§4.4.14 τὸ δὲ καλούμενον μεσεντέριον ἔστι μὲν ὑμήν, διατείνει δὲ συνεχὲς ἀπὸ τῆς τῶν ἐντέρων παρατάσεως εἰς τὴν φλέβα τὴν μεγάλην καὶ τὴν ἀορτήν, πλῆρες ὄν φλεβῶν πολλῶν καὶ πυκνῶν, αἳ τείνουσιν ἀπὸ τῶν ἐντέρων εἰς τε τὴν μεγάλην φλέβα καὶ τὴν ἀορτήν.
4 另一方面,所谓肠间膜是一层膜,它从肠道的延伸处连续延伸到大静脉和大动脉,充满了许多密集的血管,这些血管从肠道延伸到大静脉和大动脉。
§4.4.22 τὴν μὲν οὖν γένεσιν ἐξ ἀνάγκης οὖσαν εὑρήσομεν ὁμοίως τοῖς ἄλλοις μορίοις· διὰ τίνα δʼ αἰτίαν ὑπάρχει τοῖς ἐναίμοις, φανερὸν ἐστιν ἐπισκοποῦσιν.
2 那么,我们会发现它的生成与其它器官一样是出于必然;但由于什么原因它存在于有血动物中,对于考察的人来说是显而易见的。
ἐπεὶ γὰρ ἀναγκαῖον τὰ ζῷα τροφὴν λαμβάνειν θύραθεν, καὶ πάλιν ἐκ ταύτης γίνεσθαι τὴν ἐσχάτην τροφὴν, ἐξ ἧς ἤδη διαδίδοται εἰς τὰ μόρια (τοῦτο δὲ τοῖς μὲν ἀναίμοις ἀνώνυμον, τοῖς δʼ ἐναίμοις αἷμα καλεῖται), δεῖ τι εἶναι διʼ οὗ εἰς τὰς φλέβας ἐκ τῆς κοιλίας οἷον διὰ ῥιζῶν πορεύσεται ἡ τροφή.
因为,既然动物必须从外部获取食物,而且还要从这种食物中产生出最终用于分配给各器官的营养(这在无血动物中没有特定名称,但在有血动物中被称为血液),就必须存在某种媒介,食物可以通过它从胃部走向血管,就像通过根部一样。
§4.4.33 τὰ μὲν οὖν φυτὰ τὰς ῥίζας ἔχει εἰς τὴν γῆν (ἐκεῖθεν γὰρ λαμβάνει τὴν τροφήν), τοῖς δὲ ζῴοις ἡ κοιλία καὶ ἡ τῶν ἐντέρων δύναμις γῆ ἐστίν, ἐξ ἧς δεῖ λαμβάνειν τὴν τροφήν· διόπερ ἡ τοῦ μεσεντερίου φύσις ἐστίν, οἷον ῥίζας ἔχουσα τὰς διʼ αὐτῆς φλέβας.
3 植物将根伸入大地(因为它们从那里获取食物),而对动物来说,胃和肠的功能就是大地,它们必须从中获取食物;因此,肠间膜的自然属性就在于,它将贯穿自身的血管作为根部一样拥有。
§4.4.44 οὐ μὲν οὖν ἓνεκα τὸ μεσέντεριόν ἐστιν, εἴρηται· τίνα δὲ τρόπον λαμβάνει τὴν τροφήν, καὶ πῶς εἰσέρχεται διὰ τῶν φλεβῶν ἀπὸ τῆς εἰσιούσης τροφῆς εἰς τὰ μόρια ταῦτα τὸ διαδιδόμενον εἰς τὰς φλέβας, ἐν τοῖς περὶ τὴν γένεσιν τῶν ζῷων λεχθήσεται καὶ τὴν τροφὴν.
4 因此,肠间膜是为了什么目的而存在的,已经说明过了;至于它以何种方式获取营养,以及从摄入的食物中分配到血管中的物质如何通过血管进入这些器官,将在关于动物的产生与营养的论述中说明。
§4.4.55 Τα μὲν οὖν ἔναιμα τῶν ζῴων πῶς ἔχει μέχρι τῶν διωρισμένων μορίων, καὶ διὰ τίνας αἰτίας, εἴρηται· περὶ δὲ τῶν εἰς τὴν γένεσιν συντελούντων, οἷς δοκεῖ διαφέρειν τὸ θῆλυ τοῦ ἄρρενος, ἐχόμενον μέν ἐστι καὶ λοιπὸν τῶν εἰρημένων· ἀλλʼ ἐπειδὴ περὶ γενέσεως λεκτέον, ἁρμόττον ἐστὶ καὶ περὶ τούτων ἐν τῇ περὶ ἐκείνων θεωρία διελθεῖν.
5 那么,关于有血动物直到上述规定器官为止是如何构造的,以及由于什么原因,已经说明过了;但关于那些对产生起作用、且雌性据此被认为与雄性不同的器官,它们确实是与已说明的内容相承接且遗留下来的部分;但既然关于产生必须进行论述,那么在关于产生的考察中一并探讨这些器官也是合适的。