Humanitext Reader

亚里士多德 · 动物的诸部分 §3.14.8-3.14.14

鸟类与鱼类的嗉囊与胃等消化器官

第 59 段,共 84 段 · 希腊语

内容简介

本节讨论了鸟类、鱼类以及双排齿动物在食物摄取与消化器官(如嗉囊、幽门盲囊和胃部结构)上的多样化差异及其结构性原因。

§3.14.8διὰ τὴν αὐτὴν δʼ αἰτίαν καὶ τὸ τῶν ὀρνίθων 8 γένος ἔχει διαφορὰν περὶ τὸ τῆς τροφῆς δεκτικὸν μόριον.
8 出于同样的原因,鸟类在容纳食物的部位上也存在差异。
ἐπεὶ γὰρ οὐδὲ ταῦτα ὅλως τὴν τοῦ στόματος ἀποδίδωσι λειτουργίαν (ἀνόδοντα γάρ) καὶ οὔθʼ ᾧ διαιρήσει οὔθʼ ᾧ λεανεῖ τὴν τροφὴν ἔχουσι, διὰ τοῦτο τὰ μὲν πρὸ τῆς κοιλίας ἔχουσι τὸν καλούμενον πρόλοβον ἀντὶ τῆς τοῦ στόματος ἐργασίας, οἱ δὲ τὸν οἰσοφάγον πλατύν, ἢ πρὸ τῆς κοιλίας αὐτοῦ μέρος τι ὀγκῶδες ἐν ᾧ προθησαυρίζουσι τὴν ἀκατέργαστον τροφήν, ἤ τῆς κοιλίας αὐτῆς τι ἐπανεστηκὸς, οἱ δʼ αὐτὴν τὴν κοιλίαν ἰσχυρὰν καὶ σαρκώδη πρὸς τὸ δύνασθαι πολὺν χρόνον θησαυρίζειν καὶ πέττειν ἀλείαντον οὖσαν τὴν τροφὴν· τῇ δυνάμει γὰρ καὶ τῇ θερμότητι τῆς κοιλίας ἡ φύσις ἀναλαμβάνει τὴν τοῦ στύματος ἔνδειαν.
因为这些动物也完全不能履行口部的功能(因为它们没有牙齿),并且既没有可以用来切分食物的器官,也没有可以用来磨碎食物的器官,因此,有些鸟类在胃的前面拥有所谓的嗉囊,以替代口部的工作;另一些则拥有宽大的食道,或者在食道靠近胃的前部有一个膨大的部分,用以预先储存未经加工的食物;还有一些则在胃本身有一个隆起的部分;而另一些则拥有强壮且多肉的胃本身,以便能够长期储存并消化未磨碎的食物;因为自然通过胃的力量和热量来弥补口部的不足。
§3.14.99 εἰσὶ δέ τινες οἳ τούτων οὐδὲν ἔχουσιν, ἀλλὰ τὸν πρόλοβον μακρόν, ὅσα μακροσκελῆ καὶ ἕλεια, διὰ τὴν τῆς τροφῆς ὑγρότητα.
9 但也有一些鸟类不具备这些特征,而是拥有一个长长的嗉囊——即那些长腿且生活在沼泽中的鸟类——这是由于它们食物的水分所致。
αἴτιον δʼ ὅτι ἡ τροφὴ πᾶσι τούτοις εὐλέαντος, ὥστε συμβαίνειν διὰ ταύτα τῶν τοιούτων τὰς κοιλίας εἶναι ὑγρὰς διὰ τὴν ἀπεψίαν καὶ τὴν τροφήν.
其原因在于,对所有这些动物而言,食物很容易被磨碎,因此由于未消化和食物的原因,这类动物的胃往往是湿润的。
§3.14.1010 τὸ δὲ τῶν ἐχθύων γένος ἔχει μὲν ὀδόντας, τούτους δὲ καρχαρόδοντας σχεδὸν ὡς εἰπεῖν πάντας· ὀλίγον γάρ τί ἐστι γένος τὸ μὴ τοιοῦτον, οἷον ὁ καλούμενος σκάρος, ὃς δὴ καὶ δοκεῖ μηρυκάζειν εὐλόγως διὰ ταῦτα μόνος· καὶ γὰρ τὰ μὴ ἀμφώδοντα κερατοφόρα δὲ μηρυκάζει.
10 另一方面,鱼类拥有牙齿,而且可以说几乎全都是锯齿状的;因为不属于此类别的鱼类非常少,例如所谓的斯卡鲁斯鱼,正因如此,它也是唯一被合理地认为会反刍的鱼;因为那些没有双排齿但有角的动物也会反刍。
§3.14.1111 ὀξεῖς δὲ πάντες ἔχουσιν, ὥστε διελεῖν μὲν δύνανται, φαύλως δὲ διελεῖν· ἐνδιατρίβειν γὰρ οὐχ οἷόν τε χρονίζοντας.
11 此外,它们都拥有尖锐的牙齿,因此它们虽然能够切分食物,但切分得很粗糙;因为它们无法在口中停留很长时间。
διόπερ οὐδὲ πλατεῖς ἔχουσιν ὀδόντας, οὐδʼ ἐνδέχεται λεαίνειν·
因此,它们没有扁平的牙齿,也不可能磨碎食物;否则它们拥有这些牙齿也是徒劳。
μάτην ἂν οὖν εἶχον ἔτι δὲ στόμαχον οἱ μὲν ὅλως οὐκ ἔχουσιν, οἱ δὲ βραχύν.
