνόματα πρὸς τὸν λόγον· ὅλον γάρ τι καὶ ἀδιορίστως σημαίνει, οἷον ὁ κύκλος, ὁ δὲ ὁρισμὸς αὐτοῦ διαιρεῖ εἰς τὰ καθʼ ἕκαστα.
在某种意义上,名称与定义的关系也同样如此;因为名称无规定地指示着某种整体,例如“圆”,而其定义则将其划分为各个具体的部分。
καὶ τὰ παιδία τὸ μὲν πρῶτον προσαγορεύει πάντας τοὺς ἄνδρας πατέρας καὶ μητέρας τὰς γυναῖκας, ὕστερον δὲ διορίζει τούτων ἑκάτερον.
孩子们最初也把所有的男人称为父亲,把所有的女人称为母亲,但随后他们便能将他们一一区分开来。

词汇与语法注释

  1. 1Ἐπειθὴ — 文本中的 Ἐπειθὴ 是常见从属连词 Ἐπειδή(“既然/因为”)的送气变体或拼写异体,引导原因从句以引出由 δῆλον ὅτι 开始的主句结论。
  2. 1τὸ εἰδέναι καὶ τὸ ἐπίστασθαι — 这两个带冠词的不定式 τὸ εἰδέναι(认知)和 τὸ ἐπίστασθαι(理解/学术上的认识)共同作动词 συμβαίνει 的主语。在亚里士多德哲学中,前者指一般的认知,后者指基于原因和原理的系统性、学术性知识。
  3. 184aδιαιροῦσι — διαιροῦσι 既可以解释为现在主动分词的与格复数形式(意为“对于进行划分的[我们]而言”),也可以解释为动词的第三人称复数(意为“他们进行划分”)。在此,将其理解为与前文暗含的 ἡμῖν(对我们而言)相呼应的与格分词最为自然。

引用这一段

亚里士多德, 物理学 §1.1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg031.humanitext-grc1:1.1

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。