此外,有些鱼完全没有食道,有些则只有很短的食道。
ἀλλὰ πρὸς τὴν βοήθειαν τῆς πέψεως οἱ μὲν ὁρνιθώδεις ἔχουσι τὰς κοιλίας καὶ σαρκώδεις, οἷον κεστρεύς, οἱ δὲ πολλοὶ παρὰ τὴν κοιλίαν ἀποφυάδας πυκνάς, ἵνʼ ἐν ταύταις ὧσπερ ἐν προλακκίοις θησαυρίζοντες συσσήπωσι καὶ πέττωσι τὴν τροφήν.
但是,为了帮助消化,有些鱼拥有像鸟类一样多肉的胃,例如鲻鱼;而大多数鱼在胃旁拥有密集的突起,以便将食物储存在其中,如同储存在前置容器中一样,使其共同发酵并消化食物。
§3.14.1212 ἔχουσι δʼ ἐναντίως οἱ ἰχθύες τοῖς ὄρνισι τὰς ἀποφυάδας· οἱ μὲν γὰρ ἰχθύες ἄνω πρὸς τῇ κοιλίᾳ, τῶν δʼ ὀρνίθων οἱ ἔχοντες ἀποφυάδας κάτω πρὸς τῷ τέλει τοῦ ἐντέρου.
12 然而,鱼类的这些突起物与鸟类的位置相反;因为鱼类的突起物位于上方靠近胃部,而拥有突起物的鸟类则将其长在下方靠近肠道末端的地方。
ἔχουσι δʼ ἀποφυάδας ἔνια καὶ τῶν ζῳοτόκων ἐντερικὰς κάτω διὰ τὴν αὐτὴν αἰτίαν.
由于同样的原因,某些胎生动物在下方也拥有肠道突起物。
§3.14.13τὸ δὲ τῶν ἰχθύων γένος ἅπαν, διὰ 13 τὸ ἐνδεεστέρως ἔχειν τὰ περὶ τὴν τῆς τροφῆς ἐργασίαν, ἀλλʼ ἄπεπτα διαχωρεῖν, λαίμαργον πρὸς τὴν τροφὴν ἐστε, καὶ τῶν ἄλλων δὲ πάντων ὅσα εὐθυέντερα ταχείας γὰρ γινομένης τῆς διαχωρὴσεως, καὶ διὰ ταύτα βραχείας οὔσης τῆς ἀπολαύσεως, ταχεῖαν ἀναγκαῖον γίνεσθαι πάλιν καὶ τὴν ἐπιθυμίαν.
13 而整个鱼类,由于在食物加工方面存在不足,并且将食物未消化地排出,因而对食物非常贪婪,正如其他所有直肠的动物一样;因为排泄发生得很快,且因此享受的时间很短,所以欲望也必然很快再次产生。
§3.14.14τὰ 14 δʼ ἀμφώδοντα ὅτι μὲν μικρὰν ἔχει κοιλίαν, εἴρηται πρότερον, εἰς διαφορὰς δὲ πίπτουσι δύο πᾶσαι σχεδόν· τὰ μὲν γὰρ τῇ τῆς κυνὸς ὁμοίαν ἔχουσι κοιλίαν, τὰ δὲ τῇ τῆς ὑός· ἔστι δʼ ἡ μὲν τῆς ὑὸς μείζων καί τινας ἔχουσα μετρίας πλάκας πρὸς τὸ χρονιωτέραν γίνεσθαι τὴν πέψιν, ἡ δὲ τῆς κυνὸς μικρὰ τὸ μέγεθος καὶ ο πολὺ τοῦ ἐντέρου ὑπερβάλλουσα καὶ λεία τὰ ἐντὸς.
14 另一方面,双排齿动物拥有较小的胃,这一点前面已经说过,但它们几乎都落入两种差异之中:一些拥有与狗相似的胃,另一些则拥有与猪相似的胃;猪的胃较大,且有一些温和的褶皱,以便使消化时间更长,而狗的胃体积较小,并不比肠道大多少,且内部光滑。
μετὰ γὰρ τὴν κοιλίαν ἡ τῶν ἐντέρων ἔγκειται φύσις πᾶσι τοῖς ζῴοις.
因为在胃之后,所有动物体内都安置有肠道的结构。

词汇与语法注释

  1. §3.14.8οὔθʼ ᾧ διαιρήσει οὔθʼ ᾧ λεανεῖ — 关系代词 ᾧ 后接将来直陈式(διαιρήσει, λεανεῖ)表示目的或工具,意为“既没有用来切分食物的工具,也没有用来磨碎食物的工具”。
  2. §3.14.8τὰ μὲν ... οἱ δὲ ... οἱ δʼ ... οἱ δʼ — 这些并列关联词将主语鸟类(τὸ τῶν ὀρνίθων γένος)分配到不同的子群体中,表示“一些鸟……另一些鸟……还有一些鸟……”。
  3. §3.14.11μάτην ἂν οὖν εἶχον — 语气词 ἄν 与未完成过去时直陈式(εἶχον)结合,构成了与事实相反的虚拟语气主句,意为“(如果它们有宽齿的话)它们拥有这些牙齿也将是徒劳的”。

引用这一段

亚里士多德, 动物的诸部分 §3.14.8-3.14.14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg030.humanitext-grc1:3.14.8-3.14.14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。